← 普鲁塔克

论伊西斯与奥西里斯

§4-6

祭司的服饰剃发与饮食清净规诫

阐明了祭司剃发与身着亚麻衣的真正缘由在于排斥秽物与残余,进而解释了禁绝豆类、肉食、食盐、尼罗河水以及节制饮酒背后的宗教与身体观念。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4

ἐπεὶ τούς γε πολλοὺς καὶ τὸ κοινότατον τοῦτο καὶ σμικρότατον λέληθεν, ἐφʼ ὅτῳ τὰς τρίχας οἱ ἱερεῖς ἀποτίθενται καὶ λινᾶς ἐσθῆτας φοροῦσιν· οἱ μὲν γὰρ οὐδʼ ὅλως φροντίζουσιν εἰδέναι περὶ τούτων, οἱ δὲ τῶν μὲν ἐρίων ὥσπερ τῶν κρεῶν, σεβομένους τὸ πρόβατον, ἀπέχεσθαι λέγουσι, ξυρεῖσθαι δὲ τὰς κεφαλὰς διὰ τὸ πένθος, φορεῖν δὲ τὰ λινᾶ διὰ τὴν χρόαν, ἣν τὸ λίνον ἀνθοῦν ἀνίησι τῇ περιεχούσῃ τὸν κόσμον αἰθερίῳ χαροπότητι προσεοικυῖαν. ἡ δʼ ἀληθὴς αἰτία μία πάντων ἐστί· καθαροῦ γάρ, ᾗ φησιν ὁ Πλάτων, οὐ θεμιτὸν ἅπτεσθαι μὴ καθαρῷ· περίσσωμα δὲ τροφῆς καὶ σκύβαλον οὐδὲν ἁγνὸν οὐδὲ καθαρόν ἐστιν· ἐκ δὲ περιττωμάτων ἔρια καὶ λάχναι καὶ τρίχες καὶ ὄνυχες ἀναφύονται καὶ βλαστάνουσι. γελοῖον οὖν ἦν τὰς μὲν αὑτῶν τρίχας ἐν ταῖς ἁγνείαις ἀποτίθεσθαι ξυρουμένους καὶ λειαινομένους πᾶν ὁμαλῶς τὸ σῶμα, τὰς δὲ τῶν θρεμμάτων ἀμπέχεσθαι καὶ φορεῖν·1 καὶ γὰρ τὸν Ἡσίοδον οἴεσθαι δεῖ λέγοντα "μηδʼ ἀπὸ πεντόζοιο θεῶν ἐν δαιτὶ θαλείῃ αὖον ἀπὸ χλωροῦ τάμνειν αἴθωνι σιδήρῳ" διδάσκειν ὅτι δεῖ καθαροὺς τῶν τοιούτων γενομένους ἑορτάζειν,2 οὐκ ἐν αὐταῖς ταῖς ἱερουργίαις χρῆσθαι καθάρσει καὶ ἀφαιρέσει τῶν περιττωμάτων. τὸ δὲ λίνον φύεται μὲν ἐξ ἀθανάτου τῆς γῆς καὶ καρπὸν ἐδώδιμον ἀναδίδωσι, λιτὴν δὲ παρέχει καὶ καθαρὰν ἐσθῆτα καὶ τῷ σκέποντι μὴ βαρύνουσαν, εὐάρμοστον δὲ πρὸς πᾶσαν ὥραν, ἥκιστα δὲ φθειροποιόν, ὡς λέγουσι· περὶ ὧν ἕτερος λόγος.

因为大多数人甚至对这最寻常、最微小之事亦茫然不晓:祭司们究竟为何剃去毛发并身着亚麻衣袍。有些人根本不在意探明这些,而另一些人则说,他们因尊崇绵羊而像禁食羊肉一样避用羊毛,剃光头颅是因居丧致哀,身着亚麻衣则是因亚麻花开时所呈现的色彩类似于环裹世界的明朗青天之色。然而真正的因由对这一切而言只有一个。因为正如柏拉图所言,“非洁净者触碰洁净之物是不合神法的”;食物的排泄残余与残滓绝无任何神圣或洁净可言;而羊毛、兽毛、毛发与指甲正是从残余排泄物中萌生滋长的。因此,若在洁净礼中一边剃去自己身上的毛发、将浑身各处均等刮拭光滑,一边却裹上并穿戴牲畜的毛发,那便是荒唐可笑的了。确实应当认为,赫西俄德在说: “切莫在诸神的盛宴上,自那五叉的枝条, 以闪烁之铁刃将枯萎自青翠处割除,” 时,乃是教导人们应当在清除了此类事物之后再去过节,而不应在圣仪进行之时才去从事排泄废物的净化与切除。而亚麻则生于不朽之大地,且结出可食用的果实,能提供简素洁净的衣物,不因遮覆而沉重,适应各个时节,而且如世人所言最不生虱;关于这些尚有另一番论说。

