← 普鲁塔克

论伊西斯与奥西里斯

§36-38

奥西里斯的湿性与尼罗河和大地结合的寓意

本节阐述了奥西里斯所象征的湿性本原及其三重性,并对遗失男根的神话及与阿波庇斯之战作了自然哲学的合理解释。随后列举了常春藤与神名等证明奥西里斯与狄奥尼索斯同一性的例证,并以尼罗河(奥西里斯)与大地(伊西斯、奈芙蒂斯)的结合解释荷鲁斯与阿努比斯的诞生。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§36

οὐ μόνον δὲ τὸν Νεῖλον, ἀλλὰ πᾶν ὑγρὸν ἁπλῶς Ὀσίριδος ἀπορροὴν καλοῦσι· καὶ τῶν ἱερῶν ἀεὶ προπομπεύει τὸ ὑδρεῖον ἐπὶ τιμῇ τοῦ θεοῦ. καὶ θρύῳ βασιλέα καὶ τὸ νότιον κλίμα τοῦ κόσμου γράφουσι, καὶ μεθερμηνεύεται τὸ θρύον ποτισμὸς καὶ κύησις πάντων, καὶ δοκεῖ γεννητικῷ μορίῳ τὴν φύσιν ἐοικέναι. τὴν δὲ τῶν Παμυλίων ἑορτὴν ἄγοντες, ὥσπερ εἴρηται, φαλλικὴν οὖσαν, ἄγαλμα προτίθενται καὶ περιφέρουσιν, οὗ τὸ αἰδοῖον τριπλάσιόν ἐστιν· ἀρχὴ γὰρ ὁ θεός, ἀρχὴ δὲ πᾶσα τῷ γονίμῳ πολλαπλασιάζει τὸ ἐξ αὑτῆς. τὸ δὲ πολλάκις εἰώθαμεν καὶ τρὶς λέγειν, ὡς τὸ τρισμάκαρες καὶ "δεσμοὶ μὲν τρὶς τόσσοι ἀπείρονες." εἰ μὴ νὴ Δία κυρίως ἐμφαίνεται τὸ τριπλάσιον ὑπὸ τῶν παλαιῶν·1 ἡ γὰρ ὑγρὰ φύσις ἀρχὴ καὶ γένεσις οὖσα πάντων ἐξ ἀρχῆς τὰ πρῶτα τρία σώματα, γῆν ἀέρα καὶ πῦρ, ἐποίησε. καὶ γὰρ ὁ προστιθέμενος τῷ μύθῳ λόγος, ὡς τοῦ Ὀσίριδος ὁ Τυφὼν τὸ αἰδοῖον ἔρριψεν εἰς τὸν ποταμόν, ἡ δʼ Ἶσις οὐχ εὗρεν, ἀλλʼ ἐμφερὲς ἄγαλμα θεμένη καὶ κατασκευάσασα τιμᾶν καὶ φαλληφορεῖν ἔταξεν, ἐνταῦθα δὴ περιχωρεῖ, διδάσκων, ὅτι τὸ γόνιμον καὶ τὸ σπερματικὸν τοῦ θεοῦ πρώτην ἔσχεν ὕλην τὴν ὑγρότητα καὶ διʼ ὑγρότητος ἐνεκράθη τοῖς πεφυκόσι μετέχειν γενέσεως. ἄλλος δὲ λόγος ἐστὶν Αἰγυπτίων, ὡς Ἄποπις Ἡλίου ὢν ἀδελφὸς ἐπολέμει τῷ Διί, τὸν δʼ Ὄσιριν ὁ Ζεὺς συμμαχήσαντα καὶ συγκαταστρεψάμενον αὐτῷ τὸν πολέμιον παῖδα θέμενος, Διόνυσον προσηγόρευσεν. καὶ τούτου δὲ τοῦ λόγου τὸ μυθῶδες ἔστιν ἀποδεῖξαι τῆς περὶ φύσιν ἀληθείας ἁπτόμενον. Δία μὲν γὰρ Αἰγύπτιοι τὸ πνεῦμα καλοῦσιν, ᾧ πολέμιον τὸ αὐχμηρὸν καὶ πυρῶδες· τοῦτο δʼ ἥλιος μὲν οὐκ ἔστι, πρὸς δʼ ἥλιον ἔχει τινὰ συγγένειαν· ἡ δʼ ὑγρότης σβεννύουσα τὴν ὑπερβολὴν τῆς ξηρότητος αὔξει καὶ ῥώννυσι τὰς ἀναθυμιάσεις, ὑφʼ ὧν τὸ πνεῦμα τρέφεται καὶ τέθηλεν.

