← 普鲁塔克

论伊西斯与奥西里斯

§33-35

湿润与干燥的本原及奥西里斯与狄奥尼索斯的同一

在祭司的哲学阐释中,奥西里斯被重新诠释为滋生万物的湿性本原,而堤丰则是干燥与破坏的力量;随后通过德尔斐及各地的习俗论证了奥西里斯与狄奥尼索斯在仪轨和神话上的同一性。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§33

οἱ δὲ σοφώτεροι τῶν ἱερέων οὐ μόνον τὸν Νεῖλον Ὄσιριν καλοῦσιν οὐδὲ Τυφῶνα τὴν θάλασσαν, ἀλλʼ Ὄσιριν μὲν ἁπλῶς ἅπασαν τὴν ὑγροποιὸν ἀρχὴν καὶ δύναμιν, αἰτίαν γενέσεως καὶ σπέρματος οὐσίαν νομίζοντες·1 Τυφῶνα δὲ πᾶν τὸ αὐχμηρὸν καὶ πυρῶδες καὶ ξηραντικὸν ὅλως καὶ πολέμιον τῇ ὑγρότητι. διὸ καὶ πυρρόχρουν γεγονέναι τῷ σώματι καὶ πάρωχρον νομίζοντες οὐ πάνυ προθύμως ἐντυγχάνουσιν οὐδʼ ἡδέως ὁμιλοῦσι τοῖς τοιούτοις τὴν ὄψιν ἀνθρώποις. τὸν δʼ Ὄσιριν αὖ πάλιν μελάγχρουν γεγονέναι μυθολογοῦσιν, ὅτι πᾶν ὕδωρ καὶ γῆν καὶ ἱμάτια καὶ νέφη μελαίνει μιγνύμενον, καὶ τῶν νέων ὑγρότης ἐνοῦσα παρέχει τὰς τρίχας μελαίνας· ἡ δὲ πολίωσις οἷον ὠχρίασις ὑπὸ ξηρότητος ἐπιγίγνεται τοῖς παρακμάζουσι. καὶ τὸ μὲν ἔαρ θαλερὸν καὶ γόνιμον καὶ προσηνές· τὸ δὲ φθινόπωρον ὑγρότητος ἐνδείᾳ καὶ φυτοῖς πολέμιον καὶ ζῴοις νοσῶδες. ὁ δʼ ἐν Ἡλίου πόλει τρεφόμενος βοῦς, ὃν Μνεῦιν καλοῦσιν (Ὀσίριδος δʼ ἱερόν, ἔνιοι δὲ καὶ τοῦ Ἄπιδος πατέρα νομίζουσι), μέλας ἐστὶ καὶ δευτέρας ἔχει τιμὰς μετὰ τὸν Ἆπιν, ἔτι τὴν Αἴγυπτον ἐν τοῖς μάλιστα μελάγγειον οὖσαν,2 ὥσπερ τὸ μέλαν τοῦ ὀφθαλμοῦ, Χημίαν καλοῦσι καὶ καρδίᾳ παρεικάζουσι· θερμὴ γάρ ἐστι καὶ ὑγρὰ καὶ τοῖς νοτίοις μέρεσι τῆς οἰκουμένης, ὥσπερ ἡ καρδία τοῖς εὐωνύμοις τοῦ ἀνθρώπου, μάλιστα ἐγκέκλεισται καὶ προσκεχώρηκεν.

