← 普鲁塔克

论伊西斯与奥西里斯

§48-49

古代思想中的二元论与宇宙原理的归属

作者论述了迦勒底人、希腊神话以及诸位哲学家中的善恶二元论对应,并将奥西里斯与宇宙的理性及秩序相对应,将堤丰与受动、紊乱及阻碍相对应。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§48

Χαλδαῖοι δὲ τῶν πλανήτων οὓς θεοὺς γενεθλίους καλοῦσι, δύο μὲν ἀγαθουργούς δύο δὲ κακοποιούς, μέσους δὲ τοὺς τρεῖς ἀποφαίνουσι καὶ κοινούς. τὰ δʼ Ἑλλήνων πᾶσί που δῆλα, τὴν μὲν ἀγαθὴν Διὸς Ὀλυμπίου μερίδα, τὴν δʼ ἀποτρόπαιον ᾍδου ποιουμένων. ἐκ δʼ Ἀφροδίτης καὶ Ἄρεος Ἁρμονίαν γεγονέναι μυθολογοῦνται· ὧν ὁ μὲν ἀπηνὴς καὶ φιλόνεικος, ἡ δὲ μειλίχιος καὶ γενέθλιος. σκόπει δὲ τοὺς φιλοσόφους τούτοις συμφερομένους. Ἡράκλειτος μὲν γὰρ ἄντικρυς πόλεμον ὀνομάζει πατέρα καὶ βασιλέα καὶ κύριον πάντων, καὶ τὸν μὲν Ὅμηρον εὐχόμενον ἔκ τε θεῶν ἔριν ἔκ τʼ ἀνθρώπων ἀπολέσθαι λανθάνειν φησὶ τῇ πάντων γενέσει καταρώμενον,1 ἐκ μάχης καὶ ἀντιπαθείας τὴν γένεσιν ἐχόντων,2 ἥλιον δὲ μὴ ὑπερβήσεσθαι τοὺς προσήκοντας ὅρους· εἰ δὲ μή, Λύττας μιν Δίκης ἐπικούρους ἐξευρήσειν Ἐμπεδοκλῆς δὲ τὴν μὲν ἀγαθουργὸν ἀρχὴν φιλότητα καὶ φιλίαν πολλάκις δʼ ἁρμονίαν καλεῖ θεμερῶπιν, τὴν δὲ χείρονα νεῖκος οὐλόμενον καὶ δῆριν αἱματόεσσαν οἱ μὲν Πυθαγορικοὶ διὰ πλειόνων ὀνομάτων κατηγοροῦσι τοῦ μὲν ἀγαθοῦ τὸ ἓν τὸ πεπερασμένον τὸ μένον τὸ εὐθὺ τὸ περισσὸν τὸ τετράγωνον τὸ ἴσον τὸ δεξιὸν τὸ λαμπρόν· τοῦ δὲ κακοῦ τὴν δυάδα τὸ ἄπειρον τὸ φερόμενον τὸ καμπύλον τὸ ἄρτιον τὸ ἑτερόμηκες τὸ ἄνισον τὸ ἀριστερὸν τὸ σκοτεινόν, ὡς τοιαύτας ἀρχὰς γενέσεως ὑποκειμένας. Ἀναξαγόρας δὲ νοῦν καὶ ἄπειρον. Ἀριστοτέλης δὲ τὸ μὲν εἶδος τὸ δὲ στέρησιν. Πλάτων δὲ πολλαχοῦ μὲν οἷον ἐπηλυγαζόμενος καὶ παρακαλυπτόμενος, τῶν ἐναντίων ἀρχῶν τὴν μὲν ταὐτὸν ὀνομάζει, τὴν δὲ θάτερον ἐν δὲ τοῖς Νόμοις ἤδη πρεσβύτερος ὢν οὐ διʼ αἰνιγμῶν οὐδὲ συμβολικῶς, ἀλλὰ κυρίοις ὀνόμασιν οὐ μιᾷ ψυχῇ φησι κινεῖσθαι τὸν κόσμον, ἀλλὰ πλείοσιν ἴσως, δυεῖν δὲ πάντως οὐκ ἐλάττοσιν· ὧν τὴν μὲν ἀγαθουργὸν εἶναι, τὴν δʼ ἐναντίαν ταύτῃ καὶ τῶν ἐναντίων δημιουργόν· ἀπολείπει δὲ καὶ τρίτην τινὰ μεταξὺ φύσιν οὐκ ἄψυχον οὐδʼ ἄλογον οὐδʼ ἀκίνητον ἐξ αὑτῆς, ὥσπερ ἔνιοι νομίζουσιν , ἀλλʼ ἀνακειμένην ἀμφοῖν ἐκείναις, ἐφιεμένην δὲ τῆς ἀμείνονος ἀεὶ καὶ ποθοῦσαν καὶ διώκουσαν, ὡς τὰ ἐπιόντα δηλώσει τοῦ λόγου, τὴν Αἰγυπτίων θεολογίαν μάλιστα ταύτῃ τῇ φιλοσοφίᾳ συνοικειοῦντος.

