← 普鲁塔克

论伊西斯与奥西里斯

§26-28

达伊蒙的本性与奥西里斯向萨拉皮斯的演变

普鲁塔克援引诗人与哲学家关于精怪神灵(达伊蒙)的双重本性与中介职能的学说,阐明奥西里斯与伊西斯因德行由善神提升为正神,并论述了奥西里斯、萨拉皮斯、普鲁托与狄奥尼索斯的相通性以及托勒密迎奉萨拉皮斯巨像之始末。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§26

ἀκούομεν δὲ καὶ Ὁμήρου τοὺς μὲν ἀγαθοὺς διαφόρως θεοειδέας ἑκάστοτε καλοῦντος καὶ ἀντιθέους καί θεῶν ἄπο μήδεʼ ἔχοντας· τῷ δʼ ἀπὸ τῶν δαιμόνων προσρήματι χρωμένου1 κοινῶς ἐπί τε χρηστῶν καὶ φαύλων, "δαιμόνιε σχεδὸν ἐλθέ· τίη δειδίσσεαι οὕτως Ἀργείους;" καὶ πάλιν "ἀλλʼ ὅτε δὴ τὸ τέταρτον ἐπέσσυτο δαίμονι ἶσος·" καὶ "δαιμονίη, τί νύ σε Πρίαμος Πριάμοιό τε παῖδες τόσσα κακὰ ῥέζουσιν, ὅ,τʼ ἀσπερχὲς μενεαίνεις Ἰλίου ἐξαλαπάξαι ἐυκτίμενον πτολίεθρον;" ὡς τῶν δαιμόνων μικτὴν καὶ ἀνώμαλον φύσιν ἐχόντων καὶ προαίρεσιν. ὅθεν ὁ μὲν Πλάτων Ὀλυμπίοις θεοῖς τὰ δεξιὰ καὶ περιττὰ τὰ δʼ ἀντίφωνα τούτων δαίμοσιν ἀποδίδωσιν. ὁ δὲ Ξενοκράτης καὶ τῶν ἡμερῶν τὰς ἀποφράδας καὶ τῶν ἑορτῶν, ὅσαι πληγάς τινας ἢ κοπετοὺς ἢ νηστείας ἢ δυσφημίας ἢ αἰσχρολογίαν ἔχουσιν, οὔτε θεῶν τιμαῖς οὔτε δαιμόνων οἴεται προσήκειν χρηστῶν, ἀλλʼ εἶναι φύσεις ἐν τῷ περιέχοντι μεγάλας μὲν καὶ ἰσχυράς, δυστρόπους δὲ καὶ σκυθρωπάς, αἳ χαίρουσι τοῖς τοιούτοις, καὶ τυγχάνουσαι πρὸς οὐθὲν ἄλλο χεῖρον τρέπονται· τοὺς δὲ χρηστοὺς πάλιν καὶ ἀγαθοὺς ὅ θʼ Ἡσίοδος ἁγνοὺς δαίμονας καὶ φύλακας ἀνθρώπων προσαγορεύει, πλουτοδότας καὶ τοῦτο γέρας βασιλήιον ἔχοντας. ὅ τε Πλάτων ἑρμηνευτικὸν τὸ τοιοῦτον ὀνομάζει γένος καὶ διακονικὸν ἐν μέσῳ θεῶν καὶ ἀνθρώπων, εὐχὰς μὲν ἐκεῖ καὶ δεήσεις ἀνθρώπων ἀναπέμποντας, ἐκεῖθεν δὲ μαντεῖα δεῦρο καὶ δόσεις ἀγαθῶν φέροντας, Ἐμπεδοκλῆς δὲ καὶ δίκας φησὶ διδόναι τοὺς δαίμονας ὧν ἂν ἐξαμάρτωσι καὶ πλημμελήσωσιν, "αἰθέριον μὲν γάρ σφε μένος πόντονδε διώκει, πόντος δʼ ἐς χθονὸς οὖδας ἀπέπτυσε, γαῖα δʼ ἐς αὐγὰς ἠελίου ἀκάμαντος, ὁ δʼ αἰθέρος ἔμβαλε δίναις· ἄλλος δʼ ἐξ ἄλλου δέχεται, στυγέουσι δὲ πάντες·" ἄχρι οὗ κολασθέντες οὕτω καὶ καθαρθέντες αὖθις τὴν κατὰ φύσιν χώραν καὶ τάξιν ἀπολάβωσι.

