- 底本
- Plutarch. Plutarchi Chaeronensis Moralia, Vol II. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1889.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg089.humanitext-grc2:7-9
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
本段论述了针对鱼类、洋葱和猪的禁忌背后所蕴含的哲学与自然学原由,以及君王的选拔、祭司对其施予的象征性智慧教导和神名的真实涵义。
ἰχθύων δὲ θαλαττίων πάντες μὲν οὐ πάντων ἀλλʼ ἐνίων ἀπέχονται, καθάπερ Ὀξυρυγχῖται τῶν ἀπʼ ἀγκίστρου· σεβόμενοι γὰρ τὸν ὀξύρυγχον ἰχθὺν δεδίασι μή ποτε τὸ ἄγκιστρον οὐ καθαρόν ἐστιν1 ὀξυρύγχου περιπεσόντος αὐτῷ. Συηνῖται δὲ φάγρου· δοκεῖ γὰρ ἐπιόντι τῷ Νείλῳ συνεπιφαίνεσθαι, καὶ τὴν αὔξησιν ἀσμένοις φράζειν αὐτάγγελος ὁρώμενος. οἱ δʼ ἱερεῖς ἀπέχονται πάντων· πρώτου δὲ μηνὸς ἐνάτῃ τῶν ἄλλων Αἰγυπτίων ἑκάστου πρὸ τῆς αὐλείου θύρας ὀπτὸν ἰχθὺν κατεσθίοντος, οἱ ἱερεῖς οὐ γεύονται μὲν κατακάουσι δὲ πρὸ τῶν θυρῶν τοὺς ἰχθῦς, δύο λόγους ἔχοντες, ὧν τὸν μὲν ἱερὸν καὶ περιττὸν αὖθις ἀναλήψομαι, συνᾴδοντα τοῖς περὶ Ὀσίριδος καὶ Τυφῶνος ὁσίως φιλοσοφουμένοις· ὁ δʼ ἐμφανὴς καὶ πρόχειρος οὐκ ἀναγκαῖον οὐδʼ ἀπερίεργον ὄψον ἀποφαίνων τὸν ἰχθύν, Ὁμήρῳ μαρτυρεῖ2 μήτε Φαίακας τοὺς ἁβροβίους μήτε τοὺς Ἰθακησίους ἀνθρώπους νησιώτας ἰχθύσι χρωμένους ποιοῦντι3 μήτε τοὺς Ὀδυσσέως ἑταίρους ἐν πλῷ τοσούτῳ καὶ ἐν θαλάττῃ πρὶν εἰς ἐσχάτην ἐλθεῖν ἀπορίαν. ὅλως δὲ καὶ τὴν θάλατταν ἐκ πυρὸς ἡγοῦνται καὶ παρωρισμένην, οὐδὲ μέρος οὐδὲ στοιχεῖον ἀλλʼ ἀλλοῖον περίττωμα διεφθορὸς καὶ νοσῶδες.