另一方面,迦勒底人宣称在他们称为主生之神的行星中,有两颗为善,两颗为恶,另外三颗则居中而共有。至于希腊人的看法,想必对所有人都是显而易见的:他们将善的分额归于奥林匹斯之宙斯,而将禳灾的分额归于哈得斯。他们又神话般地讲述哈耳摩尼亚生于阿佛洛狄忒与阿瑞斯,二者中后者严酷好斗,前者温和且主司生育。且看哲学家们亦与这些看法一致。因为赫拉克利特直截了当地将战争称为“万物之父、万物之王与万物之主”,并指出荷马祈愿“斗争从诸神与凡人间消除”时,竟未发觉自己是在咒诅万物的生成,盖万物本从冲突与反感中获得其生成;他还说太阳绝不会越过其应有的界限,若不然,正义的助手复仇女神们必将寻获他。恩培多克勒将行善的本原称为“亲和”与“友爱”,且常称之为“容貌端庄的和睦”,而将较劣的本原称为“毁灭性的争执”与“血腥的搏斗”。毕达哥拉斯派则通过更多名称来表述:属于善的有“一”、“有定”、“静止”、“直”、“奇数”、“正方形”、“相等”、“右”、“明亮”;属于恶的有“二”、“无定”、“运动”、“曲”、“偶数”、“长方形”、“不等”、“左”、“幽暗”,认为此等乃作为生成基础的本原。阿那克萨戈拉提出“心灵”与“无限”;亚里士多德提出“形式”与“缺失”。柏拉图在许多地方犹如遮掩隐藏一般,将对立本原的一方称为“同”,另一方称为“异”;然而在《法篇》中,他彼时已年事渐高,便不再通过隐语或象征,而是用确切的词语指出:宇宙并非由单一的灵魂驱动,而是可能由多个灵魂,无论如何绝不少于两个驱动;其中一个是行善的,另一个则与之对立并是相反事物的创造者。此外,他还在两者之间保留了某种第三种本性,它并非如某些人所认为的那样自身无灵魂、无理性或静止不动,而是依存于前两者,且始终企求、渴望并追求较善者,正如接下来的、尤将埃及人的神学与这种哲学相调和的论述所将表明的那样。

§49

μεμιγμένη γὰρ ἡ τοῦδε τοῦ κόσμου γένεσις καὶ σύστασις ἐξ ἐναντίων, οὐ μὴν ἰσοσθενῶν, δυνάμεων, ἀλλὰ τῆς βελτίονος τὸ κράτος ἐστίν· ἀπολέσθαι δὲ τὴν φαύλην παντάπασιν ἀδύνατον, πολλὴν μὲν ἐμπεφυκυῖαν τῷ σώματι, πολλὴν δὲ τῇ ψυχῇ τοῦ παντὸς καὶ πρὸς τὴν βελτίονα ἀεὶ δυσμαχοῦσαν. ἐν μὲν οὖν τῇ ψυχῇ νοῦς καὶ λόγος ὁ τῶν ἀρίστων πάντων ἡγεμὼν καὶ κύριος Ὄσιρίς ἐστιν· ἐν δὲ γῇ καὶ πνεύματι καὶ ὕδατι καὶ οὐρανῷ καὶ ἄστροις τὸ τεταγμένον καὶ καθεστηκὸς καὶ ὑγιαῖνον, ὥραις καὶ κράσεσι καὶ περιόδοις Ὀσίριδος ἀπορροὴ καὶ εἰκὼν ἐμφαινομένη· Τυφὼν δὲ τῆς ψυχῆς τὸ παθητικὸν καὶ τιτανικὸν καὶ ἄλογον καὶ ἔμπληκτον τοῦ δὲ σωματικοῦ τὸ ἐπίκηρον καὶ νοσῶδες καὶ ταρακτικὸν ἀωρίαις καὶ δυσκρασίαις, καὶ κρύψεσιν ἡλίου καὶ ἀφανισμοῖς σελήνης, οἷον ἐκδρομαὶ καὶ ἀφανισμοὶ Τυφῶνος· καὶ τοὔνομα κατηγορεῖ τὸ Σήθ, ᾧ τὸν Τυφῶνα καλοῦσι· φράζει μὲν γὰρ τὸ καταδυναστεῦον καὶ καταβιαζόμενον, φράζει δὲ τὴν πολλάκις ἀναστροφὴν καὶ πάλιν ὑπερπήδησιν. Βέβωνα δὲ τινὲς μὲν ἕνα τῶν τοῦ Τυφῶνος ἑταίρων γεγονέναι λέγουσιν, Μανεθὼς δʼ αὐτὸν τὸν Τυφῶνα καὶ Βέβωνα καλεῖσθαι· σημαίνει δὲ τοὔνομα κάθεξιν ἢ κώλυσιν, ὡς τοῖς πράγμασιν ὁδῷ βαδίζουσι καὶ πρὸς ὃ χρὴ φερομένοις ἐνισταμένης τῆς τοῦ Τυφῶνος δυνάμεως3

