- 底本
- Plutarch. Plutarchi Chaeronensis Moralia, Vol II. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1889.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg089.humanitext-grc2:31-32
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
在论述了与堤丰相关的赤牛与驴之祭祀与禁忌习俗及波斯王俄库斯的轶事后,转而从自然寓意角度探讨将奥西里斯视作尼罗河、堤丰视作大海的解释,并阐明埃及人对大海、盐与鱼类的宗教禁忌。
Αἰγύπτιοι δὲ πυρρόχρουν γεγονέναι τὸν Τυφῶνα νομίζοντες καὶ τῶν βοῶν τοὺς πυρροὺς καθιερεύουσιν, οὕτως ἀκριβῆ ποιούμενοι τὴν παρατήρησιν, ὥστε, κἂν μίαν ἔχῃ τρίχα μέλαιναν ἢ λευκήν, ἄθυτον ἡγεῖσθαι. θύσιμον γὰρ οὐ φίλον εἶναι θεοῖς, ἀλλὰ τοὐναντίον, ὅσα ψυχὰς ἀνοσίων ἀνθρώπων καὶ ἀδίκων εἰς ἕτερα μεταμορφουμένων σώματα συνείληφε.1 διὸ τῇ μὲν κεφαλῇ τοῦ ἱερείου καταρασάμενοι καὶ ἀποκόψαντες εἰς τὸν ποταμὸν ἐρρίπτουν πάλαι, νῦν δὲ τοῖς ξένοις ἀποδίδονται. τὸν δὲ μέλλοντα θύεσθαι βοῦν οἱ σφραγισταὶ λεγόμενοι τῶν ἱερέων κατεσημαίνοντο, τῆς σφραγῖδος, ὡς ἱστορεῖ Κάστωρ, γλυφὴν μὲν ἐχούσης ἄνθρωπον εἰς γόνυ καθεικότα ταῖς χερσὶν ὀπίσω περιηγμέναις, ἔχοντα κατὰ τῆς σφαγῆς ξίφος ἐγκείμενον· ἀπολαύειν δὲ καὶ τὸν ὄνον, ὥσπερ εἴρηται, τῆς ὁμοιότητος διὰ τὴν ἀμαθίαν καὶ τὴν ὕβριν οὐχ ἧττον ἢ διὰ τὴν χρόαν οἴονται. διὸ καὶ τῶν Περσικῶν βασιλέων ἐχθραίνοντες μάλιστα τὸν Ὦχον ὡς ἐναγῆ καὶ μιαρόν, ὄνον ἐπωνόμασαν. κἀκεῖνος εἰπών ὁ μέντοι ὄνος οὗτος ὑμῶν κατευωχήσεται τὸν βοῦν, ἔθυσε τὸν Ἆπιν, ὡς Δείνων ἱστόρηκεν. οἱ δὲ λέγοντες ἐκ τῆς μάχης ἐπʼ ὄνου τῷ Τυφῶνι τὴν φυγὴν ἑπτὰ ἡμέρας γενέσθαι, καὶ σωθέντα γεννῆσαι παῖδας Ἱεροσόλυμον καὶ Ἰουδαῖον, αὐτόθεν εἰσὶ κατάδηλοι τὰ Ἰουδαϊκὰ παρέλκοντες εἰς τὸν μῦθον.2
埃及人认为堤丰肤色赤褐,因而亦将赤褐色的牛奉作祭牲,其检视极为严格,哪怕牛身上有一根黑毛或白毛,便认为不可作祭牲。因为他们认为适于祭祀之物并非蒙神所爱者,恰恰相反,乃是承载了那些变异转入其他肉身的不敬与不义之人的灵魂者。因此古时他们对祭牲的头颅念咒祈祸并将之切下抛入河中,如今则卖给外邦人。那将要受献祭的牛由被称为“封印祭司”的人加盖印记;正如卡斯托尔所载,该印记所刻之图形为一屈膝跪地、双臂反缚、咽喉处抵着一把利剑之人。此外,如前所述,他们认为驴不仅因肤色,更因愚钝与暴戾而承受了〔与堤丰〕相似的后果。因此在波斯列王之中,他们最为憎恨恶名昭彰且不洁的俄库斯,并将其唤作“驴”。彼人答道:“但这头驴将饱餐你们的牛”,遂将阿庇斯宰杀献祭,正如狄农所记载。至于那些声称堤丰自战阵中骑驴逃亡七日、脱险后生下名为希埃罗索吕摩斯与尤达尤斯二子之人,则显然自始便将犹太事物牵强附会入神话之中。
ταῦτα μὲν οὖν τοιαύτας ὑπονοίας δίδωσιν· ἀπʼ ἄλλης δʼ ἀρχῆς τῶν φιλοσοφώτερόν τι λέγειν δοκούντων τοὺς ἁπλουστάτους σκεψώμεθα πρῶτον. οὗτοι δʼ εἰσὶν οἱ λέγοντες, ὥσπερ Ἕλληνες Κρόνον ἀλληγοροῦσι τὸν χρόνον, Ἥραν δὲ τὸν ἀέρα, γένεσιν δὲ Ἡφαίστου τὴν εἰς πῦρ ἀέρος μεταβολήν, οὕτω παρʼ Αἰγυπτίοις Νεῖλον εἶναι τὸν Ὄσιριν Ἴσιδι συνόντα τῇ γῇ, Τυφῶνα δὲ τὴν θάλασσαν, εἰς ἣν ὁ Νεῖλος ἐμπίπτων ἀφανίζεται καὶ διασπᾶται, πλὴν ὅσον γῆ μέρος ἀναλαμβάνουσα καὶ δεχομένη γίγνεται γόνιμος ὑπʼ αὐτοῦ.3 καὶ θρῆνός ἐστιν ἱερὸς ἐπὶ τοῦ Κρόνου γενόμενος, θρηνεῖ δὲ τὸν ἐν τοῖς ἀριστεροῖς γιγνόμενον μέρεσιν, ἐν δὲ τοῖς δεξιοῖς φθειρόμενον· Αἰγύπτιοι γὰρ οἴονται τὰ μὲν ἑῷα τοῦ κόσμου πρόσωπον εἶναι, τὰ δὲ πρὸς βορρᾶν δεξιά, τὰ δὲ πρὸς νότον ἀριστερά. φερόμενος οὖν ἐκ τῶν νοτίων ὁ Νεῖλος, ἐν δὲ τοῖς βορείοις ὑπὸ τῆς θαλάσσης καταναλισκόμενος εἰκότως λέγεται τὴν μὲν γένεσιν ἐν τοῖς ἀριστεροῖς ἔχειν, τὴν δὲ φθορὰν ἐν τοῖς δεξιοῖς. διὸ τήν τε θάλασσαν οἱ ἱερεῖς ἀφοσιοῦνται καὶ τὸν ἅλα Τυφῶνος ἀφρὸν καλοῦσι· καὶ τῶν ἀπαγορευομένων ἕν ἐστιν αὐτοῖς ἐπὶ τραπέζης ἅλα μὴ προτίθεσθαι. καὶ κυβερνήτας οὐ προσαγορεύουσιν, ὅτι χρῶνται θαλάττῃ καὶ τὸν βίον ἀπὸ τῆς θαλάττης ἔχουσιν. οὐχ ἥκιστα δὲ καὶ τὸν ἰχθὺν ἀπὸ ταύτης προβάλλονται τῆς αἰτίας, καὶ τὸ μισεῖν ἰχθύι γράφουσιν. ἐν Σάι γοῦν ἐν τῷ προπύλῳ τοῦ ἱεροῦ τῆς Ἀθηνᾶς ἦν γεγλυμμένον βρέφος, γέρων, καὶ μετὰ τοῦτον ἱέραξ, ἐφεξῆς δʼ ἰχθύς, ἐπὶ πᾶσι δʼ ἵππος ποτάμιος. ἐδήλου δὲ συμβολικῶς ὦ γιγνόμενοι καὶ ἀπογιγνόμενοι, θεὸς ἀναίδειαν μισεῖ· τὸ μὲν γὰρ βρέφος γενέσεως σύμβολον, φθορᾶς δʼ ὁ γέρων ἱέρακι δὲ τὸν θεὸν φράζουσιν, ἰχθύι δὲ μῖσος, ὥσπερ εἴρηται, διὰ τὴν θάλατταν· ἵππῳ ποταμίῳ δʼ ἀναίδειαν· λέγεται γὰρ ἀποκτείνας τὸν πατέρα τῇ μητρὶ βίᾳ μίγνυσθαι. δόξει δὲ καὶ τὸ ὑπὸ τῶν Πυθαγορικῶν λεγόμενον, ὡς ἡ θάλαττα Κρόνου δάκρυόν ἐστιν, αἰνίττεσθαι τὸ μὴ καθαρὸν μηδὲ σύμφυλον αὐτῆς. ταῦτα μὲν οὖν ἔξωθεν εἰρήσθω κοινὴν ἔχοντα τὴν ἱστορίαν.