然而祭司中较为贤明者,并不单将尼罗河称为奥西里斯,将大海称为堤丰,而是径直将一切产生湿润的本原与潜能称为奥西里斯,因视其为受孕生化的原因与种子的本质;而将一切焦渴、火性、全然具有干燥作用并与湿性为敌者称为堤丰。因此,他们认为他身躯肤色赤褐而泛黄,极不乐意遇见此等样貌之人,亦不愿与其快意往来。反之,他们神话传称奥西里斯肤色发黑,是因为一切水在与之混合时,皆使大地、衣物和云彩变暗,且青年人体内充盈的湿性使其头发乌黑,而白发则是由于干燥在盛年已过者身上生成的某种苍白。况且春季繁茂、富于生机且温润,秋季则因缺乏湿润而既不利于植物,又致使动物生病。在赫利奥波利斯所饲养的公牛,被称作姆涅维斯者(此为奥西里斯的圣兽,亦有人认为它是阿庇斯之父),通体漆黑,享仅次于阿庇斯的第二等尊荣。此外,由于埃及极为黝黑的泥土,宛如眼球中的瞳仁,故被称作“刻弥亚”,并被比拟为心脏;盖因其温热湿润,且在人居大地的南方各部中,恰如人的心脏在左侧一样,深深地被闭锁包纳并贴近其间。

§34

ἥλιον δὲ καὶ σελήνην οὐχ ἅρμασιν ἀλλὰ πλοίοις ὀχήμασι χρωμένους περιπλεῖν φασιν, αἰνιττόμενοι τὴν ἀφʼ ὑγροῦ τροφὴν αὐτῶν καὶ γένεσιν. οἴονται δὲ καὶ Ὅμηρον ὥσπερ Θαλῆν μαθόντα παρʼ Αἰγυπτίων ὕδωρ ἀρχὴν ἁπάντων καὶ γένεσιν τίθεσθαι, τὸν γὰρ Ὠκεανὸν Ὄσιριν εἶναι, τὴν δὲ Τηθὺν Ἶσιν, ὡς τιθηνουμένην πάντα καὶ συνεκτρέφουσαν. καὶ γὰρ Ἕλληνες τὴν τοῦ σπέρματος πρόεσιν ἀπουσίαν καλοῦσι καὶ συνουσίαν τὴν μῖξιν, καὶ τὸν υἱὸν ἀπὸ τοῦ ὕδατος καὶ τοῦ ὗσαι· καὶ τὸν Διόνυσον ὕην ὡς κύριον τῆς ὑγρᾶς φύσεως, οὐχ ἕτερον ὄντα τοῦ Ὀσίριδος καὶ γὰρ τὸν Ὄσιριν Ἑλλάνικος Ὄσιριν ἔοικεν ἀκηκοέναι ὑπὸ τῶν ἱερέων λεγόμενον· οὕτω γὰρ ὀνομάζων διατελεῖ τὸν θεόν, εἰκότως ἀπὸ τῆς φύσεως καὶ τῆς εὑρέσεως.

他们还说,日与月并非以车驾,而是以舟船为行进之载具周游巡历,以此暗示它们滋养于湿润并生于湿润。他们亦认为荷马如同泰勒斯一样,是从埃及人那里得知而将水确立为万物的本原与生成的;因为对他们而言,大洋俄刻阿诺斯即是奥西里斯,忒堤斯即是伊西斯,因其哺乳并共同养育万物。希腊人确乎将种子的排泄称为 apousia,将交合称为 synousia,并将儿子(huios)名自水(hudor)与降雨(husai);并将狄奥尼索斯作为湿性之主而称作“许厄斯(Hyes)”,其与奥西里斯本无二致。事实上,赫拉尼科斯似乎曾听闻祭司们将奥西里斯称作许西里斯(Hysiris);因他始终如此称呼该神,想必是合乎情理地源自其自然本性与发现。

