- 底本
- Plutarch. Plutarchi Chaeronensis Moralia, Vol II. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1889.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg089.humanitext-grc2:29-30
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
普鲁塔克批判性地考察了关于萨拉皮斯名号起源及其与阿庇斯关系的诸种学说,继而论及与堤丰受挫相关的祭仪习俗以及毕达哥拉斯学派的数论象征。
οὐ γὰρ ἄξιον προσέχειν τοῖς Φρυγίοις γράμμασιν, ἐν οἷς λέγεται Χάροπος μὲν τοῦ Ἡρακλέους γενέσθαι θυγάτηρ Ἶσις, Αἰακοῦ δὲ τοῦ Ἡρακλέους ὁ Τυφών οὐδὲ Φυλάρχου μὴ καταφρονεῖν1 γράφοντος, ὅτι πρῶτος εἰς Αἴγυπτον ἐξ Ἰνδῶν Διόνυσος ἤγαγε δύο βοῦς, ὧν ἦν τῷ μὲν Ἆπις ὄνομα τῷ δʼ Ὄσιρις· Σάραπις δʼ ὄνομα τοῦ τὸ πᾶν κοσμοῦντός ἐστι παρὰ τὸ σαίρειν, ὃ καλλύνειν τινὲς καὶ κοσμεῖν λέγουσιν. ἄτοπα γὰρ ταῦτα τοῦ Φυλάρχου, πολλῷ δʼ ἀτοπώτερα τὰ τῶν λεγόντων οὐκ εἶναι θεὸν τὸν Σάραπιν, ἀλλὰ τὴν Ἄπιδος σορὸν οὕτως ὀνομάζεσθαι, καὶ χαλκᾶς τινας ἐν Μέμφει πύλας λήθης καὶ κωκυτοῦ προσαγορευομένας, ὅταν θάπτωσι τὸν Ἆπιν, ἀνοίγεσθαι βαρὺ καὶ σκληρὸν ψοφούσας. διὸ παντὸς ἠχοῦντος ἡμᾶς χαλκώματος ἐπιλαμβάνεσθαι.2 μετριώτεροι δʼ οἱ παρὰ τὸ σεύεσθαι καὶ τὸ σοῦσθαι τὴν τοῦ παντὸς ἅμα κίνησιν εἰρῆσθαι φάσκοντες. οἱ δὲ πλεῖστοι τῶν ἱερέων εἰς ταὐτό φασι τὸν Ὄσιριν συμπεπλέχθαι καὶ τὸν Ἆπιν, ἐξηγούμενοι καὶ διδάσκοντες ἡμᾶς, ὡς ἔμμορφον εἰκόνα χρὴ νομίζειν τῆς Ὀσίριδος ψυχῆς τὸν Ἆπιν. ἐγὼ δʼ, εἰ μὲν Αἰγύπτιόν ἐστι τοὔνομα τοῦ Σαράπιδος, εὐφροσύνην αὐτὸ δηλοῦν οἴομαι καὶ χαρμοσύνην, τεκμαιρόμενος ὅτι τὴν ἑορτὴν Αἰγύπτιοι τὰ χαρμόσυνα σαίρει καλοῦσιν. καὶ γὰρ Πλάτων τὸν ᾍδην ὡς ἁδούσιον τοῖς παρʼ αὐτῷ γενομένοις καὶ προσηνῆ θεὸν ὠνομάσθαι φησί· καὶ παρʼ Αἰγυπτίοις ἄλλα τε πολλὰ τῶν ὀνομάτων λόγοι εἰσὶ καὶ τὸν ὑποχθόνιον τόπον, εἰς ὃν οἴονται τὰς ψυχὰς ἀπέρχεσθαι μετὰ τὴν τελευτήν, Ἀμένθην καλοῦσι σημαίνοντος τοῦ ὀνόματος τὸν λαμβάνοντα καὶ διδόντα. εἰ δὲ καὶ τοῦτο τῶν ἐκ τῆς Ἑλλάδος ἀπελθόντων πάλαι καὶ μετακομισθέντων ὀνομάτων ἕν ἐστιν, ὕστερον ἐπισκεψόμεθα· νῦν δὲ τὰ λοιπὰ τῆς ἐν χερσὶ δόξης προσδιέλθωμεν.