他们不仅将尼罗河,而且径直将一切湿润之物都称为奥西里斯的流溢物;在敬奉该神的圣礼行列中,总是由汲水器引路。他们用芦苇来描摹君王和宇宙的南方区域,此芦苇被释义为万物的灌溉与孕育,且被认为在自然本性上类似于生殖器官。在庆祝前文提及的具有生殖崇拜性质的帕米利亚节时,他们陈列并巡游一座其私处为三倍大小的神像;盖神为万物之本原,而一切本原皆因其生殖力而成倍增殖源于其自身者。事实上,我们亦惯常在“屡次”之意上说“三次”,正如“三度受福者”与“羁绊三倍之多而无边”。抑或指天起誓,这“三倍”确实是由古人字面所指?盖因湿性之自然自始即为万物之本原与生成,造就了最初的三种物体,即土、气与火。诚然,附会于神话中的叙事——即堤丰将奥西里斯的生殖器官掷入河中,伊西斯未能寻获,便安置并造作其仿相,下令予以崇奉并举行负阳巡游——恰恰归结于此,教导人们该神的受孕与种子之能以湿性为其最初的质料,并借由湿性与那些天生分享生成之物相混和。埃及人还有另一则传说,称阿波庇斯身为太阳之弟,曾与宙斯交战,宙斯将作为盟友参战并助其制服仇敌的奥西里斯立为儿子,并命名为狄奥尼索斯。而这则传说的神话部分亦可被证明触及了自然的真理。盖埃及人将风息称为宙斯,而焦渴与火性与其为敌;此敌物虽非太阳本身,却与太阳有某种亲缘关系;而湿润则通过扑灭过度的干燥,增益并强固了蒸腾之气,风息赖此得以滋养与荣盛。

§37

ἔτι τε τὸν κιττὸν Ἕλληνές τε καθιεροῦσι τῷ Διονύσῳ καὶ παρʼ Αἰγυπτίοις λέγεται χενόσιρις ὀνομάζεσθαι, σημαίνοντος τοῦ ὀνόματος, ὥς φασι, φυτὸν Ὀσίριδος. ἀρίστων τοίνυν ὁ γεγραφὼς Ἀθηναίων ἀποικίας ἐπιστολῇ τινι Ἀλεξάρχου περιέπεσεν, ἐν Διὸς ἱστορεῖται καὶ Ἴσιδος υἱὸς ὢν ὁ Διόνυσος ὑπʼ Αἰγυπτίων οὐκ Ὄσιρις ἀλλʼ Ἀρσαφὴς ἐν τῷ ἄλφα γράμματι λέγεσθαι,2 δηλοῦντος τὸ ἀνδρεῖον τοῦ ὀνόματος. ἐμφαίνει δὲ τοῦτο καὶ ὁ Ἑρμαῖος ἐν τῇ πρώτῃ περὶ τῶν Αἰγυπτίων· ὄμβριμον γάρ φησι μεθερμηνευόμενον εἶναι τὸν Ὄσιριν. ἐῶ δὲ Μνασέαν τῷ Ἐπάφῳ προστιθέντα τὸν Διόνυσον καὶ τὸν Ὄσιριν καὶ τὸν Σάραπιν· ἐῶ καὶ Ἀντικλείδην λέγοντα τὴν Ἶσιν Προμηθέως οὖσαν θυγατέρα Διονύσῳ συνοικεῖν· αἱ γὰρ εἰρημέναι περὶ τὰς ἑορτὰς καὶ τὰς θυσίας οἰκειότητες ἐναργεστέραν τῶν μαρτύρων τὴν πίστιν ἔχουσι.

