← 普鲁塔克

论伊西斯与奥西里斯

§44-45

日月食寓解与善恶二元论宇宙观

本段介绍了将神话解释为日月食及地平圈(阿努比斯)的观点,并引述了关于冈比西斯的逸事。随后普鲁塔克驳斥了将自然界的恶与不协调归咎于纯粹偶然或单一理性的学说,提出了自古相传的二元论宇宙观,即月下尘世的多样与变易源于善恶两种对立根本本原的交织混合。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§44

ἔνιοι δὲ καὶ τῶν ἐκλειπτικῶν αἴνιγμα ποιοῦνται τὸν μῦθον. ἐκλείπει μὲν γὰρ ἡ σελήνη πανσέληνος, ἐναντίαν τοῦ ἡλίου στάσιν ἔχοντος πρὸς αὐτὴν, εἰς τὴν σκιὰν ἐμπίπτουσα τῆς γῆς, ὥσπερ φασὶ τὸν Ὄσιριν εἰς τὴν σορόν. αὐτὴ δὲ πάλιν ἀποκρύπτει καὶ ἀφανίζει ταῖς τριακάσιν, οὐ μὴν ἀναιρεῖται παντάπασι τὸν ἥλιον, ὥσπερ οὐδὲ τὸν Τυφῶνα ἡ Ἶσις. γεννώσης τῆς Νέφθυος τὸν Ἄνουβιν, Ἶσις ὑποβάλλεται. Νέφθυς γάρ ἐστι τὸ ὑπὸ γῆν καὶ ἀφανές, Ἶσις δὲ τὸ ὑπὲρ τὴν γῆν καὶ φανερόν. ὁ δὲ τούτων ὑποψαύων καὶ καλούμενος ὁρίζων κύκλος, ἐπίκοινος ὢν ἀμφοῖν, Ἄνουβις κέκληται καὶ κυνὶ τὸ εἶδος ἀπεικάζεται· καὶ γὰρ ὁ κύων χρῆται τῇ ὄψει νυκτός τε καὶ ἡμέρας ὁμοίως καὶ ταύτην ἔχειν δοκεῖ παρʼ Αἰγυπτίοις τὴν δύναμιν ὁ Ἄνουβις, οἵαν ἡ Ἑκάτη παρʼ Ἕλλησι, χθόνιος ὢν ὁμοῦ καὶ ὀλύμπιος. ἐνίοις δὲ δοκεῖ Κρόνος ὁ Ἄνουβις εἶναι· διὸ πάντα τίκτων ἐξ ἑαυτοῦ καὶ κύων ἐν ἑαυτῷ τὴν τοῦ κυνὸς ἐπίκλησιν ἔσχεν,1 ἔστι δʼ οὖν τοῖς σεβομένοις τὸν Ἄνουβιν ἀπόρρητόν τι· καὶ πάλαι μὲν τὰς μεγίστας ἐν Αἰγύπτῳ τιμὰς ὁ κύων ἔσχεν· ἐπεὶ δὲ Καμβύσου τὸν Ἆπιν ἀνελόντος καὶ ῥίψαντος οὐδὲν προσῆλθεν οὐδʼ ἐγεύσατο τοῦ σώματος ἀλλʼ ἢ μόνος ὁ κύων,2 ἀπώλεσε τὸ πρῶτος εἶναι καὶ μάλιστα τιμᾶσθαι τῶν ἑτέρων ζῴων. εἰσὶ δέ τινες οἱ τὸ σκίασμα τῆς γῆς, εἰς ὃ τὴν σελήνην ὀλισθάνουσαν ἐκλείπειν νομίζουσι, Τυφῶνα καλοῦντες.

亦有人将此神话视为日食与月食的寓意。盖月亮在满月时发生月食,乃因太阳处于其正相对的方位,而月亮落入大地的阴影之中,正如他们所说奥西里斯落入棺椁一般。而月亮反过来又在晦日将太阳遮蔽隐没,却决未将太阳全然灭除,正如伊西斯亦未曾将堤丰彻底消灭。当奈芙蒂斯生下阿努比斯时,伊西斯将他收养为己子。盖奈芙蒂斯乃是地下与不可见之物,而伊西斯则是地上与可见之物。而触及两者的圆圈,即被称为地平圈者,因其为两者所共有,故被命名为阿努比斯,且其形象被比拟为犬;因为犬在黑夜与白昼同样运用视力,且阿努比斯在埃及人看来似乎拥有某种权能,正如赫卡忒在希腊人中一般,兼具冥界与天界的属性。而在某些人看来,阿努比斯即是克罗诺斯;故而,因其由自身产生万物并在自身内怀抱孕育万物,遂获得了犬这一称谓。无论如何,对于崇奉阿努比斯之人而言,存在着某种秘仪教义;古时犬在埃及曾享有极高尊荣;但当冈比西斯杀死阿庇斯并将其抛弃之后,除了犬之外,别无他物接近或尝食其尸体,于是它便失去了在其他动物中位列第一且最受尊崇的地位。亦有一些人将大地的阴影称为堤丰,他们认为月亮正是滑入此阴影中而遭致食亏。