关于海鱼,所有人并非忌食所有鱼类,而是避食某些种类:例如奥克西林库斯人避食钩钓之鱼;因为他们崇敬尖吻鱼,唯恐钩上曾挂过尖吻鱼而使鱼钩不洁。绪埃奈人则避食海鲷;因为此鱼似乎伴随尼罗河水上涨而显现,其被目击便自成信使,向欣喜的人们预告涨水。然而祭司们则避食一切鱼类;在第一个月的初九,当其他每个埃及人都在自家大门前食用烤鱼时,祭司们不仅绝不品尝,反而将鱼在门前烧成灰烬。他们持有两条理由,其中神圣而深奥的一条——与关于奥西里斯与堤丰的虔敬哲学阐释相符——我将在后文重提;而那显明易解的一条,则指明鱼既非生活必需之物,亦非省事简易之肴,并为荷马作证:他既未描写过着奢华生活的淮阿喀亚人食用鱼类,亦未描写同为岛民的伊萨卡人食鱼,甚至奥德修斯的同伴们在漫长的航海与大洋之中,直到陷入极端困境之前亦未食鱼。总的来说,他们甚至认为海洋亦生于火且被划于界外,既非宇宙的部分亦非元素,而是变质、腐败且病态的排泄物。
οὐδὲν γὰρ ἄλογον οὐδὲ μυθῶδες οὐδʼ ὑπὸ δεισιδαιμονίας, ὥσπερ ἔνιοι νομίζουσιν, ἐγκατεστοιχειοῦτο ταῖς ἱερουργίαις, ἀλλὰ τὰ μὲν ἠθικὰς ἔχοντα καὶ χρειώδεις αἰτίας, τὰ δʼ οὐκ ἄμοιρα κομψότητος ἱστορικῆς ἢ φυσικῆς ἐστιν, οἷον τὸ περὶ κρομμύου. τὸ γὰρ ἐμπεσεῖν εἰς τὸν ποταμὸν καὶ ἀπολέσθαι τὸν τῆς Ἴσιδος τρόφιμον Δίκτυν τῶν κρομμύων ἐπιδρασσόμενον ἐσχάτως ἀπίθανον· οἱ δʼ ἱερεῖς ἀφοσιοῦνται καὶ δυσχεραίνουσι τὸ κρόμμυον παραφυλάττοντες, ὅτι τῆς σελήνης φθινούσης μόνον εὐτροφεῖν τοῦτο καὶ τεθηλέναι πέφυκεν. ἔστι δὲ πρόσφορον οὔθʼ ἁγνεύουσιν οὔθʼ ἑορτάζουσι, τοῖς μὲν ὅτι διψῆν, τοῖς δʼ ὅτι δακρύειν ποιεῖ τοὺς προσφερομένους. ὁμοίως δὲ καὶ τὴν ὗν ἀνίερον ζῷον ἡγοῦνται· ὡς μάλιστα γὰρ ὀχεύεσθαι δοκεῖ τῆς σελήνης φθινούσης· καὶ τῶν τὸ γάλα πινόντων ἐξανθεῖ τὰ σώματα λέπραν καὶ ψωρικὰς τραχύτητας, τὸν δὲ λόγον, ὃν θύοντες ἅπαξ ὗν ἐν πανσελήνῳ καὶ ἐσθίοντες ἐπιλέγουσιν, ὡς ὁ Τυφὼν ὗν διώκων πρὸς τὴν πανσέληνον εὗρε τὴν ξυλίνην σορόν, ἐν ᾗ τὸ σῶμα τοῦ Ὀσίριδος ἔκειτο, καὶ διέρριψεν, οὐ πάντες ἀποδέχονται, παρακουσμάτιον ὥσπερ ἄλλα πολλὰ νομίζοντες· ἀλλὰ τρυφήν τε καὶ πολυτέλειαν καὶ ἡδυπάθειαν οὕτω προβάλλεσθαι4 τοὺς παλαιοὺς λέγουσιν, ὥστε καὶ στήλην ἔφασαν ἐν Θήβαις ἐν τῷ ἱερῷ κεῖσθαι κατάρας ἐγγεγραμμένας ἔχουσαν κατὰ Μείνιος τοῦ βασιλέως, ὃς πρῶτος Αἰγυπτίους τῆς ἀπλούτου καὶ ἀχρημάτου καὶ λιτῆς ἀπήλλαξε διαίτης. λέγεται δὲ καὶ Τέχνακτις ὁ Βοκχόρεως πατὴρ στρατεύων ἐπʼ Ἄραβας, τῆς ἀποσκευῆς βραδυνούσης, ἡδέως τῷ προστυχόντι σιτίῳ χρησάμενος, εἶτα κοιμηθεὶς βαθὺν ὕπνον ἐπὶ στιβάδος, ἀσπάσασθαι τὴν εὐτέλειαν· ἐκ δὲ τούτου καταράσασθαι τῷ Μεινίῳ, καὶ τῶν ἱερέων ἐπαινεσάντων στηλιτεῦσαι τὴν κατάραν.