此外,希腊人将常春藤奉献给狄奥尼索斯,而在埃及人中据说它被称为“刻诺西里斯”,如他们所言,此名称意指“奥西里斯之植株”。撰写《雅典殖民史》的阿里斯顿曾读到亚历克萨尔科斯的一封书信,信中记载狄奥尼索斯虽为宙斯与伊西斯之子,但在埃及人那里不叫奥西里斯,而是带着阿尔法字母被称为“阿尔萨菲斯”,此名意指“刚毅雄健”。赫尔迈欧斯在其《论埃及人》第一卷中亦表明了这一点;盖他称奥西里斯意译过来乃是“强壮有力者”。至于姆纳塞阿斯将狄奥尼索斯、奥西里斯和塞拉皮斯附会于厄帕福斯,以及安提克利得斯称伊西斯为普罗米修斯之女并与狄奥尼索斯结缡之说,我且搁置不谈;盖因前述有关节日与祭礼的相通之处,比这些见证人的言辞具有更为显豁的明证。

§38

τῶν τʼ ἄστρων τὸν σείριον Ἴσιδος νομίζουσιν, ὑδραγωγὸν ὄντα. καὶ τὸν λέοντα τιμῶσι καὶ χάσμασι λεοντείοις τὰ τῶν ἱερῶν θυρώματα κοσμοῦσιν, ὅτι πλημμυρεῖ Νεῖλος "ἠελίου τὰ πρῶτα συνερχομένοιο λέοντι." ὡς δὲ Νεῖλον Ὀσίριδος ἀπορροήν, οὕτως Ἴσιδος σῶμα γῆν ἔχουσι καὶ νομίζουσιν οὐ πᾶσαν, ἀλλʼ ἧς ὁ Νεῖλος ἐπιβαίνει σπερμαίνων καὶ μιγνύμενος· ἐκ δὲ τῆς συνουσίας ταύτης γεννῶσι τὸν Ὧρον. ἔστι δʼ Ὧρος ἡ πάντα σῴζουσα καὶ τρέφουσα τοῦ περιέχοντος ὥρα καὶ κρᾶσις ἀέρος, ὃν ἐν τοῖς ἕλεσι τοῖς περὶ Βοῦτον ὑπὸ Λητοῦς τραφῆναι λέγουσιν· ἡ γὰρ ὑδατώδης καὶ διάβροχος γῆ μάλιστα τὰς σβεννυούσας καὶ χαλώσας τὴν ξηρότητα καὶ τὸν αὐχμὸν ἀναθυμιάσεις τιθηνεῖται. Νέφθυν δὲ καλοῦσι τῆς γῆς τὰ ἔσχατα καὶ παρόρια καὶ ψαύοντα τῆς θαλάττης· διὸ καὶ Τελευτὴν ἐπονομάζουσι τὴν Νέφθυν καὶ Τυφῶνι δὲ συνοικεῖν λέγουσιν. ὅταν δʼ ὑπερβαλὼν καὶ πλεονάσας ὁ Νεῖλος ἐπέκεινα πλησιάσῃ τοῖς ἐσχατεύουσι, τοῦτο μῖξιν Ὀσίριδος πρὸς Νέφθυν καλοῦσιν, ὑπὸ τῶν ἀναβλαστανόντων φυτῶν ἐλεγχομένην· ὧν καὶ τὸ μελίλωτόν ἐστιν, οὗ φησι μῦθος ἀπορρυέντος καὶ ἀπολειφθέντος αἴσθησιν γενέσθαι Τυφῶνι τῆς περὶ τὸν γάμον ἀδικίας.3 ὅθεν ἡ μὲν Ἶσις ἔτεκε γνησίως τὸν Ὧρον, ἡ δὲ Νέφθυς σκότιον τὸν Ἄνουβιν. ἐν μέντοι ταῖς διαδοχαῖς τῶν βασιλέων ἀναγράφουσι τὴν Νέφθυν Τυφῶνι γημαμένην πρώτην γενέσθαι στεῖραν· εἰ δὲ τοῦτο μὴ περὶ γυναικὸς ἀλλὰ περὶ τῆς θεοῦ λέγουσιν, αἰνίττονται τὸ παντελὲς τῆς γῆς ἄγονον καὶ ἄκαρπον ὑπὸ στειρότητος.