§45

ὅθεν οὐκ ἀπέοικεν εἰπεῖν, ὡς ἰδίᾳ μὲν οὐκ ὀρθῶς ἕκαστος, ὁμοῦ δὲ πάντες ὀρθῶς λέγουσιν. οὐ γὰρ αὐχμὸν οὐδʼ ἄνεμον οὐδὲ θάλατταν οὐδὲ σκότος, ἀλλὰ πᾶν ὅσον ἡ φύσις βλαβερὸν καὶ φθαρτικὸν ἔχει, μόριον τοῦ Τυφῶνος ἔστιν. οὔτε γὰρ ἐν ἀψύχοις σώμασι τὰς τοῦ παντὸς ἀρχὰς θετέον, ὡς Δημόκριτος καὶ Ἐπίκουρος, οὔτʼ ἀποίου δημιουργὸν ὕλης ἕνα λόγον καὶ μίαν πρόνοιαν, ὡς οἱ Στωικοί, περιγιγνομένην ἁπάντων καὶ κρατοῦσαν. ἀδύνατον γὰρ ἢ φλαῦρον ὁτιοῦν, ὅπου πάντων, ἢ χρηστόν, ὅπου μηδενὸς ὁ θεὸς αἴτιος,3 ἐγγενέσθαι. παλίντονος γάρ ἁρμονίη κόσμου, ὅκωσπερ λύρης καὶ τόξου καθʼ Ἡράκλειτον· καὶ κατʼ Εὐριπίδην "οὐκ ἂν γένοιτο χωρὶς ἐσθλὰ καὶ κακά, ἀλλʼ ἔστι τις σύγκρασις ὥστʼ ἔχειν καλῶς." διὸ καὶ παμπάλαιος αὕτη κάτεισιν ἐκ θεολόγων καὶ νομοθετῶν εἴς τε ποιητὰς καὶ φιλοσόφους δόξα, τὴν ἀρχὴν ἀδέσποτον ἔχουσα, τὴν δὲ πίστιν ἰσχυρὰν καὶ δυσεξάλειπτον, οὐκ ἐν λόγοις μόνον οὐδʼ ἐν φήμαις, ἀλλʼ ἔν τε τελεταῖς ἔν τε θυσίαις καὶ βαρβάροις καὶ Ἕλλησι πολλαχοῦ περιφερομένη, ὡς οὔτʼ ἄνουν καὶ ἄλογον καὶ ἀκυβέρνητον αἰωρεῖται τῷ αὐτομάτῳ τὸ πᾶν, οὔθʼ εἷς ἐστιν ὁ κρατῶν καὶ κατευθύνων ὥσπερ οἴαξιν ἤ τισι πειθηνίοις χαλινοῖς λόγος, ἀλλὰ πολλὰ καὶ μεμιγμένα κακοῖς καὶ ἀγαθοῖς· μᾶλλον δὲ μηδὲν ὡς ἁπλῶς εἰπεῖν ἄκρατον ἐνταῦθα τῆς φύσεως φερούσης, οὐ δυεῖν πίθων εἷς ταμίας ὥσπερ νάματα τὰ πράγματα καπηλικῶς διανέμων ἀνακεράννυσιν ἡμῖν ἀλλʼ ἀπὸ δυεῖν ἐναντίων ἀρχῶν4 καὶ δυεῖν ἀντιπάλων δυνάμεων τῆς μὲν ἐπὶ τὰ δεξιὰ καὶ κατʼ εὐθεῖαν ὑφηγουμένης, τῆς δʼ ἔμπαλιν ἀναστρεφούσης καὶ ἀνακλώσης, ὅ τε βίος μικτὸς ὅ τε κόσμος, εἰ καὶ μὴ πᾶς, ἀλλʼ ὁ περίγειος οὗτος καὶ μετὰ σελήνην ἀνώμαλος καὶ ποικίλος γέγονε καὶ μεταβολὰς πάσας δεχόμενος. εἰ γὰρ οὐδὲν ἀναιτίως πέφυκε γίγνεσθαι, αἰτίαν δὲ κακοῦ τἀγαθὸν οὐκ ἂν παράσχοι, δεῖ γένεσιν ἰδίαν καὶ ἀρχὴν ὥσπερ ἀγαθοῦ καὶ κακοῦ τὴν φύσιν ἔχειν.

