← 普鲁塔克

论伊西斯与奥西里斯

§14-16

伊西斯的寻访与在比布罗斯收回棺木

得知奥西里斯遇害后,伊西斯服丧并四处寻找,在孩童的指引和猎犬的引导下寻获并收养了阿努比斯。随后她获知盛放遗体的箱匣被比布罗斯的一株大树包入并制成宫殿立柱,便化身乳母潜入王宫取回棺木,乘船启航。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§14

πρώτων δὲ τῶν τὸν περὶ Χέμμιν οἰκούντων τόπον Πανῶν καὶ Σατύρων τὸ πάθος αἰσθομένων καὶ λόγον ἐμβαλόντων περὶ τοῦ γεγονότος, τὰς μὲν αἰφνιδίους τῶν ὄχλων ταραχὰς καὶ πτοήσεις ἔτι νῦν διὰ τοῦτο πανικὰς προσαγορεύεσθαι·1 τὴν δʼ Ἶσιν αἰσθομένην κείρασθαι μὲν ἐνταῦθα τῶν πλοκάμων ἕνα καὶ πένθιμον στολὴν ἀναλαβεῖν, ὅπου τῇ πόλει μέχρι νῦν ὄνομα Κοπτώ. ἕτεροι δὲ τοὔνομα σημαίνειν οἴονται στέρησιν· τὸ γὰρ ἀποστερεῖν κόπτειν λέγουσι. πλανωμένην δὲ πάντῃ καὶ ἀποροῦσαν οὐδένα προσελθεῖν ἀπροσαύδητον,2 ἀλλὰ καὶ παιδαρίοις συντυχοῦσαν ἐρωτᾶν περὶ τῆς λάρνακος· τὰ δὲ τυχεῖν ἑωρακότα καὶ φράσαι τὸ στόμα, διʼ οὗ τὸ ἀγγεῖον οἱ φίλοι τοῦ Τυφῶνος εἰς τὴν θάλασσαν ἔωσαν. ἐκ τούτου τὰ παιδάρια μαντικὴν δύναμιν ἔχειν οἴεσθαι τοὺς Αἰγυπτίους, καὶ μάλιστα ταῖς τούτων ὀττεύεσθαι κληδόσι παιζόντων ἐν ἱεροῖς καὶ φθεγγομένων ὅ τι ἂν τύχωσι. αἰσθομένην δὲ τῇ ἀδελφῇ ἐρῶντα συγγεγονέναι διʼ ἄγνοιαν ὡς ἑαυτῇ τὸν Ὄσιριν, καὶ τεκμήριον ἰδοῦσαν τὸν μελιλώτινον στέφανον, ὃν ἐκεῖνος παρὰ τῇ Νέφθυι κατέλιπε, τὸ παιδίον ζητεῖν (ἐκθεῖναι γὰρ εὐθὺς τεκοῦσαν διὰ φόβον τοῦ Τυφῶνος)· εὑρεθὲν δὲ χαλεπῶς καὶ μόγις, κυνῶν ἐπαγόντων τὴν Ἶσιν, ἐκτραφῆναι καὶ γενέσθαι φύλακα καὶ ὀπαδὸν αὐτῆς, Ἄνουβιν προσαγορευθέντα, καὶ λεγόμενον τοὺς θεοὺς φρουρεῖν, ὥσπερ οἱ κύνες τοὺς ἀνθρώπους.

据说,最先觉察到这一灾难并散布事发消息的,是居住在开姆尼斯周围地区的潘神和萨堤洛斯们,人群突发的混乱与惊恐至今仍因此被称为“恐慌”。伊西斯获悉此事后,便在当地剪下一缕秀发并披上丧服,该城直到如今仍被称为科普托斯。但另有人认为此名意为“剥夺”,因为他们称剥夺为 koptein。 她茫然地四处漂泊,走近任何人都不会不向其搭话,甚至遇见孩童也询问那具箱匣的下落;而孩童们碰巧见过,便指出了堤丰的同伙将该器皿推入大海的河口。由此,埃及人认为幼童具有预言之力,尤其会在孩童于圣所玩耍并随口吐露话语时,将其视为征兆加以占卜。 伊西斯得知奥西里斯因误会而将自己的妹妹当成她本人与之相爱交合,并在看到他遗留在奈芙蒂斯处的草木樨花冠作为证据后,便去寻找那个孩子(因为奈芙蒂斯出于对堤丰的恐惧,产下后便立即将其遗弃)。在猎犬为伊西斯引路下,历经艰难辛苦,那孩子终于被寻获并抚养成人,成为她的卫士与侍从,被称为阿努比斯,据说他守卫诸神犹如猎犬守护人类。