在星辰之中,他们视天狼星为伊西斯所有,因其为引水之星。他们亦崇奉狮子,并以狮子张开的巨口装饰神庙的门户,因为尼罗河恰在“太阳初次与狮子座相会”时泛滥。正如视尼罗河为奥西里斯的流溢物一样,他们亦将大地视作伊西斯的躯体——但并非全部大地,而是仅限于尼罗河受孕施种并与之混和所覆盖的那部分;从这种结合中,他们生化出荷鲁斯。荷鲁斯乃是保全并养育万物的周遭空气之合度节候与调和,相传他在布托周边的沼泽中由勒托抚育;盖多水浸润的大地尤能滋养那些扑灭并舒缓干燥与干旱的蒸腾之气。而大地的极远之境、边陲以及与大海相接处,他们称之为奈芙蒂斯;故而他们亦将奈芙蒂斯别名为“终点”,并称她与堤丰同居。然而,每当尼罗河暴涨漫溢而越出常限、逼近边陲之地时,他们便称此为奥西里斯与奈芙蒂斯的交合,这由萌生的植物所证实;在这些植物中亦有草木樨,据神话讲,由于草木樨脱落遗留,堤丰觉察到了对其婚姻的背叛侵犯。是以伊西斯正统地诞下荷鲁斯,而奈芙蒂斯则暗中产下私生子阿努比斯。然而在诸王世系表中,他们记载奈芙蒂斯嫁给堤丰之初本是不育的;但这若非指一个凡人妇人而是指这位女神而言,则是在借不育暗示大地由于贫瘠而全然无产与绝收。

语法注3 条
  1. 365cεἰ μὴ νὴ Δία κυρίως ἐμφαίνεται τὸ τριπλάσιον ὑπὸ τῶν παλαιῶν·

    连词 εἰ μή 在此引入对前文比喻性解释(“三次”意指“多次”)的修正或对立见解,起到转折设问的作用:“或者指天起誓,这三倍确实是字面所指?”。小词 νὴ Δία 带有对话体的发誓与强调语气,从而引出后文关于土、气、火三种基本物体的自然哲学阐释。

  2. 365eἐν Διὸς ἱστορεῖται καὶ Ἴσιδος υἱὸς ὢν ὁ Διόνυσος ὑπʼ Αἰγυπτίων οὐκ Ὄσιρις ἀλλʼ Ἀρσαφὴς ἐν τῷ ἄλφα γράμματι λέγεσθαι

    在句法上,ἐν 之后承前文 ἐπιστολῇ τινι 省略或讹脱了关系代词 ᾗ(即“在此信中记载”)。句子骨干为 ἱστορεῖται 引出的不定词短语 λέγεσθαι,其逻辑主语 ὁ Διόνυσος 以及说明性分词短语 Διὸς ... υἱὸς ὤν 均作主格,与被动动词 ἱστορεῖται 保持主谓呼应。

  3. 366bὧν καὶ τὸ μελίλωτόν ἐστιν, οὗ φησι μῦθος ἀπορρυέντος καὶ ἀπολειφθέντος αἴσθησιν γενέσθαι Τυφῶνι τῆς περὶ τὸν γάμον ἀδικίας.

    关系代词 ὧν 为指代先行词 φυτῶν 的部分属格。其后的关系代词 οὗ 指代 μελίλωτον,并与分词 ἀπορρυέντος καὶ ἀπολειφθέντος 共同构成独立属格结构(“当它脱落并遗留下来时”)。在动词 φησι 的间接引语中,主干为 αἴσθησιν γενέσθαι Τυφῶνι(“堤丰产生了觉察”),属格 τῆς ... ἀδικίας 则作 αἴσθησιν 的对象补足语。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg089.humanitext-grc2:36-38