我们亦听说荷马每每将善人格外地称为“貌若神明”、“匹敌神灵”以及“受神启发而有智谋者”;但他将源自达伊蒙(精怪神灵)的称谓,却普遍用于善良与低劣之人: “神附之人,靠近前来;你为何这般恐吓阿耳戈斯人?” 又如: “然而当他第四次如神灵般猛冲上前;”以及: “神附之妇,普里阿摩斯与他的众子究竟向你 施加了何等大恶,竟使你如此盛怒不休, 一心要将筑造精良的伊利昂城廓夷为平地?” ——这说明神灵具有杂糅不均的本性与抉择意志。因此柏拉图将右方与奇数之物归于奥林匹斯诸神,而将其对立之物归于神灵。色诺克拉底亦认为,在诸日中之凶日,以及节庆中凡涉及殴打、哀哭、禁食、恶语或污言秽语者,既不合于神明的尊荣,亦不配归于良善的神灵,而是大界中存在着巨大而强健、但性情乖戾且阴郁的本体,它们以此类事物为乐,得到之后便不再转作更坏之举。另一方面,赫西俄德则将良善优秀的精怪称为“神圣的达伊蒙”与“凡人的守望者”,“财富之赐予者,享有此种王者之荣光”。柏拉图亦称此类为居于神人之间的“阐释与侍奉之属”,将人类的祈求与呼告传达至天庭,又将神谕与福惠自天庭带回人间。恩培多克勒亦称,神灵若有罪愆过失,亦须承受惩罚: “因以太的暴怒将其逐入海洋, 大海又将其吐向大地的地面,大地复投入不倦烈日的 光芒之中,烈日再将其抛入以太的漩涡; 一者转交于另一者,而无不为众所厌弃;” ——直至他们历经这般惩戒与洗涤,重新获得符合本性的居所与位阶。

§27

τούτων δὲ καὶ τῶν τοιούτων ἀδελφὰ λέγεσθαί φασι περὶ Τυφῶνος, ὡς δεινὰ μὲν ὑπὸ φθόνου καὶ δυσμενείας εἰργάσατο, καὶ πάντα πράγματα ταράξας ἐνέπλησε κακῶν γῆν ὁμοῦ τι πᾶσαν καὶ θάλασσαν, εἶτα δίκην ἔδωκεν. ἡ δὲ τιμωρὸς Ὀσίριδος ἀδελφὴ καὶ γυνὴ τὴν Τυφῶνος σβέσασα καὶ καταπαύσασα μανίαν καὶ λύσσαν οὐ περιεῖδε τοὺς ἄθλους καὶ τοὺς ἀγῶνας, οὓς ἀνέτλη, καὶ πλάνας αὑτῆς καὶ πολλὰ μὲν ἔργα σοφίας πολλὰ δʼ ἀνδρείας, ἀμνηστίαν ὑπολαβοῦσαν καὶ σιωπήν,2 ἀλλὰ ταῖς ἁγιωτάταις ἀναμίξασα τελεταῖς εἰκόνας καὶ ὑπονοίας καὶ μιμήματα τῶν τότε παθημάτων, εὐσεβείας ὁμοῦ δίδαγμα καὶ παραμύθιον ἀνδράσι καὶ γυναιξὶν ὑπὸ συμφορῶν ἐχομένοις ὁμοίων καθωσίωσεν. αὐτὴ δὲ καὶ Ὄσιρις ἐκ δαιμόνων ἀγαθῶν διʼ ἀρετὴν εἰς θεοὺς μεταβαλόντες, ὡς ὕστερον Ἡρακλῆς καὶ Διόνυσος, ἅμα καὶ θεῶν καὶ δαιμόνων οὐκ ἀπὸ τρόπου μεμιγμένας τιμὰς ἔχουσι, πανταχοῦ μέν, ἐν δὲ τοῖς ὑπὲρ γῆν καὶ ὑπὸ γῆν δυνάμενοι μέγιστον, οὐ γὰρ ἄλλον εἶναι Σάραπιν ἢ τὸν Πλούτωνά φασι, καὶ Ἶσιν τὴν Περσέφασσαν, ὡς Ἀρχέμαχος εἴρηκεν ὁ Εὐβοεύς, καὶ ὁ Ποντικὸς Ἡρακλείδης τὸ χρηστήριον ἐν Κανώβῳ Πλούτωνος ἡγούμενος εἶναι.

