- 底本
- Plutarch. Plutarchi Chaeronensis Moralia, Vol II. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1889.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg089.humanitext-grc2:12-13
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
叙述了五个闰日的起源与诸神诞生的神话,随后详述了奥西里斯施行政教文明的统治,以及堤丰设谋弑君并将其遗弃于大海的始末。
λέγεται δʼ ὁ μῦθος οὗτος ἐν βραχυτάτοις ὡς ἔνεστι μάλιστα, τῶν ἀχρήστων σφόδρα καὶ περιττῶν ἀφαιρεθέντων. τῆς Ῥέας φασὶ κρύφα τῷ Κρόνῳ συγγενομένης, αἰσθόμενον ἐπαράσασθαι τὸν Ἥλιον αὐτῇ μήτε μηνὶ μήτʼ ἐνιαυτῷ τεκεῖν1 ἐρῶντα δὲ τὸν Ἑρμῆν τῆς θεοῦ συνελθεῖν, εἶτα παίξαντα πέττια πρὸς τὴν Σελήνην καὶ ἀφελόντα τῶν φώτων ἑκάστου τὸ ἑβδομηκοστόν, ἐκ πάντων ἡμέρας πέντε συνελεῖν καὶ ταῖς ἑξήκοντα καὶ τριακοσίαις ἐπαγαγεῖν, ἃς νῦν ἐπαγομένας Αἰγύπτιοι καλοῦσι καὶ τῶν θεῶν γενεθλίους ἄγουσι. τῇ μὲν πρώτῃ τὸν Ὄσιριν γενέσθαι, καὶ φωνὴν αὐτῷ τεχθέντι συνεκπεσεῖν, ὡς ὁ πάντων κύριος εἰς φῶς πρόεισιν. ἔνιοι δὲ Παμύλην τινὰ λέγουσιν ἐν Θήβαις ὑδρευόμενον ἐκ τοῦ ἱεροῦ τοῦ Διὸς φωνὴν ἀκοῦσαι διακελευομένην ἀνειπεῖν μετὰ βοῆς, ὅτι μέγας βασιλεὺς εὐεργέτης Ὄσιρις γέγονε· καὶ διὰ τοῦτο θρέψαι τὸν Ὄσιριν, ἐγχειρίσαντος αὐτῷ τοῦ Κρόνου, καὶ τὴν τῶν Παμυλίων ἑορτὴν αὐτῷ τελεῖσθαι, Φαλληφορίοις ἐοικυῖαν. τῇ δὲ δευτέρᾳ τὸν Ἀρούηριν, ὃν Ἀπόλλωνα, ὃν καὶ πρεσβύτερον Ὧρον ἔνιοι καλοῦσι· τῇ τρίτῃ δὲ Τυφῶνα μὴ καιρῷ μηδὲ κατὰ χώραν, ἀλλʼ ἀναρρήξαντα πληγῇ διὰ τῆς πλευρᾶς ἐξαλέσθαι· τετάρτῃ δὲ τὴν Ἶσιν ἐν πανύγροις γενέσθαι· τῇ δὲ πέμπτῃ Νέφθυν, ἣν καὶ Τελευτὴν καὶ Ἀφροδίτην, ἔνιοι δὲ καὶ Νίκην ὀνομάζουσιν. εἶναι δὲ τὸν μὲν Ὄσιριν ἐξ Ἡλίου καὶ τὸν Ἀρούηριν, ἐκ δὲ Ἑρμοῦ τὴν Ἶσιν, ἐκ δὲ τοῦ Κρόνου τὸν Τυφῶνα καὶ τὴν Νέφθυν, διὸ καὶ τὴν τρίτην τῶν ἐπαγομένων ἀποφράδα νομίζοντες οἱ βασιλεῖς οὐκ ἐχρημάτιζον οὐδʼ ἐθεράπευον αὑτοὺς μέχρι νυκτός. γήμασθαι δὲ τῷ Τυφῶνι τὴν Νέφθυν. Ἶσιν δὲ καὶ Ὄσιριν ἐρῶντας ἀλλήλων καὶ πρὶν ἢ γενέσθαι κατὰ γαστρὸς ὑπὸ σκότῳ συνεῖναι. ἔνιοι δέ φασι καὶ τὸν Ἀρούηριν οὕτω γεγονέναι καὶ καλεῖσθαι πρεσβύτερον Ὧρον ὑπʼ Αἰγυπτίων, Ἀπόλλωνα δʼ ὑφʼ Ἑλλήνων.