故而可以恰当地说,单独来看各人所言皆不完全正确,但综合来看众人之说皆为合宜。盖并非干旱,亦非风暴,亦非海洋,亦非幽暗本身即是堤丰,而是自然所蕴含的一切有害与破坏之物,皆为堤丰的一部分。盖我们既不可如德谟克利特和伊壁鸠鲁那样,将宇宙的本原寄于无生命的物体之中;亦不可如斯多亚派那样,将单一的理性与单一的摄理设定为无性质的质料的匠造者,以之凌驾并主宰一切。因为在神作为一切原因之处,任何卑下之物均不可能产生;而在神不作为任何事物的原因之处,任何善美之物亦绝不可能出现。 盖如赫拉克利特所言: “宇宙的和谐乃是反向张力的调和,正如琴与弓一般”;又如欧里庇得斯所言: “善事与恶事绝不可能彼此分离, 唯有某种交融方能使一切安好。” 因此,这一极其古老的观点由神学家和立法者流传至诗人和哲学家,虽其源头无主可考,却具有坚固而不可磨灭的确信,不仅在言辞与传闻之中,更在异族与希腊人各处的秘仪和祭祀中广为流传:即宇宙既非没有理智、理性与舵手而凭空由偶然而悬荡,亦非有单一的理性如同操持舵轮或驯服的缰绳一般统辖并指引着一切,而是充满着掺杂了恶与善的诸多事物;或者毋宁说,既然自然在此尘世间几乎不产生任何纯粹之物,那么便并非有一位管家如同店家分酒一般,从两个瓮中为我们调配事务的甘泉,而是出于两个对立的本原与两种相抗的力量——一者向右且沿直线引导,另一者则反向回转与偏折——人生因而成为混合的,而这宇宙纵然并非全体,至少这环地与月下的尘世已变得参差不齐、斑驳多样,并承受着一切变易。盖若依自然之理无一物能无因而生,而善又不可能提供恶的原因,那么自然便必须拥有恶的独特生成与本原,一如拥有善的本原一般。

语法注4 条
  1. 368eκύων ἐν ἑαυτῷ τὴν τοῦ κυνὸς ἐπίκλησιν ἔσχεν

    此处利用动词 κυέω(怀胎、孕育)的现在分词阳性单数主格 κύων 与名词 κύων(犬)同形的特点构成的语源双关;前者意为“在自身中怀胎”,后者指“犬的(称谓)”。

  2. 368eἀλλʼ ἢ μόνος ὁ κύων

    否定词 οὐδέν 后的惯用表达 ἀλλʼ ἤ,表示除外(“除了……之外”)。在此处意为“除了只有犬之外,没有任何东西接近或品尝”。

  3. 369aὅπου πάντων, ἢ χρηστόν, ὅπου μηδενὸς ὁ θεὸς αἴτιος

    高度省略的对称并列结构。前半句 ὅπου πάντων 之后省略了后半句出现的 [ὁ θεὸς αἴτιος],两分句的主语(φλαῦρον ὁτιοῦν 与 χρηστόν)均由 ἀδύνατον 支配的共同不定词 ἐγγενέσθαι 统摄。

  4. 369cοὐ δυεῖν πίθων εἷς ταμίας ... ἀλλʼ ἀπὸ δυεῖν ἐναντίων ἀρχῶν

    此处化用了荷马《伊利亚特》第24卷527-528行关于宙斯双瓮的典故。句法上呈现破格转换(anacoluthon):前半句以否定限定动词引导(“并非一位管家……调配”,οὐ ... εἷς ταμίας ... ἀνακεράννυσιν),后半句转变为介词短语引导的新主谓结构(“而是出于两个对立的本原……人生与宇宙遂成为混合的”,ἀλλʼ ἀπὸ δυεῖν ... γέγονε)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg089.humanitext-grc2:44-45