§15

ἐκ δὲ τούτου πυθέσθαι περὶ τῆς λάρνακος, ὡς πρὸς τὴν Βύβλου χώραν ὑπὸ τῆς θαλάσσης ἐκκυμανθεῖσαν αὐτὴν ἐρείκῃ τινὶ μαλθακῶς ὁ κλύδων προσέμιξεν· ἡ δʼ ἐρείκη κάλλιστον ἔρνος ὀλίγῳ χρόνῳ καὶ μέγιστον ἀναδραμοῦσα περιέπτυξε καὶ περιέφυ καὶ ἀπέκρυψεν ἐντὸς ἑαυτῆς· θαυμάσας δʼ ὁ βασιλεὺς τοῦ φυτοῦ τὸ μέγεθος καὶ περιτεμὼν τὸν περιέχοντα τὴν σορὸν οὐχ ὁρωμένην κορμὸν ἔρεισμα τῆς στέγῃ ὑπέστησε. ταῦτά τε πνεύματί φασι δαιμονίῳ φήμης πυθομένην τὴν Ἶσιν εἰς Βύβλον ἀφικέσθαι, καὶ καθίσασαν ἐπὶ κρήνης ταπεινὴν καὶ δεδακρυμένην ἄλλῳ μὲν μηδενὶ προσδιαλέγεσθαι, τῆς δὲ βασιλίδος τὰς θεραπαινίδας ἀσπάζεσθαι καὶ φιλοφρονεῖσθαι τήν τε κόμην παραπλέκουσαν αὐτῶν καὶ τῷ χρωτὶ θαυμαστὴν εὐωδίαν ἐπιπνέουσαν ἀφʼ ἑαυτῆς. ἰδούσης δὲ τῆς βασιλίδος τὰς θεραπαινίδας, ἵμερον ἐμπεσεῖν τῆς ξένης τῶν τε τριχῶν τοῦ τε χρωτὸς ἀμβροσίαν πνέοντος· οὕτω δὲ μεταπεμφθεῖσαν καὶ γενομένην συνήθη ποιήσασθαι τοῦ παιδίου τίτθην. ὄνομα δὲ τῷ μὲν βασιλεῖ Μάλκανδρον εἶναί φασιν· αὐτῇ δʼ οἱ μὲν Ἀστάρτην οἱ δὲ Σάωσιν οἱ δὲ Νεμανοῦν, ὅπερ ἂν Ἕλληνες Ἀθηναΐδα προσείποιεν.

此后,她打听到那具箱匣的消息,得知它被海浪冲刷至比布罗斯地区,浪潮将其轻缓地推入一株欧石楠丛中。那株欧石楠在短时间内拔地而起,长成一株极其壮丽硕大的树木,将箱匣环绕、包裹并隐蔽于自身内部。国王赞叹该植株的巨大,砍下包裹着隐蔽棺木的树干,立作屋顶的支柱。 据说伊西斯借助谣言的神意微风获悉这些事情后,来到了比布罗斯;她坐在泉边,容色卑微且泪流满面,不与任何人攀谈,却唯独向王后的侍女们致意并以示亲善,为她们编织秀发,并从自身向她们的肌肤散发奇异的芬芳。当王后见到侍女们时,便对这位异乡女子以及散发芬芳的秀发与肌肤心生渴慕之情。于是伊西斯被召入宫中,渐成亲近,被任为那孩子的乳母。 据说国王的名字是马尔坎德罗斯,王后的名字有人称作阿斯塔尔特,有人称作萨奥西斯,还有人称作内马努斯,希腊人或许会称其为雅典娜伊斯。