以上所述便提供了此等推测;然而且让我们从另一端绪出发,首先考察那些看似作更具哲学意味之论述者中最质朴者。这些人声称,正如希腊人将克洛诺斯寓意为时间,将赫拉寓意为空气,将赫淮斯托斯的诞生寓意为空气向火的转变一样,在埃及人那里,奥西里斯乃是与作为大地的伊西斯交合的尼罗河,堤丰则是大海;尼罗河注入大海而泯灭消散,唯有大地所吸收接纳并由其受孕怀殖的那部分除外。且有一首关于克洛诺斯的神圣哀歌,哀悼那生于左方各部而亡于右方各部者;盖埃及人认为宇宙的东方为面,北方为右,南方为左。因此尼罗河发源于南方,在北方为大海所吞噬,合乎情理地被称作生于左而亡于右。因此祭司们视海不洁而避之,将盐称为“堤丰之沫”;在桌上置盐亦是他们禁忌之一。他们亦不与舟子交谈,因其利用大海并以此为生。他们亦大抵出于此因排斥鱼类,并以鱼形图画表征“憎恨”。无论如何,在赛斯雅典娜神庙的门厅中,雕刻有幼婴、老叟,继之为鹰,次之为鱼,最后为河马。此图象征性地明示:“出生者与死去者啊,神明憎恶无耻。”盖幼婴象征生发,老叟象征败亡;他们以鹰指代神明,以鱼指代憎恨(如前所述,因涉大海),以河马指代无耻(盖传闻河马弑其父并强暴其母)。毕达哥拉斯学派称大海为“克洛诺斯之泪”,亦当被视为暗示其不洁与异质。 关于这些流布广泛的历史记述,便作为旁涉之谈到此为止。
- 31θύσιμον γὰρ οὐ φίλον εἶναι θεοῖς, ἀλλὰ τοὐναντίον, ὅσα ψυχὰς ἀνοσίων ἀνθρώπων καὶ ἀδίκων εἰς ἕτερα μεταμορφουμένων σώματα συνείληφε.
不定式 εἶναι 承接前文 ἄθυτον ἡγεῖσθαι 中的动词 ἡγεῖσθαι 所引出的间接引语。结构上,θύσιμον 作表语,关系代词 ὅσα 的先行词(即 [ταῦτα] ὅσα...)被省略并充当其主语,意为“他们认为适于祭祀者并非神所爱之物,反而是那些纳受了不敬不义之人灵魂之物”。
- 363dαὐτόθεν εἰσὶ κατάδηλοι τὰ Ἰουδαϊκὰ παρέλκοντες εἰς τὸν μῦθον.
此为 κατάδηλός ἐστι 与现在分词(παρέλκοντες)连用的人称构式(personal construction)。它未采用无人称形式(如 κατάδηλόν ἐστιν αὐτοὺς παρέλκειν),而是直接将主语(叙述者们)作为系动词的表语主体,字面直译为“他们明显地将犹太事物牵引至神话中”。αὐτόθεν 作副词,意为“从事情本身/自始便/显然”。
- 363dπλὴν ὅσον γῆ μέρος ἀναλαμβάνουσα καὶ δεχομένη γίγνεται γόνιμος ὑπʼ αὐτοῦ.
此句中先行词 μέρος(部分)被吸引并入关系从句内部(antecedent attraction)。其原本的骨架为 πλὴν [τοσούτου μέρους] ὅσον ἡ γῆ...(意即“除却大地所……的那部分之外”)。γῆ 为该关系从句的主语,带两个分词 ἀναλαμβάνουσα 与 δεχομένη,统摄于限定动词 γίγνεται。