这个神话在削去全然无用且多余的部分后,尽可能以最简短的言辞叙述如下。 据说,当瑞亚暗中与克洛诺斯交合时,太阳神察觉此事,便对她施加诅咒,使她在任何月份或任何年份中都不得分娩。然而赫耳墨斯恋慕这位女神并与她交好,随后他与月亮女神下棋,从她的每一分光芒中赢得了七十分之一,并将这些光芒汇聚成五天,添补到原本的三百六十天中。如今埃及人将这几天称为闰日,并作为诸神的诞辰来庆祝。 在第一天,奥西里斯出生;当他降生时,伴随有一道声音同时响起,宣布万物的主宰迈入光明之中。有些人则说,底比斯有个名叫帕米勒斯的人在打水时,听到宙斯神庙中传出声音,吩咐他高声宣告:伟大的君王兼施恩者奥西里斯已经降生;因此,在克洛诺斯将奥西里斯托付给他之后,他抚育了奥西里斯,人们亦为他举行名为帕米利亚的节日,该节日与抬擎男根的祭典相似。 在第二天,阿鲁埃里斯出生,人们称其为阿波罗,亦有人称其为年长者荷鲁斯。在第三天,堤丰出生,他既非合乎时节亦非顺应常道,而是以一击破开母体的侧肋跃出的。在第四天,伊西斯于极湿润之处出生。在第五天,奈芙蒂斯出生,人们亦称她为“终局”和阿佛洛狄忒,某些人还称她为尼刻。 据说奥西里斯和阿鲁埃里斯乃太阳神所生,伊西斯出自赫耳墨斯,堤丰与奈芙蒂斯则出自克洛诺斯;因此诸王视闰日的第三天为不祥之日,直到入夜既不处理政务,亦不打理自身。奈芙蒂斯嫁给了堤丰。而伊西斯与奥西里斯彼此相爱,甚至在出生之前,就已在子宫的幽暗中交合。有些人说阿鲁埃里斯亦是如此降生的,并被埃及人称为年长者荷鲁斯,被希腊人称为阿波罗。
βασιλεύοντα δʼ Ὄσιριν Αἰγυπτίους μὲν εὐθὺς ἀπόρου βίου καὶ θηριώδους ἀπαλλάξαι, καρπούς τε δείξαντα καὶ νόμους θέμενον αὐτοῖς καὶ θεοὺς διδάξαντα τιμᾶν· ὕστερον δὲ γῆν πᾶσαν ἡμερούμενον ἐπελθεῖν, ἐλάχιστα μὲν ὅπλων δεηθέντα, πειθοῖ δὲ τοὺς πλείστους καὶ λόγῳ μετʼ ᾠδῆς καὶ πάσης μουσικῆς θελγομένους προσαγόμενον· ὅθεν Ἕλλησι δόξαι Διονύσῳ τὸν αὐτὸν εἶναι. Τυφῶνα δʼ ἀπόντος μὲν οὐδὲν νεωτερίζειν, διὰ τὸ τὴν Ἶσιν εὖ μάλα φυλάττεσθαι καὶ προσέχειν ἐγκρατῶς ἔχουσαν, ἐπανελθόντι δὲ δόλον μηχανᾶσθαι,2 συνωμότας ἄνδρας ἑβδομήκοντα καὶ δύο πεποιημένον καὶ συνεργὸν ἔχοντα βασίλισσαν ἐξ Αἰθιοπίας παροῦσαν, ἣν ὀνομάζουσιν Ἀσώ· τοῦ δʼ Ὀσίριδος ἐκμετρησάμενον λάθρα τὸ σῶμα καὶ κατασκευάσαντα πρὸς τὸ μέγεθος λάρνακα καλὴν καὶ κεκοσμημένην περιττῶς εἰσενεγκεῖν εἰς τὸ συμπόσιον. ἡσθέντων δὲ τῇ ὄψει καὶ θαυμασάντων, ὑποσχέσθαι τὸν Τυφῶνα μετὰ παιδιᾶς, ὃς ἂν ἐγκατακλιθεὶς ἐξισωθῇ, διδόναι δῶρον αὐτῷ τὴν λάρνακα.3 πειρωμένων δὲ πάντων καθʼ ἕκαστον, ὡς οὐδεὶς ἐνήρμοττεν, ἐμβάντα τὸν Ὄσιριν κατακλιθῆναι. τοὺς δὲ συνόντας ἐπιδραμόντας ἐπιρράξαι τὸ πῶμα καί, τῶν μὲν γόμφοις καταλαβόντων ἔξωθεν, τῶν δὲ θερμοῦ μολίβδου καταχεαμένων, ἐπὶ τὸν ποταμὸν ἐξενεγκεῖν καὶ μεθεῖναι διὰ τοῦ Τανιτικοῦ στόματος εἰς τὴν θάλασσαν, ὃ διὰ τοῦτο μισητὸν ἔτι νῦν καὶ κατάπτυστον ὀνομάζειν Αἰγυπτίους. ταῦτα δὲ πραχθῆναι λέγουσιν ἑβδόμῃ ἐπὶ δέκα μηνὸς Ἀθύρ, ἐν ᾧ τὸν σκορπίον ὁ ἥλιος διέξεισιν, ὄγδοον ἔτος καὶ εἰκοστὸν ἐκεῖνο βασιλεύοντος Ὀσίριδος.4 ἔνιοι δὲ βεβιωκέναι φασὶν αὐτόν, οὐ βεβασιλευκέναι χρόνον τοσοῦτον.
