← 普鲁塔克

论伊西斯与奥西里斯

§1-3

追寻真理与对伊西斯的真正崇敬

作者阐明向神明祈求的最大善乃是对真理的认知,并指出对伊西斯的真正崇奉不在于外在的仪式与形式,而在于凭借理性对神圣真理的哲学追寻。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1

πάντα μέν, ὦ Κλέα, δεῖ τἀγαθὰ τοὺς νοῦν ἔχοντας αἰτεῖσθαι παρὰ τῶν θεῶν, μάλιστα δὲ τῆς περὶ αὐτῶν ἐπιστήμης ὅσον ἐφικτόν ἐστιν ἀνθρώποις μετιόντες εὐχώμεθα τυγχάνειν παρʼ αὐτῶν ἐκείνων·1 ὡς οὐδὲν ἀνθρώπῳ λαβεῖν μεῖζον οὐδὲ χαρίσασθαι θεῷ σεμνότερον ἀληθείας. τἄλλα μὲν γὰρ ἀνθρώποις ὁ θεὸς ὧν δέονται δίδωσιν, νοῦ δὲ καὶ φρονήσεως μεταδίδωσιν, οἰκεῖα κεκτημένος ταῦτα καὶ χρώμενος. οὐ γὰρ ἀργύρῳ καὶ χρυσῷ μακάριον τὸ θεῖον, οὐδὲ βρονταῖς καὶ κεραυνοῖς ἰσχυρόν, ἀλλʼ ἐπιστήμῃ καὶ φρονήσει. καὶ τοῦτο κάλλιστα πάντων Ὅμηρος ὧν εἴρηκε περὶ θεῶν ἀναφθεγξάμενος "ἦ μὰν ἀμφοτέροισιν ὁμὸν γένος ἠδʼ ἴα πάτρη, ἀλλὰ Ζεὺς πρότερος γεγόνει καὶ πλείονα ᾔδει, " σεμνοτέραν ἀπέφηνε τὴν τοῦ Διὸς ἡγεμονίαν, ἐπιστήμῃ καὶ σοφίᾳ πρεσβυτέραν οὖσαν. οἶμαι δὲ καὶ τῆς αἰωνίου ζωῆς, ἣν ὁ θεὸς εἴληχεν, εὔδαιμον εἶναι τὸ τῇ γνώσει μὴ προαπολείπειν τὰ γιγνόμενα·2 τοῦ δὲ γιγνώσκειν τὰ ὄντα καὶ φρονεῖν ἀφαιρεθέντος, οὐ βίον ἀλλὰ χρόνον εἶναι τὴν ἀθανασίαν.

克莱娅啊,有理智的人固然应当向诸神祈求一切善美之物,但在我们追寻关于诸神自身的知识时,更当祈求从诸神那里获得这在人类所能及之限度内的知识;因为对于人而言,没有什么比领受真理更为伟大,对于神而言,也没有什么比赐予真理更为崇高。实际上,神给予人们所需要的其他事物,但关于理智与明哲,则是加以分享,因为神本就将这些据为己有并加以运用。毕竟神圣之物绝非因金银而得享福乐,亦非因雷霆电闪而获其强力,而是凭借知识与明哲。荷马在谈及诸神的一切话语中,将这一点唱得最为优美: “确实,二人本系同族且生于一乡, 然而宙斯生而为先,且知晓更多, ” 他表明宙斯的统治权更为尊严,因其在知识与智慧上更为年长。而我认为,在神所获得的永恒生命中,凭借认知而不至对生成变化的事物预先丧失领悟,正是其福乐所在;若除去了认识实存之物与保持明哲,不朽便不再是生命,而仅仅是时间。

