- 底本
- Plutarch. Plutarchi Chaeronensis Moralia, Vol II. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1889.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg089.humanitext-grc2:46-47
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
阐明万物善恶二元的观点广受古代智者赞同,并详述了琐罗亚斯德及术士派关于奥罗马泽斯与阿里马尼奥斯之神话、其对立的祭仪、宇宙卵之神话,以及预言中善的终极胜利与世界的安息。
καὶ δοκεῖ τοῦτο τοῖς πλείστοις καὶ σοφωτάτοις. νομίζουσι γὰρ οἱ μὲν θεοὺς εἶναι δύο καθάπερ ἀντιτέχνους, τὸν μὲν ἀγαθῶν, τὸν δὲ φαύλων δημιουργόν. οἱ δὲ τὸν μὲν ἀμείνονα θεόν, τὸν δὲ ἕτερον δαίμονα καλοῦσιν· ὥσπερ Ζωροάστρης ὁ μάγος, ὃν πεντακισχιλίοις ἔτεσι τῶν Τρωικῶν γεγονέναι πρεσβύτερον1 ἱστοροῦσιν. οὗτος οὖν ἐκάλει τὸν μὲν Ὡρομάζην, τὸν δʼ Ἀρειμάνιον· καὶ προσαπεφαίνετο τὸν μὲν ἐοικέναι φωτὶ μάλιστα τῶν αἰσθητῶν, τὸν δʼ ἔμπαλιν σκότῳ καὶ ἀγνοίᾳ, μέσον δʼ ἀμφοῖν τὸν Μίθρην εἶναι· διὸ καὶ Μίθρην Πέρσαι τὸν μεσίτην ὀνομάζουσιν. ἐδίδαξε δὲ τῷ μὲν εὐκταῖα θύειν καὶ χαριστήρια, τῷ δʼ ἀποτρόπαια καὶ σκυθρωπά. πόαν γάρ τινα κόπτοντες Μῶλυ καλουμένην ἐν ὅλμῳ, τὸν ᾍδην ἀνακαλοῦνται καὶ τὸν σκότον· εἶτα μίξαντες αἵματι λύκου σφαγέντος εἰς τόπον ἀνήλιον ἐκφέρουσι καὶ ῥίπτουσι. καὶ γὰρ τῶν φυτῶν νομίζουσι τὰ μὲν τοῦ ἀγαθοῦ θεοῦ, τὰ δὲ τοῦ κακοῦ δαίμονος εἶναι· καὶ τῶν ζῴων ὥσπερ κύνας καὶ ὄρνιθας καὶ χερσαίους ἐχίνους τοῦ ἀγαθοῦ, τοῦ δὲ φαύλου τοὺς ἐνύδρους μῦς εἶναι· διὸ καὶ τὸν κτείναντα πλείστους εὐδαιμονίζουσιν.
而这一观点亦为大多数人及至智之人所赞同。盖有人认为有两位神祇,宛如相互匹敌的匠人,一位是善物的创造者,另一位则是卑劣之物的创造者。另有人则称较善者为神,另一者为精灵;正如术士琐罗亚斯德一样,据传他生活在特洛伊战争之前五千年。于是他将前者称为奥罗马泽斯,将后者称为阿里马尼奥斯;并进一步指出,在可感之物中,前者最类似于光芒,而后者相反则类似于黑暗与无知,而密特拉则位于两者中间;因此波斯人亦将密特拉称为“调停者”。他且教导人们向善神奉献祈愿与感恩的祭牲,向另一者则献上禳灾与阴郁的祭品。因为他们在一个臼中捣碎一种被称为“莫吕”的草药,并呼唤哈得斯与幽暗;随后将其与宰杀的狼血混合,带往背阴无阳之处抛弃。事实上,在植物中,他们亦认为某些属于善神,另一些则属于恶精;在动物中,如犬、鸟以及陆生刺猬属于善者,而水鼠则属于恶者;因此,他们认为杀灭此类动物最多之人是幸福的。
οὐ μὴν ἀλλὰ κἀκεῖνοι πολλὰ μυθώδη περὶ τῶν θεῶν λέγουσιν, οἷα καὶ ταῦτʼ ἐστίν. ὁ μὲν Ὡρομάζης ἐκ τοῦ καθαρωτάτου φάους, ὁ δʼ Ἀρειμάνιος ἐκ τοῦ ζόφου γεγονώς, πολεμοῦσιν ἀλλήλοις· καὶ ὁ μὲν ἓξ θεοὺς ἐποίησε (τὸν μὲν πρῶτον εὐνοίας, τὸν δὲ δεύτερον ἀληθείας, τὸν δὲ τρίτον εὐνομίας· τῶν δὲ λοιπῶν τὸν μὲν σοφίας, τὸν δὲ πλούτου, τὸν δὲ τῶν ἐπὶ τοῖς καλοῖς ἡδέων δημιουργόν)· ὁ δὲ τούτοις ὥσπερ ἀντιτέχνους ἴσους τὸν ἀριθμόν. εἶθʼ ὁ μὲν Ὡρομάζης τρὶς ἑαυτὸν αὐξήσας ἀπέστησε τοῦ ἡλίου τοσοῦτον, ὅσον ὁ ἥλιος τῆς γῆς ἀφέστηκε, καὶ τὸν οὐρανὸν ἄστροις ἐκόσμησεν· ἕνα δʼ ἀστέρα πρὸ πάντων οἷον φύλακα καὶ προόπτην ἐγκατέστησε, τὸν σείριον. ἄλλους δὲ ποιήσας τέσσαρας καὶ εἴκοσι θεοὺς εἰς ᾠὸν ἔθηκεν. οἱ δʼ ἀπὸ τοῦ Ἀρειμανίου, γενόμενοι καὶ αὐτοὶ τοσοῦτοι, διατρήσαντες τὸ ᾠὸν γαν ὅθεν ἀναμέμικται τὰ κακὰ τοῖς ἀγαθοῖς. ἔπεισι δὲ χρόνος εἱμαρμένος, ἐν ᾧ τὸν Ἀρειμάνιον λοιμὸν ἐπάγοντα καὶ λιμὸν ὑπὸ τούτων2 ἀνάγκη φθαρῆναι παντάπασι καὶ ἀφανισθῆναι, τῆς δὲ γῆς ἐπιπέδου καὶ ὁμαλῆς γενομένης, ἕνα βίον καὶ μίαν πολιτείαν ἀνθρώπων μακαρίων καὶ ὁμογλώσσων ἁπάντων γενέσθαι. Θεόπομπος δέ φησι κατὰ τοὺς μάγους ἀνὰ μέρος τρισχίλια ἔτη τὸν μὲν κρατεῖν τὸν δὲ κρατεῖσθαι τῶν θεῶν, ἄλλα δὲ τρισχίλια μάχεσθαι καὶ πολεμεῖν καὶ ἀναλύειν τὰ τοῦ ἑτέρου τὸν ἕτερον· τέλος δʼ ἀπολείπεσθαι τὸν ᾍδην,3 καὶ τοὺς μὲν ἀνθρώπους εὐδαίμονας ἔσεσθαι, μήτε τροφῆς δεομένους μήτε σκιὰν ποιοῦντας· τὸν δὲ ταῦτα μηχανησάμενον θεὸν ἠρεμεῖν καὶ ἀναπαύεσθαι χρόνον, ἄλλως μὲν οὐ πολὺν ὡς θεῷ, ὥσπερ δʼ ἀνθρώπῳ κοιμωμένῳ μέτριον. ἡ μὲν οὖν μάγων μυθολογία τοιοῦτον ἔχει τρόπον.
尽管如此,他们关于神明亦讲述了许多神话般的故事,诸如下列诸事。奥罗马泽斯生于最纯净的光明,而阿里马尼奥斯生于阴翳,二者彼此征战。前者造了六位神祇(第一位是善意的神,第二位是真理之神,第三位是良序之神;其余神中,一位是智慧的造物主,一位是财富的造物主,一位是伴随高尚之事而来的快乐之造物主);而后者则针锋相对地造出了数量相等的对手。随后,奥罗马泽斯将自身扩大三倍,使自己远离太阳,其距离正如太阳远离大地一般,并以群星装饰天空;他在众星之首设立了一颗星作为守卫与哨兵,即天狼星。他又造了另外二十四位神祇,置于一枚卵中。然而出自阿里马尼奥斯者,其数量亦同样众多,他们钻破了这枚卵,恶遂由此与善掺杂混合。但宿命的时刻终将降临,届时带来瘟疫与饥荒的阿里马尼奥斯必将彻底被这些灾祸所毁灭与消除;大地将变得平坦均匀,全体有福之人将拥有同一种生活和同一种城邦政体,并操同一种语言。然而泰奥庞普斯说,依术士们所言,在诸神中,一位统治而另一位受制的状态各轮流持续三千年,另外三千年双方则交战搏杀,彼此拆毁对方的造物;最终哈得斯被抛弃并败亡,人类将享福祉,既不需要食物,亦不投射阴影;而谋划此一切的神则归于安宁,并在一段就神而言不算长久、就睡眠中的人而言适度的时间内得以安歇。术士们的神话大体即是如此。
- 369eπεντακισχιλίοις ἔτεσι τῶν Τρωικῶν γεγονέναι πρεσβύτερον
πεντακισχιλίοις ἔτεσι 是表示差异程度的与格,修饰比较级 πρεσβύτερον;τῶν Τρωικῶν 是中性复数名词化形式(指特洛伊战事),作比较属格。
- 370bὑπὸ τούτων
紧接在 λοιμὸν ἐπάγοντα καὶ λιμὸν 之后,ὑπὸ τούτων 最自然地解释为指代这些灾难本身(“被这些[瘟疫与饥荒]所消灭”),而非指敌对的神祇,因为指示代词 τούτων 就近指代前述所带来的祸患。
- 370cτέλος δʼ ἀπολείπεσθαι τὸν ᾍδην
ἀπολείπεσθαι 取被动态或中间态,意为“被抛在后头”、“脱落”或“溃败”。在二神相抗的脉络中,指恶的代表哈得斯(阿里马尼奥斯)最终在斗争中失败并被淘汰灭绝。