因为此宇宙的生成与构成,乃是由对立的、然而并非势均力敌的力量混合而成的,较善者掌有统治之权。然而彻底消除卑劣的力量是不可能的,因为它深深植根于宇宙的身体,亦深深植根于宇宙的灵魂,始终顽强地与较善者抗争。因此,在灵魂中,作为一切至善之物的引导者与主宰的心灵和理性,便是奥西里斯;而在大地、气息、水、天空与星宿中,那有序的、确立的和健康的状态,在季节、调和与周期之中,乃是奥西里斯的流溢与显现的肖像。而堤丰则是灵魂中受动的、提坦式的、非理性的与狂暴的部分;在肉体领域,则是那易朽、病态且因不合时宜、失衡紊乱、日食以及月隐而带来动荡的部分,宛如堤丰的突击与消隐。人们用来称呼堤丰的“塞特”之名亦揭示了这一点,因为它表示“压制者”与“施暴者”,亦表示屡次的“翻转”与再次“越轨”。有人说贝邦是堤丰的同伴之一,但曼涅托说堤丰自己亦被称为贝邦;此名意指“阻留”或“阻碍”,表明当事物循序前行并奔向其当赴之目标时,堤丰的力量横加阻拦。

语法注3 条
  1. 370dλανθάνειν φησὶ τῇ πάντων γενέσει καταρώμενον

    动词 λανθάνω 搭配补充分词,表示“不知不觉地做某事”或“未发觉自己在做某事”。在受动词 φησί 支配的“宾格加不定式”结构中(宾格主语为 τὸν μὲν Ὅμηρον,不定式为 λανθάνειν),分词 καταρώμενον 在性、数、格上与 Ὅμηρον 一致,表明荷马在祈愿时并未意识到自己实际上是在咒诅万物的生成。

  2. 370dἐκ μάχης καὶ ἀντιπαθείας τὴν γένεσιν ἐχόντων

    这是一个逻辑主语(如 τῶν ὄντων 或 πάντων)未明确写出、由上文语义(即 τῇ πάντων γενέσει 中的 πάντων)补充的属格独立结构(genitive absolute)。它作为状语修饰从句,表示原因:“既然万物是从冲突与反感中获得其生成”。

  3. 371cὡς τοῖς πράγμασιν ὁδῷ βαδίζουσι καὶ πρὸς ὃ χρὴ φερομένοις ἐνισταμένης τῆς τοῦ Τυφῶνος δυνάμεως

    由小词 ὡς 引导的属格独立结构,主语为 τῆς τοῦ Τυφῶνος δυνάμεως,分词为 ἐνισταμένης。ὡς 在此引出名称所意指的主观解释或理由(“表明/以为……”)。与格结构 τοῖς πράγμασιν ... φερομένοις 作复合动词 ἐνίσταμαι(阻挡、抵抗)的补足语。全句虽有语序隔置,但骨干即“表明当事物循序行进时,堤丰的力量横加阻拦”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg089.humanitext-grc2:48-49