因为绝无任何不合理、荒诞或出于迷信之物(如某些人所设想的那样)被纳入祭仪之中,相反,有些具有伦理与实用的缘由,有些则不乏历史或自然学上的精妙,关于洋葱之事便是如此。盖谓伊西斯的养子狄克梯斯因攀抓洋葱而落水溺亡之说,乃是极其不可信的;祭司们之所以规避并厌弃洋葱,乃是由于他们观察到,此物生来仅在月亏之时茁壮繁茂。此外,它对行洁净礼者与过节者皆不适宜:对前者是因为它引致口渴,对后者是因为它令食之者落泪。同样,他们亦将猪视为不洁之兽;因为猪似乎尤在月亏时交媾,且饮其奶者身体会发散出麻风与疥癣般的粗糙皮疹。至于他们在满月时唯一一次献祭并食用猪时所念诵的传说——谓堤丰在满月下追赶一头猪时,发现了安放奥西里斯遗体的木棺并将其撕碎抛撒——并非人人采信,而是如其他许多传闻一样被视作以讹传讹之辞。相反,他们说古人极力摒弃奢靡、繁缛与纵欲,以至于他们称在底比斯的圣殿中立有一块石碑,上面刻有针对梅尼斯国王的咒诅,因他是首位使埃及人脱离无财宝、无钱币之质朴生活方式的人。据说博克霍里斯之父泰克纳克提斯率军征讨阿拉伯人时,因辎重迟延,便乐于享用手边偶得之食,随后在草垫上酣然沉睡,从此便钟爱朴质俭约;由此他诅咒梅尼斯,并在祭司们的赞许下将咒文刻于石碑之上。
οἱ δὲ βασιλεῖς ἀπεδείκνυντο μὲν ἐκ τῶν ἱερέων ἢ τῶν μαχίμων, τοῦ μὲν διʼ ἀνδρείαν τοῦ δὲ διὰ σοφίαν γένους ἀξίωμα καὶ τιμὴν ἔχοντος. ὁ δʼ ἐκ μαχίμων ἀποδεδειγμένος εὐθὺς ἐγίγνετο τῶν ἱερέων5 καὶ μετεῖχε τῆς φιλοσοφίας, ἐπικεκρυμμένης τὰ πολλὰ μύθοις καὶ λόγοις ἀμυδρὰς ἐμφάσεις τῆς ἀληθείας καὶ διαφάσεις ἔχουσιν, ὥσπερ ἀμέλει καὶ παραδηλοῦσιν αὐτοὶ πρὸ τῶν ἱερῶν τὰς σφίγγας ἐπιεικῶς ἱστάντες, ὡς αἰνιγματώδη σοφίαν τῆς θεολογίας αὐτῶν ἐχούσης. τὸ δʼ ἐν Σάι τῆς Ἀθηνᾶς, ἣν καὶ Ἶσιν νομίζουσιν, ἕδος ἐπιγραφὴν εἶχε τοιαύτην ἐγώ εἰμι πᾶν τὸ γεγονὸς καὶ ὂν καὶ ἐσόμενον καὶ τὸν ἐμὸν πέπλον οὐδείς πω θνητὸς ἀπεκάλυψεν ἔτι δὲ τῶν πολλῶν νομιζόντων ἴδιον παρʼ Αἰγυπτίοις ὄνομα τοῦ Διὸς εἶναι τὸν Ἀμοῦν (ὃ παράγοντες ἡμεῖς Ἄμμωνα λέγομεν), Μανεθὼς μὲν ὁ Σεβεννύτης τὸ κεκρυμμένον οἴεται καὶ τὴν κρύψιν ὑπὸ ταύτης δηλοῦσθαι τῆς φωνῆς· Ἑκαταῖος δʼ ὁ Ἀβδηρίτης φησὶ τούτῳ καὶ πρὸς ἀλλήλους τῷ ῥήματι χρῆσθαι τοὺς Αἰγυπτίους, ὅταν τινὰ προσκαλῶνται· προσκλητικὴν γὰρ εἶναι τὴν φωνήν. διὸ τὸν πρῶτον θεόν, ὃν τῷ παντὶ τὸν αὐτὸν νομίζουσιν, ὡς ἀφανῆ καὶ κεκρυμμένον ὄντα προσκαλούμενοι καὶ παρακαλοῦντες ἐμφανῆ γενέσθαι καὶ δῆλον αὐτοῖς, Ἀμοῦν λέγουσιν. ἡ μὲν οὖν εὐλάβεια τῆς περὶ τὰ θεῖα σοφίας Αἰγυπτίων τοσαύτη ἦν.