人们说,有关堤丰亦有与此同类的事迹传诵:他如何出于嫉妒与恶意犯下骇人恶行,搅乱万象,几乎令整片大地与海洋充斥着灾难,随后伏诛受罚。而奥西里斯的复仇者、其妹兼其妻(伊西斯),在熄灭并止息了堤丰的狂暴与凶焰之后,并未任由她所忍受的劳顿抗争,连同自己的流亡游历以及无数智慧与英勇的事迹,湮没于遗忘与缄默之中;反而在至圣的秘仪中融入了当日受难的形象、暗喻与摹写,将之祝圣为敬虔的训诫,兼作遭受类似不幸之男女的慰藉。她本人与奥西里斯因其德行由良善的神灵升为神祇——如同后来的赫拉克勒斯与狄奥尼索斯那般——不仅名正言顺地兼享神祇与神灵的双重荣耀,且在各处、尤在地上与地下的界域中掌有至高权能。因为他们声称萨拉皮斯正是普鲁托,而伊西斯则是珀耳塞福涅,正如优卑亚的阿尔刻马霍斯所言,以及本都的赫拉克利德斯亦认为卡诺波斯的神谕所属于普鲁托那般。

§28

Πτολεμαῖος δʼ ὁ Σωτὴρ ὄναρ εἶδε τὸν ἐν Σινώπῃ τοῦ Πλούτωνος κολοσσόν, οὐκ ἐπιστάμενος οὐδʼ ἑωρακὼς πρότερον οἷος τὴν μορφὴν ἦν, κελεύοντα κομίσαι τὴν ταχίστην αὐτὸν εἰς Ἀλεξάνδρειαν. ἀγνοοῦντι δʼ αὐτῷ καὶ ἀποροῦντι, ποῦ καθίδρυται, καὶ διηγουμένῳ τοῖς φίλοις τὴν ὄψιν, εὑρέθη πολυπλανὴς ἄνθρωπος ὄνομα Σωσίβιος, ἐν Σινώπῃ φάμενος ἑωρακέναι τοιοῦτον κολοσσόν, οἷον ὁ βασιλεὺς ἰδεῖν ἔδοξεν. ἔπεμψεν οὖν Σωτέλη καὶ Διονύσιον, οἳ χρόνῳ πολλῷ καὶ μόλις, οὐκ ἄνευ μέντοι θείας προνοίας, ἤγαγον ἐκκλέψαντες. ἐπεὶ δὲ κομισθεὶς ὤφθη, συμβαλόντες οἱ περὶ Τιμόθεον τὸν ἐξηγητὴν καὶ Μανέθωνα τὸν Σεβεννύτην Πλούτωνος ὂν ἄγαλμα, τῷ Κερβέρῳ τεκμαιρόμενοι καὶ τῷ δράκοντι, πείθουσι τὸν Πτολεμαῖον, ὡς ἑτέρου θεῶν οὐδενὸς ἀλλὰ Σαράπιδός ἐστιν. οὐ γὰρ ἐκεῖθεν οὕτως ὀνομαζόμενος ἧκεν, ἀλλʼ εἰς Ἀλεξάνδρειαν κομισθεὶς τὸ παρʼ Αἰγυπτίοις ὄνομα τοῦ Πλούτωνος ἐκτήσατο τὸν Σάραπιν. καὶ μέντοι Ἡρακλείτου τοῦ φυσικοῦ λέγοντος ᾍδης καὶ Διόνυσος ωὑτὸς ὅτεῳ μαίνονται καὶ ληναΐζουσιν,3 εἰς ταύτην ὑπάγουσι τὴν δόξαν. οἱ γὰρ ἀξιοῦντες ᾍδην λέγεσθαι τὸ σῶμα τῆς ψυχῆς οἷον παραφρονούσης καὶ μεθυούσης ἐν αὐτῷ, γλίσχρως ἀλληγοροῦσι. βέλτιον δὲ τὸν Ὄσιριν εἰς ταὐτὸ συνάγειν τῷ Διονύσῳ, τῷ τʼ Ὀσίριδι τὸν Σάραπιν, ὅτε τὴν φύσιν μετέβαλε, ταύτης τυχόντι τῆς προσηγορίας. διὸ πᾶσι κοινὸς ὁ Σάραπίς ἐστι, ὡς δὴ τὸν Ὄσιριν οἱ τῶν ἱερῶν μεταλαβόντες ἴσασιν.