§5

οἱ δʼ ἱερεῖς οὕτω δυσχεραίνουσι τὴν τῶν περιττωμάτων φύσιν, ὥστε μὴ μόνον παραιτεῖσθαι τῶν ὀσπρίων τὰ πολλὰ καὶ τῶν κρεῶν τὰ μήλεια καὶ ὕεια, πολλὴν ποιοῦντα περίττωσιν, ἀλλὰ καὶ τοὺς ἅλας τῶν σιτίων ἐν ταῖς ἁγνείαις ἀφαιρεῖν, ἄλλας τε πλείονας αἰτίας ἔχοντας καὶ τὸ ποτικωτέρους καὶ βρωτικωτέρους ποιεῖν ἐπιθήγοντας τὴν ὄρεξιν. τὸ γάρ, ὡς Ἀρισταγόρας ἔλεγε, διὰ τὸ πηγνυμένοις πολλὰ τῶν μικρῶν ζῴων ἐναποθνήσκειν ἁλισκόμενα μὴ καθαροὺς λογίζεσθαι τοὺς ἅλας εὔηθές ἐστι.3 λέγονται δὲ καὶ τὸν Ἆπιν ἐκ φρέατος ἰδίου ποτίζειν, τοῦ δὲ Νείλου παντάπασιν ἀπείργειν, οὐ μιαρὸν ἡγούμενοι τὸ ὕδωρ διὰ τὸν κροκόδειλον, ὡς ἔνιοι νομίζουσιν οὐδὲν γὰρ οὕτω τίμιον Αἰγυπτίοις, ὡς ὁ Νεῖλος ἀλλὰ πιαίνειν δοκεῖ καὶ μάλιστα πολυσαρκίαν ποιεῖν τὸ Νειλῷον ὕδωρ πινόμενον. οὐ βούλονται δὲ τὸν Ἆπιν οὕτως ἔχειν οὐδʼ ἑαυτούς, ἀλλʼ εὐσταλῆ καὶ κοῦφα ταῖς ψυχαῖς περικεῖσθαι τὰ σώματα καὶ μὴ πιέζειν μηδὲ καταθλίβειν ἰσχύοντι τῷ θνητῷ καὶ βαρύνοντι τὸ θεῖον.

祭司们对排泄废物的本性深恶痛绝,以至于他们不仅拒食大部分豆类以及羊肉和猪肉等产生大量残留的肉食,而且在行洁净礼时甚至从食物中剔除食盐;他们除有其他诸多因由外,还因盐能刺激食欲而令人多饮多食。至于像阿里斯塔戈拉斯所言,认为由于盐在凝结时许多小动物被困而死于其中因而盐不洁净,这乃是迂阔浅薄之见。据说他们还用专属的井水供阿匹斯饮用,而完全阻止其饮用尼罗河水;这并非如某些人所设想的那样因鳄鱼而视河水为污秽——因为对埃及人而言没有什么比尼罗河更为尊贵——而是因为饮用尼罗河水似乎极易令人肥胖并滋生过多赘肉。他们不希望阿匹斯如此,亦不希望自身如此,而是希望肉体紧凑而轻快地包裹着灵魂,不让凡俗的成分因过于强健沉重而压迫或摧残神圣的成分。