§16

τρέφειν δὲ τὴν Ἶσιν ἀντὶ μαστοῦ τὸν δάκτυλον εἰς τὸ στόμα τοῦ παιδίου διδοῦσαν, νύκτωρ δὲ περικάειν τὰ θνητὰ τοῦ σώματος· αὐτὴν δὲ γενομένην χελιδόνα τῇ κίονι περιπέτεσθαι καὶ θρηνεῖν, ἄχρι οὗ τὴν βασίλισσαν παραφυλάξασαν καὶ ἐκκραγοῦσαν, ὡς εἶδε περικαόμενον τὸ βρέφος, ἀφελέσθαι τὴν ἀθανασίαν αὐτοῦ.3 τὴν δὲ θεὰν φανερὰν γενομένην αἰτήσασθαι τὴν κίονα τῆς στέγης· ὑφελοῦσαν δὲ ῥᾷστα περικόψαι τὴν ἐρείκην, εἶτα ταύτην μὲν ὀθόνῃ περικαλύψασαν καὶ μύρον καταχεαμένην ἐγχειρίσαι τοῖς βασιλεῦσι, καὶ νῦν ἔτι σέβεσθαι Βυβλίους τὸ ξύλον ἐν ἱερῷ κείμενον Ἴσιδος. τῇ δὲ σορῷ περιπεσεῖν καὶ κωκῦσαι τηλικοῦτον, ὥστε τῶν παίδων τοῦ βασιλέως τὸν νεώτερον ἐκθανεῖν, τὸν δὲ πρεσβύτερον μεθʼ ἑαυτῆς ἔχουσαν καὶ τὴν σορὸν εἰς πλοῖον ἐνθεμένην ἀναχθῆναι. τοῦ δὲ Φαίδρου ποταμοῦ πνεῦμα τραχύτερον ἐκθρέψαντος ὑπὸ τὴν ἕω, θυμωθεῖσαν ἀναξηρᾶναι τὸ ῥεῖθρον.

伊西斯喂养孩子时,不用乳房而是将手指放入孩子口中,夜间则焚烧其肉身中会朽坏的部分。她自己化作燕子绕着柱子飞翔并哀鸣,直到王后暗中窥视,见婴儿被火焚烧而放声尖叫,从而剥夺了孩子的不朽之性。 女神显露真身,索要那根支撑屋顶的柱子。她极其轻易地将其取下,削去欧石楠树身,随后用细麻布包裹这块木头,浇上香膏后移交给王室夫妇;如今比布罗斯人仍敬奉安放在伊西斯神殿中的这根木料。她扑在棺上极其哀恸地号哭,以致国王较年幼的儿子当场惊厥而亡;她带着较年长的儿子,将棺木置于船上启航出海。由于淮德罗斯河在黎明时分刮起了较为猛烈的狂风,她盛怒之下使河水干涸。

语法注3 条
  1. 14πρώτων δὲ τῶν τὸν περὶ Χέμμιν οἰκούντων τόπον Πανῶν καὶ Σατύρων τὸ πάθος αἰσθομένων καὶ λόγον ἐμβαλόντων περὶ τοῦ γεγονότος, τὰς μὲν αἰφνιδίους τῶν ὄχλων ταραχὰς καὶ πτοήσεις ἔτι νῦν διὰ τοῦτο πανικὰς προσαγορεύεσθαι

    句首的 τῶν ... Πανῶν καὶ Σατύρων ... αἰσθομένων καὶ λόγον ἐμβαλόντων 为独立属格结构,充当主句的前置原因从句。主句延续了间接引语的宾格不定式结构,宾格主语 τὰς μὲν αἰφνιδίους τῶν ὄχλων ταραχὰς καὶ πτοήσεις 与谓语不定式 προσαγορεύεσθαι 相互呼应。

  2. 356eπλανωμένην δὲ πάντῃ καὶ ἀποροῦσαν οὐδένα προσελθεῖν ἀπροσαύδητον

    宾格分词 πλανωμένην ... καὶ ἀποροῦσαν 充当不定式 προσελθεῖν 的逻辑主语(指伊西斯),οὐδένα 为其直接宾语。形容词 ἀπροσαύδητον 作为表语性形容词(“未被打招呼的”)修饰 οὐδένα,构成双重否定含义,即“她所接近的任何一个人,她都不曾不加搭话”。

  3. 357cὡς εἶδε περικαόμενον τὸ βρέφος, ἀφελέσθαι τὴν ἀθανασίαν αὐτοῦ

    不定式 ἀφελέσθαι 的逻辑主语是前文发出尖叫的王后(τὴν βασίλισσαν)。从句法及文意来看,正是王后的惊叫与打断使得她(中动语态)剥夺了自己孩子的不朽性,而非女神主动惩罚性地剥夺。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg089.humanitext-grc2:14-16