§2

διὸ θειότητος ὄρεξίς ἐστιν ἡ τῆς ἀληθείας μάλιστα δὲ τῆς περὶ θεῶν ἔφεσις, ὥσπερ ἀνάληψιν ἱερῶν τὴν μάθησιν ἔχουσα καὶ τὴν ζήτησιν, ἁγνείας τε πάσης καὶ νεωκορίας ἔργον ὁσιώτερον, οὐχ ἥκιστα δὲ τῇ θεῷ ταύτῃ κεχαρισμένον, ἣν σὺ θεραπεύεις ἐξαιρέτως σοφὴν καὶ φιλόσοφον οὖσαν, ὡς τοὔνομά γε φράζειν ἔοικε, παντὸς μᾶλλον αὐτῇ τὸ εἰδέναι καὶ τὴν ἐπιστήμην προσήκουσαν. Ἑλληνικὸν γὰρ ἡ Ἶσίς ἐστι καὶ ὁ Τυφὼν, ὢν πολέμιος τῇ θεῷ καὶ διʼ ἄγνοιαν καὶ ἀπάτην τετυφωμένος καὶ διασπῶν καὶ ἀφανίζων τὸν ἱερὸν λόγον, ὃν ἡ θεὸς συνάγει καὶ συντίθησι καὶ παραδίδωσι τοῖς τελουμένοις θειώσεως, σώφρονι μὲν ἐνδελεχῶς διαίτῃ καὶ βρωμάτων πολλῶν καὶ ἀφροδισίων ἀποχαῖς κολουούσης τὸ ἀκόλαστον καὶ φιλήδονον, ἀθρύπτους δὲ καὶ στερρὰς ἐν ἱεροῖς λατρείας ἐθιζούσης ὑπομένειν,3 ὧν τέλος ἐστὶν ἡ τοῦ πρώτου καὶ κυρίου καὶ νοητοῦ γνῶσις, ὃν ἡ θεὸς παρακαλεῖ ζητεῖν παρʼ αὐτῇ καὶ μετʼ αὐτῆς ὄντα καὶ συνόντα. τοῦ δʼ ἱεροῦ τοὔνομα καὶ σαφῶς ἐπαγγέλλεται καὶ γνῶσιν καὶ εἴδησιν τοῦ ὄντος. ὀνομάζεται γὰρ Ἰσεῖον ὡς εἰσομένων τὸ ὄν, ἂν μετὰ λόγου καὶ ὁσίως εἰς τὰ ἱερὰ παρέλθωμεν τῆς θεοῦ.4

因此,对真理的渴求——尤其是关于诸神的真理的向往——乃是对神性的一种渴望,它将研习与探究视为圣仪的承接,是比一切洁净礼和司庙执事更为虔敬的作为,更尤其取悦于你所侍奉的这位女神,她是格外明智且热爱智慧的,正如其名所揭示的那样,认知与知识远胜万物地属于她。因为“伊西斯”是希腊语的名字,正如“堤丰”也是;堤丰是女神的仇敌,因无知与虚妄而傲慢自满,撕裂并湮灭那神圣的话语(逻各斯),而女神则收集、拼合并将它传授给那些受礼而归入神化之境的人;女神通过克己恒常的作息,以及对诸多食物和情欲的节制,遏制放荡与贪欢之念,使人习惯在圣所中耐受素朴而严正的事奉,而这些事奉的终极目的乃是认识那首要、至高且惟理智可感的本体,女神劝勉人在她身旁、与她相伴相随处去探寻这位本体。而神殿的名字也明白地昭示着对实存者的认识与知晓;它被称为“伊塞翁”,正意味着只要我们怀着理性与虔敬步入女神的圣所,便将认识那实存者。

§3

ἔτι πολλοὶ μὲν Ἑρμοῦ, πολλοὶ δὲ Προμηθέως ἱστορήκασιν αὐτὴν θυγατέρα· ὧν τὸν μὲν ἕτερον σοφίας καὶ προνοίας, Ἑρμῆν δὲ γραμματικῆς καὶ μουσικῆς εὑρετὴν νομίζοντες. διὸ καὶ τῶν ἐν Ἑρμοῦ πόλει Μουσῶν τὴν προτέραν Ἶσιν ἅμα καὶ Δικαιοσύνην καλοῦσι, σοφὴν οὖσαν, ὥσπερ εἴρηται, καὶ δεικνύουσαν τὰ θεῖα τοῖς ἀληθῶς καὶ δικαίως ἱεραφόροις καὶ ἱεροστόλοις προσαγορευομένοις. οὗτοι δʼ εἰσὶν οἱ τὸν ἱερὸν λόγον περὶ θεῶν πάσης καθαρεύοντα δεισιδαιμονίας καὶ περιεργίας ἐν τῇ ψυχῇ φέροντες ὥσπερ ἐν κίστῃ καὶ περιστέλλοντες, τὰ μὲν μέλανα καὶ σκιώδη τὰ δὲ φανερὰ καὶ λαμπρὰ τῆς περὶ θεῶν ὑποδηλοῦντα οἰήσεως, οἷα καὶ περὶ τὴν ἐσθῆτα τὴν ἱερὰν ἀποφαίνεται. διὸ καὶ τὸ κοσμεῖσθαι τούτοις τοὺς ἀποθανόντας Ἰσιακοὺς σύμβολόν ἐστι τοῦτον τὸν λόγον εἶναι μετʼ αὐτῶν, καὶ τοῦτον ἔχοντας ἄλλο δὲ μηδὲν ἐκεῖ βαδίζειν. οὔτε γὰρ φιλοσόφους πωγωνοτροφίαι, ὦ Κλέα, καὶ τριβωνοφορίαι ποιοῦσιν, οὔτʼ Ἰσιακοὺς αἱ λινοστολίαι καὶ ξυρήσεις· ἀλλʼ Ἰσιακός ἐστιν ὡς ἀληθῶς ὁ τὰ δεικνύμενα καὶ δρώμενα περὶ τοὺς θεοὺς τούτους, ὅταν νόμῳ παραλάβῃ, λόγῳ ζητῶν καὶ φιλοσοφῶν περὶ τῆς ἐν αὐτοῖς ἀληθείας.