§6

οἶνον δʼ οἱ μὲν ἐν Ἡλίου πόλει θεραπεύοντες τὸν θεὸν οὐκ εἰσφέρουσι τὸ παράπαν εἰς τὸ ἱερόν, ὡς οὐ προσῆκον ἡμέρας πίνειν, τοῦ κυρίου καὶ βασιλέως ἐφορῶντος· οἱ δʼ ἄλλοι χρῶνται μὲν ὀλίγῳ δέ. πολλὰς δʼ ἀοίνους ἁγνείας ἔχουσιν, ἐν αἷς φιλοσοφοῦντες καὶ μανθάνοντες καὶ διδάσκοντες τὰ θεῖα διατελοῦσιν. οἱ δὲ βασιλεῖς καὶ μετρητὸν ἔπινον ἐκ τῶν ἱερῶν γραμμάτων, ὡς Ἑκαταῖος ἱστόρηκεν, ἱερεῖς ὄντες· ἤρξαντο δὲ πίνειν ἀπὸ Ψαμμητίχου, πρότερον δʼ οὐκ ἔπινον οἶνον οὐδʼ ἔσπενδον ὡς φίλιον θεοῖς, ἀλλʼ ὡς αἷμα τῶν πολεμησάντων ποτὲ τοῖς θεοῖς, ἐξ ὧν οἴονται πεσόντων καὶ τῇ γῇ συμμιγέντων ἀμπέλους γενέσθαι· διὸ καὶ τὸ μεθύειν ἔκφρονας ποιεῖν καὶ παραπλῆγας, ἅτε δὴ τῶν προγόνων τοῦ αἵματος ἐμπιπλαμένους. ταῦτα μὲν οὖν Εὔδοξος ἐν τῇ δευτέρᾳ τῆς περιόδου λέγεσθαί φησιν οὕτως ὑπὸ τῶν ἱερέων.

在赫利奥波利斯侍奉神明的人根本不把酒带入圣所,认为在主宰与君王下视的白昼饮酒是不合礼法的;其余的人虽饮酒但也极有节制。他们拥有许多禁酒的洁净期,在这些时期内他们始终致力于研习哲学、领会并教授神圣之事。君王们因同为祭司,亦如赫卡泰欧斯所记载的那样,依照圣典的规定饮用定量的酒;他们是从普萨美提库斯时代才开始饮酒的,在此之前他们既不饮酒,亦不将其作为悦纳神明的奠酒献祭,而是将其视为昔日与诸神交战之人的鲜血,他们认为这些人被击倒后与泥土混合,便长出了葡萄藤;因此酗酒使人丧失心智并陷入狂乱,正是由于他们充斥着先祖鲜血之故。这些事情,欧多克索斯在其《周游记》第二卷中称便是由祭司们如此陈述的。

语法注3 条
  1. 352dγελοῖον οὖν ἦν τὰς μὲν αὑτῶν τρίχας ἐν ταῖς ἁγνείαις ἀποτίθεσθαι ξυρουμένους καὶ λειαινομένους πᾶν ὁμαλῶς τὸ σῶμα, τὰς δὲ τῶν θρεμμάτων ἀμπέχεσθαι καὶ φορεῖν

    未加ἄν的未完成过去时直陈式ἦν是非人称结构,用于表示非现实或与事实相反的推论(“若是……那便是荒谬可笑的”),以此反衬剃净自身毛发却身披牲畜毛皮的内在矛盾。

  2. 352eκαὶ γὰρ τὸν Ἡσίοδον οἴεσθαι δεῖ λέγοντα ... διδάσκειν ὅτι δεῖ καθαροὺς τῶν τοιούτων γενομένους ἑορτάζειν

    由 οἴεσθαι δεῖ(“应当认为”)统领的宾格不定式结构,其中 τὸν Ἡσίοδον 为宾格主语,διδάσκειν 为不定式谓语,诗歌引文插在现在分词 λέγοντα 与 διδάσκειν 之间形成了离隔结构。

  3. 352eτὸ γάρ, ὡς Ἀρισταγόρας ἔλεγε, διὰ τὸ πηγνυμένοις πολλὰ τῶν μικρῶν ζῴων ἐναποθνήσκειν ἁλισκόμενα μὴ καθαροὺς λογίζεσθαι τοὺς ἅλας εὔηθές ἐστι.

    全句主语为带定冠词的不定式短语 τὸ ... μὴ καθαροὺς λογίζεσθαι τοὺς ἅλας(“视盐为不洁”),谓语为 εὔηθές ἐστι(“是愚蠢的”)。中间插入了表示原因的介词短语加定冠词不定式 διὰ τὸ ... ἐναποθνήσκειν,其中 πηγνυμένοις 为省略了与格名词(τοῖς ἁλσίν)的伴随情况与格。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg089.humanitext-grc2:4-6