因为我们不当理睬弗里吉亚的文献——其中称伊西斯为赫拉克勒斯之子卡罗波斯之女,堤丰为赫拉克勒斯之子埃阿科斯之子;我们亦不当不对菲拉尔科斯予以蔑视,后者写道:狄奥尼索斯最早从印度将两头公牛带入埃及,其一名为阿庇斯,其二名为奥西里斯;萨拉皮斯则是调序万象者之名,源自扫除洁净之意,有人亦称此字意为美化与饰饬。菲拉尔科斯的这些说法实属荒谬,而那些声称萨拉皮斯并非神祇、实乃阿庇斯的棺椁之名者的说法,以及声称孟菲斯有被称为遗忘与哀号之门的青铜门户、每当下葬阿庇斯时便开启并发出沉重刺耳的巨响、故此我们每见青铜发声便加以紧握制止的说法,则更为荒诞。相比之下,那些称其得名于驱进与激荡、象征万象浑然运动的人,见解倒较为折中。然而大多数祭司声称,奥西里斯与阿庇斯交融为一体,向我们解释并施教道,理应将阿庇斯视为奥西里斯灵魂具象化的形象。在我看来,倘若萨拉皮斯之名确系埃及语,我认为它意表欣喜与欢畅,乃是由埃及人将欢欣之节庆称为“赛雷”而推知〔此意〕。事实上,柏拉图亦言哈得斯乃是针对归宿于彼者而言令人悦服而亲切之神而获名;且在埃及人那里,许多其他名称亦皆有其理路,他们将死后灵魂所往的地下处所称为阿门忒斯,此名即意指接纳与赋予者。至于此名是否亦为昔日自希腊流传迁播而来的名称之一,我们留待后叙;如今且让我们继续探讨手头上的其余见解。
ὁ μὲν γὰρ Ὄσιρις καὶ ἡ Ἶσις ἐκ δαιμόνων ἀγαθῶν εἰς θεοὺς μετήλλαξαν· τὴν δὲ τοῦ Τυφῶνος ἠμαυρωμένην καὶ συντετριμμένην δύναμιν, ἔτι δὲ καὶ ψυχορραγοῦσαν καὶ σφαδᾴζουσαν, ἔστιν αἷς παρηγοροῦσι θυσίαις3 καὶ πραΰνουσιν· ἔστι δʼ ὅτε πάλιν ἐκταπεινοῦσι καὶ καθυβρίζουσιν ἔν τισιν ἑορταῖς, τῶν μὲν ἀνθρώπων τοὺς πυρροὺς καὶ προπηλακίζοντες, ὄνον δὲ κατακρημνίζοντες, ὡς Κοπτῖται, διὰ τὸ πυρρὸν γεγονέναι τὸν Τυφῶνα καὶ ὀνώδη τὴν χρόαν· Βουσιρῖται δὲ καὶ Λυκοπολῖται σάλπιγξιν οὐ χρῶνται τὸ παράπαν ὡς ὄνῳ φθεγγομέναις ἐμφερές. καὶ ὅλως τὸν ὄνον οὐ καθαρὸν ἀλλὰ δαιμονικὸν ἡγοῦνται ζῷον εἶναι διὰ τὴν πρὸς ἐκεῖνον ὁμοιότητα καὶ πόπανα ποιοῦντες ἐν θυσίαις τοῦ τε Παϋνὶ καὶ τοῦ Φαωφὶ μηνὸς ἐπιπλάττουσι παράσημον ὄνον δεδεμένον. ἐν δὲ τῇ τοῦ Ἡλίου θυσίᾳ τοῖς σεβομένοις τὸν θεὸν παρεγγυῶσι μὴ φορεῖν