救主托勒密曾梦见西诺佩的普鲁托巨像——他此前既未曾知晓亦未曾见过其形态——命令他以最快速度将其迎送至亚历山大里亚。当他对该像坐落于何处茫然不解、并向友人诉说这一幻象时,寻得一位名为索西比奥斯的四处漫游者,自称曾在西诺佩见过如国王所梦见的巨像。于是托勒密派遣索特勒斯与狄奥尼修斯前去,二人历经漫长岁月与艰险——然而并非没有神意相助——将巨像盗运而回。运抵示众之后,以释经者提摩太和塞本尼托斯的曼涅托为首的学者,根据刻耳柏洛斯与巨蟒断定其为普鲁托之像,使托勒密确信此神非他,实乃萨拉皮斯。因为该像并非携带着此名从彼处而来,而是在被运抵亚历山大里亚后,才获得了埃及人对普鲁托的称谓,即萨拉皮斯。况且自然哲学家赫拉克利特曾言: “哈得斯与狄奥尼索斯本为同一,无论人们为了谁而狂乱并举行酒神节;”这也引导人们接受此种见解。因为那些认为所谓哈得斯是指灵魂在其中仿佛癫狂宿醉之肉体的人,乃是作出了牵强附会的寓意解释。倒不如将奥西里斯与狄奥尼索斯归于同一,且将萨拉皮斯归于奥西里斯——后者在本性发生转变时获得了这一称谓。因此萨拉皮斯为众人所共有,正如同参与秘仪者对奥西里斯所深知的那样。

语法注3 条
  1. 26ἀκούομεν δὲ καὶ Ὁμήρου τοὺς μὲν ἀγαθοὺς διαφόρως θεοειδέας ἑκάστοτε καλοῦντος... τῷ δʼ ἀπὸ τῶν δαιμόνων προσρήματι χρωμένου

    动词 ἀκούομεν 作感官动词,支配属格分词补足成分(Ὁμήρου ... καλοῦντος ... χρωμένου)。μέν 与 δέ 构成并列对比,展现荷马一方面将近于神明的称号特用于善人,另一方面却将源自达伊蒙的称谓不加区分地兼用于善恶之人。

  2. 361dοὐ περιεῖδε τοὺς ἄθλους καὶ τοὺς ἀγῶνας, οὓς ἀνέτλη, καὶ πλάνας αὑτῆς καὶ πολλὰ μὲν ἔργα σοφίας πολλὰ δʼ ἀνδρείας, ἀμνηστίαν ὑπολαβοῦσαν καὶ σιωπήν

    谓语 οὐ περιεῖδε(未曾任由/坐视)接宾格与补充分词结构(ἀμνηστίαν ὑπολαβοῦσαν καὶ σιωπήν)。阴性单数宾格不定过去主动分词 ὑπολαβοῦσαν 在句法上与紧邻的首个并列主语 ἀμνηστίαν(“遗忘与缄默”)一致,并以先行的一系列宾格词(τοὺς ἄθλους... πλάνας... ἔργα)为宾语,意为未曾任由遗忘与缄默将这些磨难、游历与事迹淹没。

  3. 362aᾍδης καὶ Διόνυσος ωὑτὸς ὅτεῳ μαίνονται καὶ ληναΐζουσιν

    赫拉克利特残篇引文。ωὑτός 是 ὁ αὐτός(同一)的缩合形式(crasis)。与格关系代词 ὅτεῳ 相当于 ᾧτινι,与动词 μαίνονται 和 ληναΐζουσιν 连用,表示“凡人们为其癫狂并举行酒神节祭典的那一位”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg089.humanitext-grc2:26-28