此外,许多人记载她是赫尔墨斯之女,许多人则记载她是普罗米修斯之女;他们认为普罗米修斯是智慧与远见的发现者,赫尔墨斯是文法与音律的发现者。因此在赫尔墨斯之城,在众缪斯之中,他们把首位者同时称为伊西斯和“正义”,正如所言,她满怀智慧,向那些真正且名副其实被称为“负圣具者”与“饰圣衣者”的人昭示神圣之事。这些人便是将关于诸神的神圣话语洗净一切迷信与妄求,如贮于宝箧般怀藏于灵魂之中并深加庇护的人;〔这话语〕隐约显明关于诸神之观念中既有幽暗隐晦的一面,又有昭彰明澈的一面,正如在圣衣上所显现的那样。因此,死去的伊西斯信徒佩戴这些作为装殓饰品,便象征着这神圣话语与他们同在,他们亦正是携带着它、别无长物地行往彼方。克莱娅啊,蓄须和披粗袍不能造就哲人,白麻衣和剃光头也不能造就伊西斯的信徒;真正的伊西斯信徒,乃是那些依照礼法领受了关于这些神明所展示与践行的事物之后,以理性探寻并就其中的真理进行哲学思辨的人。

语法注4 条
  1. 351cμάλιστα δὲ τῆς περὶ αὐτῶν ἐπιστήμης ὅσον ἐφικτόν ἐστιν ἀνθρώποις μετιόντες εὐχώμεθα τυγχάνειν παρʼ αὐτῶν ἐκείνων

    τῆς ... ἐπιστήμης 作为属格宾语,受不定式 τυγχάνειν(获得)支配。插入的关系分句 ὅσον ἐφικτόν ἐστιν ἀνθρώποις(在人类可及的限度内)在此作状语,限定所求知识的程度与范围。

  2. 351eτῆς αἰωνίου ζωῆς, ἣν ὁ θεὸς εἴληχεν, εὔδαιμον εἶναι τὸ τῇ γνώσει μὴ προαπολείπειν τὰ γιγνόμενα

    τῆς αἰωνίου ζωῆς 是置于句首的部分属格。带冠词的不定式短语 τὸ ... μὴ προαπολείπειν(不至于预先遗漏/丧失)作为不定式 εἶναι 的主语,而 εὔδαιμον 则作表语,意为在神所拥有的永恒生命中,“这部分才是其福乐所在”。

  3. 352aκολουούσης τὸ ἀκόλαστον καὶ φιλήδονον, ἀθρύπτους δὲ καὶ στερρὰς ἐν ἱεροῖς λατρείας ἐθιζούσης ὑπομένειν

    分词 κολουούσης 与 ἐθιζούσης 为阴性单数属格分词,构成属格绝对结构,其逻辑主语为前文的女神(ἡ θεός)。此处语法由前面的主格关系从句结构较为松散地转入属格绝对构文。

  4. 352aὀνομάζεται γὰρ Ἰσεῖον ὡς εἰσομένων τὸ ὄν, ἂν μετὰ λόγου καὶ ὁσίως εἰς τὰ ἱερὰ παρέλθωμεν τῆς θεοῦ

    ὡς εἰσομένων 是将来时属格分词结构,引出对 Ἰσεῖον(伊西斯神殿)与 εἴσομαι(动词 οἶδα 的将来时,“将要知晓”)之间的词源学文字游戏,表主观目的或根据:“被称作伊塞翁,正如[那些若以理性入内]便将认识实存者之人那样”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg089.humanitext-grc2:1-3