ἐπὶ τῷ σώματι χρυσία μηδʼ ὄνῳ τροφὴν διδόναι. φαίνονται δὲ καὶ οἱ Πυθαγορικοὶ τὸν Τυφῶνα δαιμονικὴν ἡγούμενοι δύναμιν. λέγουσι γὰρ ἐν ἀρτίῳ μέτρῳ ἕκτῳ καὶ πεντηκοστῷ γεγονέναι Τυφῶνα· καὶ πάλιν τὴν μὲν τοῦ τριγώνου ᾍδου καὶ Διονύσου καὶ Ἄρεος εἶναι· τὴν δὲ τοῦ τετραγώνου Ῥέας καὶ Ἀφροδίτης καὶ Δήμητρος καὶ Ἑστίας καὶ Ἥρας· τὴν δὲ τοῦ δωδεκαγώνου Διός· τὴν δʼ ἑκκαιπεντηκονταγωνίου Τυφῶνος, ὡς Εὔδοξος ἱστόρηκεν.
盖奥西里斯与伊西斯乃是由善灵转为神明;而堤丰的力量虽已衰败碎裂,却仍在垂死挣扎与剧烈抽搐,人们便以某些祭仪来抚慰并平息之。然而有时人们亦在某些节庆中再次对其贬抑凌辱,不仅侮辱红发之人,更如科普托斯人那样将驴推坠悬崖,皆因堤丰生就红发且肤色如驴。布西里斯人与吕科波利斯人则全然不使用号角,因其发声酷似驴鸣。大体而言,他们因驴与其相似而视其为不洁之精怪动物,在帕尤尼月与法奥菲月的祭祀中制作面饼时,印上受缚之驴的标记。在祭祀太阳神的礼仪中,他们告诫敬拜该神之人不得在身上佩戴黄金饰品,亦不得给驴喂食。毕达哥拉斯学派似乎亦将堤丰视为精怪的力量,因他们称堤丰生于五十六这一偶数度量之中;又如欧多克索斯所记载的那样,三角形归于哈得斯、狄奥尼索斯与阿瑞斯;正方形归于瑞亚、阿佛洛狄忒、得墨忒耳、赫斯提亚与赫拉;十二边形归于宙斯;而五十六边形则归于堤丰。
- 29οὐδὲ Φυλάρχου μὴ καταφρονεῖν
承前文 οὐ γὰρ ἄξιον προσέχειν 而来的否定并列结构,省去了 ἄξιον(即 οὐδὲ [ἄξιον] Φυλάρχου μὴ καταφρονεῖν)。双重否定(“不对菲拉尔科斯予以蔑视亦非合理”)表达强烈的肯定含义(“同样理当对菲拉尔科斯嗤之以鼻”)。属格 Φυλάρχου 作 καταφρονεῖν 的宾语。
- 362cδιὸ παντὸς ἠχοῦντος ἡμᾶς χαλκώματος ἐπιλαμβάνεσθαι
间接引语(不定式结构)的延续。处于由 τῶν λεγόντων 所统辖的一连串不定式从句末端,宾格 ἡμᾶς 为不定式 ἐπιλαμβάνεσθαι 的逻辑主语。属格短语 παντὸς ἠχοῦντος χαλκώματος 则是中动动词 ἐπιλαμβάνεσθαι(“抓住、按压”)所要求的属格宾语。
- 362eἔστιν αἷς παρηγοροῦσι θυσίαις
类似于 ἔστιν οἵ(“有些人”)的惯用句式,此处 ἔστιν αἷς θυσίαις 相当于 ἐνίαις θυσίαις(“以某些牺牲祭仪”)。作为方式/工具与格,修饰动词 παρηγοροῦσι(“抚慰、安抚”)。
