- 底本
- Plutarch. Plutarchi Chaeronensis Moralia, Vol II. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1889.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg089.humanitext-grc2:39-40
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
文中从自然哲学与天文学角度阐释了堤丰对奥西里斯的压制、尼罗河的减退以及阿堤尔月祭司们相应举行的哀悼仪式。随后论述了荷鲁斯的胜利、陆地的塑造与海水的退却,并指出埃及诸神与斯多亚派将自然元素人格化的物理神学具有共通之处。
ἡ δὲ Τυφῶνος ἐπιβουλὴ καὶ τυραννὶς αὐχμοῦ δύναμις ἦν ἐπικρατήσαντος καὶ διαφορήσαντος τήν τε γεννῶσαν ὑγρότητα τὸν Νεῖλον καὶ αὔξουσαν. ἡ δὲ συνεργὸς αὐτοῦ βασιλὶς Αἰθιόπων αἰνίττεται πνοὰς νοτίους ἐξ Αἰθιοπίας· ὅταν γὰρ αὗται τῶν ἐτησίων ἐπικρατήσωσι τὰ νέφη πρὸς τὴν Αἰθιοπίαν ἐλαυνόντων, καὶ κωλύσωσι τοὺς τὸν Νεῖλον αὔξοντας ὄμβρους καταρραγῆναι, κατέχων ὁ Τυφὼν ἐπιφλέγει, καὶ τότε κρατήσας παντάπασι τὸν Νεῖλον εἰς ἑαυτὸν ὑπʼ ἀσθενείας συσταλέντα καὶ ῥυέντα κοῖλον καὶ ταπεινὸν ἐξέωσεν εἰς τὴν θάλασσαν. ἡ γὰρ λεγομένη κάθειρξις εἰς τὴν σορὸν Ὀσίριδος οὐδὲν ἔοικεν ἀλλʼ ἢ1 κρύψιν ὕδατος καὶ ἀφανισμὸν αἰνίττεσθαι· διὸ μηνὸς Ἀθὺρ ἀφανισθῆναι τὸν Ὄσιριν λέγουσιν, ὅτε τῶν ἐτησίων ἀπολειπόντων παντάπασιν ὁ μὲν Νεῖλος ὑπονοστεῖ, γυμνοῦται δʼ ἡ χώρα· μηκυνομένης δὲ τῆς νυκτός, αὔξεται τὸ σκότος, ἡ δὲ τοῦ φωτὸς μαραίνεται καὶ κρατεῖται δύναμις, οἱ ἱερεῖς ἄλλα τε δρῶσι σκυθρωπὰ καὶ βοῦν διάχρυσον ἱματίῳ μέλανι βυσσίνῳ περιβάλλοντες ἐπὶ πένθει τῆς θεοῦ δεικνύουσι (βοῦν γὰρ Ἴσιδος εἰκόνα καὶ γῆν νομίζουσιν) ἐπὶ τέσσαρας ἡμέρας ἀπὸ τῆς ἑβδόμης ἐπὶ δέκα ἑξῆς. καὶ γὰρ τὰ πενθούμενα τέσσαρα, πρῶτον μὲν ὁ Νεῖλος ἀπολείπων καὶ ὑπονοστῶν, δεύτερον δὲ τὰ βόρεια πνεύματα κατασβεννύμενα κομιδῇ τῶν νοτίων ἐπικρατούντων, τρίτον δὲ τὸ τὴν ἡμέραν ἐλάττονα γίγνεσθαι τῆς νυκτός, ἐπὶ πᾶσι δʼ ἡ τῆς γῆς ἀπογύμνωσις ἅμα τῇ τῶν φυτῶν ψιλότητι τηνικαῦτα φυλλορροούντων. τῇ δʼ ἐνάτῃ ἐπὶ δέκα νυκτὸς ἐπὶ θάλασσαν κατίασι· καὶ τὴν ἱερὰν κίστην, οἱ στολισταὶ καὶ οἱ ἱερεῖς ἐκφέρουσι χρυσοῦν ἐντὸς ἔχουσαν κιβώτιον, εἰς ὃ ποτίμου λαβόντες ὕδατος ἐγχέουσι, καὶ γίγνεται κραυγὴ τῶν παρόντων ὡς εὑρημένου τοῦ Ὀσίριδος· εἶτα γῆν κάρπιμον φυρῶσι τῷ ὕδατι, καὶ συμμίξαντες ἀρώματα καὶ θυμιάματα τῶν πολυτελῶν ἀναπλάττουσι μηνοειδὲς ἀγαλμάτιον· καὶ τοῦτο στολίζουσι καὶ κοσμοῦσιν, ἐμφαίνοντες ὅτι γῆς οὐσίαν καὶ ὕδατος τοὺς θεοὺς τούτους νομίζουσι.