§35

ὅτι μὲν οὖν ὁ αὐτός ἐστι Διονύσῳ, τίνα μᾶλλον ἢ σὲ γιγνώσκειν, ὦ Κλέα, δὴ προσῆκόν ἐστιν,3 ἀρχικλὰ μὲν οὖσαν ἐν Δελφοῖς τῶν Θυιάδων, τοῖς δʼ Ὀσιριακοῖς καθωσιωμένην ἱεροῖς ἀπὸ πατρὸς καὶ μητρός; εἰ δὲ τῶν ἄλλων ἕνεκα δεῖ μαρτύρια παραθέσθαι, τὰ μὲν ἀπόρρητα κατὰ χώραν ἐῶμεν, ἃ δʼ ἐμφανῶς δρῶσι θάπτοντες τὸν Ἆπιν οἱ ἱερεῖς, ὅταν παρακομίζωσιν ἐπὶ σχεδίας τὸ σῶμα, βακχείας οὐδὲν ἀποδεῖ. καὶ γὰρ νεβρίδας περικαθάπτονται καὶ θύρσους φοροῦσι, καὶ βοαῖς χρῶνται καὶ κινήσεσιν ὥσπερ οἱ κάτοχοι τοῖς περὶ τὸν Διόνυσον ὀργιασμοῖς. διὸ καὶ ταυρόμορφον Διόνυσον ποιοῦσιν ἀγάλματα πολλοὶ τῶν Ἑλλήνων· αἱ δʼ Ἠλείων γυναῖκες καὶ παρακαλοῦσιν εὐχόμεναι ποδὶ βοείῳ τὸν θεὸν ἐλθεῖν πρὸς αὐτάς. Ἀργείοις δὲ βουγενὴς Διόνυσος ἐπίκλην, ἐστίν· ἀνακαλοῦνται δʼ αὐτὸν ὑπὸ σαλπίγγων ἐξ ὕδατος, ἐμβάλλοντες εἰς τὴν ἄβυσσον ἄρνα τῷ Πυλαόχῳ τὰς δὲ σάλπιγγας ἐν θύρσοις ἀποκρύπτουσιν, ὡς Σωκράτης ἐν τοῖς περὶ Ὁσίων εἴρηκεν. ὁμολογεῖ δὲ καὶ τὰ Τιτανικὰ καὶ Νυκτέλια τοῖς λεγομένοις Ὀσίριδος διασπασμοῖς καὶ ταῖς ἀναβιώσεσι καὶ παλιγγενεσίαις· ὁμοίως δὲ καὶ τὰ περὶ τὰς ταφάς. Αἰγύπτιοί τε γὰρ Ὀσίριδος πολλαχοῦ θήκας, ὥσπερ εἴρηται, δεικνύουσι, καὶ Δελφοὶ τὰ τοῦ Διονύσου λείψανα παρʼ αὐτοῖς παρὰ τὸ χρηστήριον ἀποκεῖσθαι νομίζουσι· καὶ θύουσιν οἱ Ὅσιοι θυσίαν ἀπόρρητον ἐν τῷ ἱερῷ τοῦ Ἀπόλλωνος, ὅταν αἱ Θυιάδες ἐγείρωσι τὸν Λικνίτην, ὅτι δʼ οὐ μόνον τοῦ οἴνου Διόνυσον, ἀλλὰ καὶ πάσης ὑγρᾶς φύσεως Ἕλληνες ἡγοῦνται κύριον καὶ ἀρχηγόν, ἀρκεῖ Πίνδαρος μάρτυς εἶναι4 λέγων "δενδρέων δὲ νομὸν Διόνυσος πολυγαθὴς αὐξάνοι, ἁγνὸν φέγγος ὀπώρας. " διὸ καὶ τοῖς τὸν Ὄσιριν σεβομένοις ἀπαγορεύεται δένδρον ἥμερον ἀπολλύναι καὶ πηγὴν ὕδατος ἐμφράττειν.

