← 普鲁塔克

论伊西斯与奥西里斯

§23-25

驳厄乌赫梅洛斯与神明的达伊蒙说

普鲁塔克批驳了将神明贬为历史凡人的厄乌赫梅洛斯式无神论学说,指出僭受神誉之凡人君主的荣耀极为短暂脆弱。他继而提出,应当将奥西里斯与伊西斯等神话受难视为介于神人之间、兼具超人力量与凡尘激情的“达伊蒙”(神灵)之经历。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§23

ὀκνῶ δέ, μὴ τοῦτʼ ᾖ τὰ ἀκίνητα κινεῖν καὶ πολεμεῖν οὐ τῷ πολλῷ χρόνῳ (κατὰ Σιμωνίδην) μόνον, πολλοῖς δʼ ἀνθρώπων ἔθνεσι καὶ γένεσι κατόχοις ὑπὸ τῆς πρὸς τοὺς θεοὺς τούτους ὁσιότητος, οὐδὲν ἀπολιπόντας1 ἐξ οὐρανοῦ μεταφέρειν ἐπὶ γῆν ὀνόματα τηλικαῦτα, καὶ τιμὴν καὶ πίστιν ὀλίγου δεῖν ἅπασιν ἐκ πρώτης γενέσεως ἐνδεδυκυῖαν ἐξιστάναι καὶ ἀναλύειν, μεγάλας μὲν τῷ ἀθέῳ λεῲ κλισιάδας ἀνοίγοντας καὶ ἐξανθρωπίζοντας τὰ θεῖα, λαμπρὰν δὲ τοῖς Εὐημέρου τοῦ Μεσσηνίου φενακισμοῖς παρρησίαν διδόντας, ὃς αὐτὸς ἀντίγραφα συνθεὶς ἀπίστου καὶ ἀνυπάρκτου μυθολογίας πᾶσαν ἀθεότητα κατασκεδάννυσι τῆς οἰκουμένης, τοὺς νομιζομένους θεοὺς πάντας ὁμαλῶς διαγράφων εἰς ὀνόματα στρατηγῶν καὶ ναυάρχων καὶ βασιλέων ὡς δὴ πάλαι γεγονότων, ἐν δὲ Πάγχοντι γράμμασι χρυσοῖς ἀναγεγραμμένων, οἷς οὔτε βάρβαρος οὐδεὶς οὔθʼ Ἕλλην, ἀλλὰ μόνος Εὐήμερος, ὡς ἔοικε, πλεύσας εἰς τοὺς μηδαμόθι γῆς γεγονότας μηδʼ ὄντας Παγχώους καὶ Τριφύλλους ἐντετυχήκει.2

然而我担心,这乃是“触动不可动之物”,且不仅是如西蒙尼德所言向“漫长岁月”开战,更是向被对这些神明的虔敬所支配的众多民族与种群开战;若是毫无保留地将如此崇高的名字从天际贬降至尘世,动摇并瓦解那几乎所有人自出生伊始便根深蒂固的尊崇与信仰,那便是为无神论之众洞开大门,将神圣之物凡俗化,并赋予墨塞涅的厄乌赫梅洛斯的诳语以大张旗鼓的放肆之机。正是厄乌赫梅洛斯本人虚构出荒诞不经且子虚乌有的神话抄本,将所有公认的神明整齐划一地抹煞为将帅、提督与国王的名号,声称他们确系古时凡人,并在潘科阿以金字勒铭——而这些铭文,似乎既无蛮族亦无希腊人曾得一见,唯独厄乌赫梅洛斯一人曾泛舟远航至大地上绝无仅有的潘恰亚人与特里费利安人那里,得以亲历目睹,从而将各样无神思想散布于普天之下。