奥西里斯登基称王后,立即让埃及人摆脱了困顿而野蛮的生活,向他们展示农作物,为他们制定法律,并教导他们敬奉诸神。后来,他周游全地施行教化,几乎不需要动用武器,而是以伴随着歌唱与各色乐音而令人着迷的言辞和劝服,赢得了大多数人的归顺;希腊人因此认为他与狄奥尼索斯是同一个人。 当奥西里斯外出时,由于伊西斯防备极严且以坚韧之势戒备审慎,堤丰未能掀起叛乱;但在奥西里斯归来后,堤丰设计谋划圈套,召集了七十二名男士作为同谋者,并以一位来自埃塞俄比亚、名叫阿索的在场女王为帮凶。他暗中量取了奥西里斯的身躯尺寸,依其身材打造了一具精美绝伦且饰物华丽的箱匣,将其抬入宴席之中。 当众人目睹其外貌而欢欣赞叹时,堤丰戏言许诺:无论何人躺入其中恰好相合,便将此箱作为礼物赠予他。众人逐一尝试而无一人适合,奥西里斯便步入其中躺下。同席者随即冲上前合上箱盖,有的从外侧用木栓固定,有的浇注滚烫的铅汁,将箱子抬至河边,经由塔尼斯河口投入大海;正因如此,埃及人至今仍称该河口为令人厌弃与唾弃之地。 据说此事发生在阿提尔月十七日,正值太阳穿过天蝎座之时,亦是奥西里斯在位的第二十八年。但有些人说他是享寿如此之久,而非在位如此之久。
- 12μήτε μηνὶ μήτʼ ἐνιαυτῷ τεκεῖν
与格词 μηνί 与 ἐνιαυτῷ 用作表时间的与格,意为“在某时期内”(即在任何月或年中)。不定式 τεκεῖν 作为 ἐπαράσασθαι 的宾语从句,表达诅咒的内容。
- 356bἀπόντος μὲν οὐδὲν νεωτερίζειν... ἐπανελθόντι δὲ δόλον μηχανᾶσθαι
这是一个平行的对照结构:前半句中的 ἀπόντος 为属格独立结构,省略了逻辑主语(奥西里斯不在时);而后半句的 ἐπανελθόντι 则转为与格分词,作 δόλον μηχανᾶσθαι(归来时向其设谋)的损害/不利与格。
- 356cὃς ἂν ἐγκατακλιθεὶς ἐξισωθῇ, διδόναι δῶρον αὐτῷ τὴν λάρνακα
这是间接引语对普遍关系条件句(直接引语:ὃς ἂν ἐξισωθῇ, δώσω...)的转述。在 ὑποσχέσθαι 支配下,主句动词变为不定式 διδόναι,复指代词 αὐτῷ 则与关系代词 ὃς 引导的主语相呼应。
- 356cὄγδοον ἔτος καὶ εἰκοστὸν ἐκεῖνο βασιλεύοντος Ὀσίριδος
βασιλεύοντος Ὀσίριδος 是表时间的属格独立结构(奥西里斯在位时)。ὄγδοον ἔτος καὶ εἰκοστὸν ἐκεῖνο 带有述语性的指示词 ἐκεῖνο,作为同格的时间限定结构(即在位第二十八年)。