堤丰的阴谋与专权,乃是旱魃之势,它压倒并消散了生化且增殖尼罗河的湿气。与其勾结的埃塞俄比亚女王,暗示着自埃塞俄比亚吹来的南风;盖每当这些南风压倒将云层驱往埃塞俄比亚的季风,阻碍了增注尼罗河的暴雨倾盆而下时,占据上风的堤丰便灼烧大地,彼时完全制服了因孱弱而自我收缩、沿河床低洼平缓流淌的尼罗河,将其驱逐入海。盖所谓将奥西里斯禁锢于棺木之中,看似无非是暗示水之隐匿与消亡;故而他们说奥西里斯于阿堤尔月隐没,彼时季风全然止息,尼罗河退水,田野裸露;随着黑夜渐长,幽暗滋长,光明之力衰微被抑,祭司们遂行其他凄凉阴郁之仪,并以黑麻织物披覆于镀金母牛之身,自十七日起连续四日展出以志女神之哀悼(盖他们视母牛为伊西斯的象征与大地)。而所哀悼者有四:其一为尼罗河之减退回落,其二为北风在南风的大盛之下全然熄灭,其三为昼短于夜,而在这一切之上,更有因草木此时凋零落叶而致大地之裸露。至十九日夜,他们下至海边;司衣官与祭司们抬出圣箱,内有一只黄金小匣,他们汲取可饮之水注入其中,在场之人便发出奥西里斯已被寻获的高呼;随后他们用水调和沃土,掺入珍贵的香料与熏香,捏塑出一尊娥眉月形的小像;他们为之着衣并施以装饰,以此显明他们视这些神祇为土与水之本体。
τῆς δʼ Ἴσιδος πάλιν ἀναλαμβανούσης τὸν Ὄσιριν καὶ αὐξανούσης τὸν Ὧρον, ἀναθυμιάσεσι καὶ ὁμίχλαις καὶ νέφεσι ῥωννύμενον, ἐκρατήθη μέν, οὐκ ἀνῃρέθη δʼ ὁ Τυφών. οὐ γὰρ εἴασεν ἡ κυρία τῆς γῆς θεὸς ἀναιρεθῆναι παντάπασι τὴν ἀντικειμένην τῇ ὑγρότητι φύσιν, ἀλλʼ ἐχάλασε καὶ ἀνῆκε βουλομένη διαμένειν τὴν κρᾶσιν· οὐ γὰρ ἦν κόσμον εἶναι τέλειον,2 ἐκλιπόντος καὶ ἀφανισθέντος τοῦ πυρώδους. εἰ δὲ ταῦτα μὴ λέγεται παρὰ τὸ εἰκός, εἰκότως οὐδʼ ἐκεῖνον ἄν τις ἀπορρίψειε τὸν λόγον, ὡς Τυφὼν μὲν ἐκράτει πάλαι τῆς Ὀσίριδος μοίρας θάλασσα γὰρ ἦν ἡ Αἴγυπτος διὸ πολλὰ μὲν ἐν τοῖς μετάλλοις καὶ τοῖς ὄρεσιν εὑρίσκεται μέχρι νῦν κογχύλια ἔχειν πᾶσαι δὲ πηγαὶ καὶ φρέατα πάντα, πολλῶν ὑπαρχόντων, ἁλμυρὸν ὕδωρ καὶ πικρὸν ἔχουσιν, ὡς ἂν ὑπόλειμμα τῆς πάλαι θαλάσσης ἕωλον ἐνταυθοῖ συνερρυηκός.3 ὁ δʼ Ὧρος χρόνῳ τοῦ Τυφῶνος ἐπεκράτησε τουτέστιν εὐκαιρίας ὄμβρων γενομένης, ὁ Νεῖλος ἐξεώσας τὴν θάλασσαν ἀνέφηνε τὸ πεδίον καὶ ἀνεπλήρωσε ταῖς προσχώσεσιν. ὃ δὴ μαρτυροῦσαν ἔχει τὴν αἴσθησιν· ὁρῶμεν γὰρ ἔτι νῦν ἐπιφέροντι τῷ ποταμῷ νέαν ἰλὺν καὶ προάγοντι τὴν γῆν κατὰ μικρὸν ὑποχωροῦν ὀπίσω τὸ πέλαγος, καὶ τὴν θάλασσαν, ὕψος τῶν ἐν βάθει λαμβανόντων διὰ τὰς προσχώσεις, ἀπορρέουσαν· τὴν δὲ Φάρον, ἣν Ὅμηρος ᾔδει δρόμον ἡμέρας ἀπέχουσαν Αἰγύπτου, νῦν μέρος οὖσαν αὐτῆς, οὐκ αὐτὴν ἀναδραμοῦσαν οὐδὲ προσαναβᾶσαν, ἀλλὰ τῆς μεταξὺ θαλάττης ἀναπλάττοντι τῷ ποταμῷ καὶ τρέφοντι τὴν ἤπειρον ἀνασταλείσης.4 ἀλλὰ ταῦτα μὲν ὅμοια τοῖς ὑπὸ τῶν Στωικῶν θεολογουμένοις ἐστί· καὶ γὰρ ἐκεῖνοι τὸ μὲν γόνιμον πνεῦμα καὶ τρόφιμον Διόνυσον εἶναι λέγουσι, τὸ πληκτικὸν δὲ καὶ διαιρετικὸν Ἡρακλέα, τὸ δὲ δεκτικὸν Ἄμμωνα, Δήμητρα δὲ καὶ Κόρην τὸ διὰ τῆς γῆς καὶ τῶν καρπῶν διῆκον, Ποσειδῶνα δὲ τὸ διὰ τῆς θαλάττης.