君王乃是从祭司或武士中选拔产生,前者因智慧、后者因英勇而享有尊严与荣耀。从武士中选拔出的人随即成为祭司的一员并分享其哲学,而这门哲学大多隐藏于含有真理模糊显现与透射的虚构与言辞之中,正如他们自己通常在神殿前设立斯芬克斯以明示其神学蕴含神秘莫测的智慧一样。在赛斯的雅典娜(他们亦视其为伊西斯)神庙中,其神像刻有如下铭文: “吾乃一切曾存在、现存在并将来存在者,凡人尚未有一人揭开吾之面纱。” 此外,尽管大众认为阿蒙是埃及人对宙斯的特有称呼(我们转音称之为阿姆蒙),但塞本尼托斯的曼涅托认为,这一词语表示“隐秘之物”及“隐藏”本身;而阿布德拉的赫卡泰欧斯则说,埃及人在彼此呼唤时亦使用这一语词,因为这是一种呼唤之声。因此,当他们呼唤那被认为与宇宙为同一的初初之神——因其无形而隐匿——并恳求他显现于世且向他们敞明时,便称其为阿蒙。由此可见,埃及人对于关于神圣事物的智慧所怀有的审慎敬虔,乃是如此深沉。
- 7δεδίασι μή ποτε τὸ ἄγκιστρον οὐ καθαρόν ἐστιν
在表示恐惧的动词(δεδίασι)之后,μή ποτε 与现在直陈式(ἐστιν)连用,表示对既成事实而非未来偶发事件的忧虑(“唯恐钩子其实并非洁净”)。否定词 οὐ 直接否定表语形容词 καθαρόν。
- 353dὧν τὸν μὲν ἱερὸν καὶ περιττὸν αὖθις ἀναλήψομαι ... ὁ δʼ ἐμφανὴς καὶ πρόχειρος ... μαρτυρεῖ
在部分属格关系词 ὧν(先行词为 δύο λόγους)的引导下,μέν 分句中宾格的 τὸν μὲν ἱερὸν καὶ περιττόν [λόγον] 作为动词 ἀναλήψομαι 的宾语,而 δέ 分句则发生了句法转换(破格语法),ὁ δʼ ἐμφανὴς καὶ πρόχειρος [λόγος] 转作其后动词 μαρτυρεῖ 的主格主语。
- 353dμήτε Φαίακας τοὺς ἁβροβίους μήτε τοὺς Ἰθακησίους ἀνθρώπους νησιώτας ἰχθύσι χρωμένους ποιοῦντι
ποιοῦντι 是与 Ὁμήρῳ 一致的与格分词,意为“描绘”或“呈现”。Φαίακας 及随后的诸宾格作 ποιοῦντι 的宾语,χρωμένους 为补充主控宾语的分词,形成“荷马并未将淮阿喀亚人等描绘为食鱼者”的结构。
- 354aπροβάλλεσθαι
中动不定词 προβάλλεσθαι 在此引申为“抵挡”、“排斥”或“憎嫌避弃”(源自如持盾般推挡于前)。其逻辑主语为宾格的 τοὺς παλαιούς,宾语为 τρυφήν 等。
- 354bὁ δʼ ἐκ μαχίμων ἀποδεδειγμένος εὐθὺς ἐγίγνετο τῶν ἱερέων
属格 τῶν ἱερέων 与 ἐγίγνετο 连用,属于表示归属的属格(genitive of belonging),意为“成为祭司们当中的一员”或“归入祭司阶层”。