§24

καίτοι μεγάλαι μὲν ὑμνοῦνται πράξεις ἐν Ἀσσυρίοις Σεμιράμιος, μεγάλαι δʼ αἱ Σεσώστριος ἐν Αἰγύπτῳ· Φρύγες δὲ μέχρι νῦν τὰ λαμπρὰ καὶ θαυμαστὰ τῶν ἔργων Μανικὰ καλοῦσι διὰ τὸ Μάνην τινὰ τῶν πάλαι βασιλέων ἀγαθὸν ἄνδρα καὶ δυνατὸν γενέσθαι παρʼ αὐτοῖς, ὃν ἔνιοι Μάσδην καλοῦσι· Κῦρος δὲ Πέρσας Μακεδόνας δʼ Ἀλέξανδρος ὀλίγου δεῖν ἐπὶ πέρας τῆς γῆς κρατοῦντας προήγαγον· ἀλλʼ ὄνομα καὶ μνήμην βασιλέων ἀγαθῶν ἔχουσιν. εἰ δέ τινες ἐξαρθέντες ὑπὸ μεγαλαυχίας ὥς φησιν ὁ Πλάτων ἅμα νεότητι καὶ ἀνοίᾳ φλεγόμενοι τὴν ψυχὴν μεθʼ ὕβρεως ἐδέξαντο θεῶν ἐπωνυμίας καὶ ναῶν ἱδρύσεις, βραχὺν ἤνθησεν ἡ δόξα χρόνον, εἶτα κενότητα καὶ ἀλαζονείαν μετʼ ἀσεβείας καὶ παρανομίας προσοφλόντες. "ὠκύμοροι καπνοῖο δίκην ἀρθέντες ἀπέπταν," καὶ νῦν ὥσπερ ἀγώγιμοι δραπέται τῶν ἱερῶν καὶ τῶν βωμῶν ἀποσπασθέντες οὐδὲν ἀλλʼ ἢ τὰ μνήματα καὶ τοὺς τάφους ἔχουσιν. ὅθεν Ἀντίγονος ὁ γέρων, Ἑρμοδότου τινὸς ἐν ποιήμασιν αὐτὸν Ἡλίου παῖδα καὶ θεὸν ἀναγορεύοντος, οὐ τοιαῦτά μοι εἶπεν ὁ λασανοφόρος σύνοιδεν εὖ δὲ καὶ Λύσιππος ὁ πλάστης Ἀπελλῆν ἐμέμψατο τὸν ζωγράφον, ὅτι τὴν Ἀλεξάνδρου γράφων εἰκόνα κεραυνὸν ἐνεχείρισεν αὐτὸς δὲ λόγχην, ἧς τὴν δόξαν οὐδὲ εἷς ἀφαιρήσεται χρόνος ἀληθινὴν καὶ ἰδίαν οὖσαν.

诚然,在亚述人中塞米拉米斯的伟业受人歌颂,在埃及塞索斯特里斯的勋业亦极尽辉煌;弗里吉亚人至今仍将光彩夺目且令人惊叹的功业称为“玛涅斯的”,因为古代诸王中有一位名叫玛涅斯——有人称其为玛斯德斯——在他们中间是位仁德而强大的君主;居鲁士率领波斯人,亚历山大率领马其顿人,征服疆域几达大地之尽头;然而他们所享有的,不过是仁君的声誉与记忆而已。 即使有些人如柏拉图所言因狂妄自大而膨胀,“心灵被年轻与无知借由骄横所煽惑”,僭受了神明名号并设立神庙,其荣耀也仅繁盛了片刻,随即背负了空洞虚妄与不敬不法之讥,“如轻烟飘散,命促而逝”,而如今,他们犹如被羁押的逃奴一般被从圣所与祭坛前剥除,除了墓碑与坟冢之外别无所有。因此,当年迈的安提柯听闻某位赫尔墨多托斯在诗作中宣告他为太阳之子与神祇时,说道: “那为我倒夜壶之人, 对我却全不知有此等事。” 雕塑家吕西波斯批评画家阿佩莱斯亦极为中肯,因为后者在绘制亚历山大肖像时将雷霆置于其手中,而吕西波斯自己则为其配以长矛——由于长矛的荣耀真实而固有一如其本色,岁月绝无法将之磨灭。