当伊西斯重新收回奥西里斯并抚育荷鲁斯(荷鲁斯受蒸气、薄雾与云层之强固)时,堤丰虽被降服,却未被消灭。盖主宰大地之女神不容与湿性相对立的自然本性全然灭绝,而是予以宽宥与释放,意在令调和永存;因若火性断绝消亡,宇宙便绝无可能完满。而若这些说法并非悖理,人们亦当有理由不摒弃另一则叙事,即堤丰往昔曾统治奥西里斯的疆土,因为埃及曾是一片汪洋。故而直至今日,在矿井与群山之中仍可见存留有大量贝壳;且所有的泉水与井水(其数甚多)皆含咸苦之味,恰似远古海水积聚于此的陈腐遗留。而荷鲁斯历经时日终战胜了堤丰,意即当应时之雨沛降时,尼罗河排退了海水,显露出平原,并以冲积泥沙予以填实。对此肉眼感知实有明证:盖时至今日,我们仍可见到河水在带来新泥、推进陆地之时,外海便随之渐渐退却,而海水则因深处借泥沙冲积获得增高而流走;荷马所知距埃及有一日航程的法罗斯岛,如今已成为其陆地的一部分,这并非该岛自身浮升或前移,而是因为在河水塑造并滋养大陆之际,其间之海已被逼退。然而这些说法与斯多亚派的神学阐释颇为相似;盖他们亦称生殖滋养之风息为狄奥尼索斯,冲击裂解者为赫拉克勒斯,涵纳容受者为阿蒙,贯通大地与果实者为德墨忒尔与科瑞,而贯通大海者则为波塞冬。
- 366dοὐδὲν ἔοικεν ἀλλʼ ἢ
成语结构 οὐδὲν ... ἀλλʼ ἤ 意为“无非是……”或“除……之外别无其他”。完成时动词 ἔοικεν 作现在时用,统领不定式 αἰνίττεσθαι 作其补足语。
- 367aοὐ γὰρ ἦν κόσμον εἶναι τέλειον
非人称动词 ἦν 搭配不定式表示可能性的句构:带有否定词 οὐ,意为“宇宙(κόσμον)绝不可能(成为)完满(εἶναι τέλειον)”。紧随其后的独立属格结构 ἐκλιπόντος καὶ ἀφανισθέντος τοῦ πυρώδους 则表示其假设条件。
- 367bὡς ἂν ὑπόλειμμα τῆς πάλαι θαλάσσης ἕωλον ἐνταυθοῖ συνερρυηκός
虚词搭配 ὡς ἄν 连同中性分词 συνερρυηκός(及名词同位语/表语 ὑπόλειμμα)构成假况比较结构,表示主观推测或比拟:“恰似往昔海水的陈腐残留积聚于此”。形容词 ἕωλον 意为“变质的、过期的、陈腐的”。
- 367cτῆς μεταξὺ θαλάττης ἀναπλάττοντι τῷ ποταμῷ καὶ τρέφοντι τὴν ἤπειρον ἀνασταλείσης
该句骨架为独立属格结构 τῆς μεταξὺ θαλάττης ... ἀνασταλείσης(“其间之海被逼退”)。其中插入了与格现在分词短语 ἀναπλάττοντι τῷ ποταμῷ καὶ τρέφοντι τὴν ἤπειρον 表示手段或施动原因(“因河水塑造并滋养大陆”),构成了交错的语序。