既然他与狄奥尼索斯为同一位神,克莱娅啊,除了身为德尔斐狂女祭司的长领、且自父母起便受献身于奥西里斯秘仪的你之外,还有谁理当更通晓此事呢?若是为了其他人而须列举见证,我们且让那些不可言传的密仪保留其位,但祭司们在埋葬阿庇斯时公开所行之事——每当他们用木筏运送其尸身之际——绝不逊于巴克科斯的狂欢。盖他们披系小鹿皮,手持酒神杖,呼号跳动,恰如为围绕狄奥尼索斯的狂饮密仪所凭附之人。因此希腊人中亦有许多将狄奥尼索斯的神像塑成公牛形态;厄利斯的妇人们在祈祷中亦呼请该神“携牛足”临到她们中间。在阿尔戈斯人那里,狄奥尼索斯拥有“牛所生者”之别名;他们用号角声将他从水中唤出,向深渊为守门神投下一只羊羔,却将号角藏在酒神杖内,正如苏格拉底在《论神圣之事》中所记述。提坦神话与夜间节日亦与传说中奥西里斯的被肢解、复活与重生相契合;关于葬仪之事亦复如是。盖如前所述,埃及人在多处昭示奥西里斯的墓穴,而德尔斐人亦认为狄奥尼索斯的遗骸就安放在神谕所之侧的他们那里;每当狂女祭司们唤醒摇篮中的幼神(利克尼忒斯)时,圣洁者(霍西奥伊)便在阿波罗的神殿中奉献秘密的祭礼。至于希腊人不仅将狄奥尼索斯视作葡萄酒之主,且视作一切湿性之自然的掌管者与创始者,品达的话已足为见证,他云: “愿多欢的狄奥尼索斯滋长树木的荣茂,秋实纯洁的光华。” 因此,对崇敬奥西里斯的人而言,毁坏驯良果树与堵塞水泉乃是厉禁之条。

语法注4 条
  1. 33οὐ μόνον τὸν Νεῖλον Ὄσιριν καλοῦσιν οὐδὲ Τυφῶνα τὴν θάλασσαν, ἀλλʼ Ὄσιριν μὲν ἁπλῶς ἅπασαν τὴν ὑγροποιὸν ἀρχὴν καὶ δύναμιν, αἰτίαν γενέσεως καὶ σπέρματος οὐσίαν νομίζοντες·

    在 οὐ μόνον ... οὐδέ 与 ἀλλά 构成的对比句中,主动词 καλοῦσιν 在 ἀλλά 引导的后半句中被承前省略。分词 νομίζοντες 与主句主语(οἱ δὲ σοφώτεροι τῶν ἱερέων)保持性数格一致,作伴随或原因状语。宾格 ἅπασαν τὴν ὑγροποιὸν ἀρχὴν 为宾语,Ὄσιριν 为宾语补足语(双宾格构式),随后的 αἰτίαν 与 οὐσίαν 则作 ἀρχὴν καὶ δύναμιν 的同位语。

  2. 364cἐν τοῖς μάλιστα μελάγγειον οὖσαν

    短语 ἐν τοῖς μάλιστα 为惯用副词短语,意为“最……之中者”“极其、尤甚”,在此修饰形容词 μελάγγειον(黑土的)。分词 οὖσαν 在性数格上与宾格名词 τὴν Αἴγυπτον 保持一致,表伴随或原因。

  3. 364eτίνα μᾶλλον ἢ σὲ γιγνώσκειν, ὦ Κλέα, δὴ προσῆκόν ἐστιν

    非人称结构 προσῆκόν ἐστιν(……是理所应当的)统辖宾格加不定式结构(τίνα μᾶλλον ἢ σὲ γιγνώσκειν)作主语从句。疑问代词宾格 τίνα 为不定式 γιγνώσκειν 的逻辑主语。随后的分词 ἀρχικλὰ μὲν οὖσαν... καθωσιωμένην 在格上并不呼应呼格 ὦ Κλέα,而是与比较的对象宾格 σέ 一致修饰。

  4. 365aὅτι δʼ οὐ μόνον τοῦ οἴνου Διόνυσον, ἀλλὰ καὶ πάσης ὑγρᾶς φύσεως Ἕλληνες ἡγοῦνται κύριον καὶ ἀρχηγόν, ἀρκεῖ Πίνδαρος μάρτυς εἶναι

    句首由 ὅτι 引导的从句(“希腊人视狄奥尼索斯为……”)构成名词性从句,标明全句的核心主题。主句动词 ἀρκεῖ 与不定式 εἶναι 连用,主语及其主格补足语为 Πίνδαρος μάρτυς(“品达作为证人便已足够”),ὅτι 从句具体阐明其作证的内容。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg089.humanitext-grc2:33-35