§25

βέλτιον οὖν οἱ τὰ περὶ τὸν Τυφῶνα καὶ Ὄσιριν καὶ Ἶσιν ἱστορούμενα μήτε θεῶν παθήματα μήτʼ ἀνθρώπων, ἀλλὰ δαιμόνων μεγάλων εἶναι νομίζοντες,3 οὓς καὶ Πλάτων καὶ Πυθαγόρας καὶ Ξενοκράτης καὶ Χρύσιππος, ἑπόμενοι τοῖς πάλαι θεολόγοις, ἐρρωμενεστέρους μὲν ἀνθρώπων γεγονέναι λέγουσι καὶ πολὺ τῇ δυνάμει τὴν φύσιν ὑπερφέροντας ἡμῶν, τὸ δὲ θεῖον οὐκ ἀμιγὲς οὐδʼ ἄκρατον ἔχοντας, ἀλλὰ καὶ ψυχῆς φύσει καὶ σώματος αἰσθήσει συνειληχός, ἡδονὴν δεχόμενον καὶ πόνον, καὶ ὅσα ταύταις ἐγγενόμενα ταῖς μεταβολαῖς πάθη τοὺς μὲν μᾶλλον τοὺς δʼ ἧττον ἐπιταράττει. γίγνονται γὰρ ὡς ἐν ἀνθρώποις, καὶ δαίμοσιν, ἀρετῆς διαφοραὶ καὶ κακίας. τὰ γὰρ Γιγαντικὰ καὶ Τιτανικὰ παρʼ Ἕλλησιν ᾀδόμενα καὶ Κρόνου τινὲς ἄθεσμοι πράξεις καὶ Πύθωνος ἀντιτάξεις πρὸς Ἀπόλλωνα, φυγαί τε Διονύσου καὶ πλάναι, Δήμητρος οὐδὲν ἀπολείπουσι τῶν Ὀσιριακῶν καὶ Τυφωνικῶν, ἄλλων θʼ ὧν πᾶσιν ἔξεστιν ἀνέδην μυθολογουμένων ἀκούειν· ὅσα τε μυστικοῖς ἱεροῖς περικαλυπτόμενα καὶ τελεταῖς ἄρρητα διασῴζεται καὶ ἀθέατα πρὸς τοὺς πολλούς, ὅμοιον ἔχει λόγον.

因此,那些认为关于堤丰、奥西里斯和伊西斯的传说既非神祇之苦难、亦非凡人之历练,而是伟大达伊蒙(精怪神灵)之受难的人,持论更为卓越。柏拉图、毕达哥拉斯、色诺克拉底与克律西波斯皆沿袭古代神学家的主张,认为这些神灵虽比凡人强大得多、其力量远超人类天性,但其神圣成分并非纯粹无杂,而是兼具灵魂的本质与肉体的感知,能够接纳快乐与痛苦,并受到这些流转中所生出的各种激情的扰动,有的受扰较深,有的较浅。因为正如同在凡人之中一样,神灵之间亦有德行与邪恶之分。实际上,希腊人传唱的巨人与提坦之战、克洛诺斯的某些不法行径、皮同对阿波罗的抗衡,以及狄奥尼索斯的流亡与德墨忒尔的漫游,绝不下于奥西里斯与堤丰的事迹以及其他众人皆可随处听闻的神话;至于那些在秘仪祭典掩映之下、秘不示人且对大众隐藏不显的事物,亦包含着相同的道理。

语法注3 条
  1. 23οὐδὲν ἀπολιπόντας

    该宾格分词用作不定式 μεταφέρειν、ἐξιστάναι 与 ἀναλύειν 的逻辑主语。在语境中指代采取厄乌赫梅洛斯式解释的一般施事者,意为“毫无保留地”或“全然”。作为后接不定式短语的主语而呈现宾格,而非前置畏惧从句(ὀκνῶ δέ, μὴ τοῦτʼ ᾖ...)的主语。

  2. 360bοἷς οὔτε βάρβαρος οὐδεὶς οὔθʼ Ἕλλην... ἐντετυχήκει

    关系代名词 οἷς 用作支配与格的动词 ἐντυγχάνω(遇见、遭遇)的补足语。其先行词为紧邻的“金字(勒铭)”(γράμμασι χρυσοῖς)(语法上虽亦可上溯至“将帅、提督与国王”,στρατηγῶν καὶ ναυάρχων καὶ βασιλέων,但据语境系指所刻铭文)。

  3. 360dβέλτιον οὖν οἱ τὰ περὶ τὸν Τυφῶνα καὶ Ὄσιριν καὶ Ἶσιν ἱστορούμενα μήτε θεῶν παθήματα μήτʼ ἀνθρώπων, ἀλλὰ δαιμόνων μεγάλων εἶναι νομίζοντες

    省略主动词的句式。中性比较级谓语 βέλτιον 搭配带有冠词的定指主格分词 οἱ ... νομίζοντες,需补足表示思想或言说的动词(如 ποιοῦσιν, φρονοῦσιν 或 λέγουσιν),意为“那些认为……的人则做得/谈得更好”。切勿将其误作非人称构词 βέλτιόν [ἐστι](……是更好的),因为主格复数分词主语 οἱ νομίζοντες 已明确给出。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg089.humanitext-grc2:23-25