← 普鲁塔克

论伊西斯与奥西里斯

§17-19

奥西里斯遭碎尸与荷鲁斯击败堤丰

伊西斯打开棺木却惊吓致死了窥视的孩童,其后藏匿的尸体被夜猎的堤丰发现并碎尸十四块;伊西斯寻回除阳具外的尸块并予以安葬。奥西里斯自冥府磨砺荷鲁斯,荷鲁斯最终击溃堤丰并被诸神裁定为正统血脉,伊西斯则诞下了下肢羸弱的哈波克拉特斯。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§17

ὅπου δὲ πρῶτον ἐρημίας ἔτυχεν, αὐτὴν καθʼ ἑαυτὴν γενομένην ἀνοῖξαι τὴν λάρνακα, καὶ τῷ προσώπῳ τὸ πρόσωπον ἐπιθεῖσαν ἀσπάσασθαι καὶ δακρύειν· τοῦ δὲ παιδίου σιωπῇ προσελθόντος ἐκ τῶν ὄπισθεν καὶ καταμανθάνοντος, αἰσθομένην μεταστραφῆναι καὶ δεινὸν ὑπʼ ὀργῆς ἐμβλέψαι. τὸ δὲ παιδίον οὐκ ἀνασχέσθαι τὸ τάρβος, ἀλλʼ ἀποθανεῖν. οἱ δέ φασιν οὐχ οὕτως, ἀλλʼ ὡς εἴρηται πρότερον ἐκπεσεῖν εἰς τὴν θάλασσαν. ἔχει δὲ τιμὰς διὰ τὴν θεόν· ὃν γὰρ ᾄδουσιν Αἰγύπτιοι παρὰ τὰ συμπόσια Μανέρωτα, τοῦτον εἶναι. τινὲς δὲ τὸν μὲν παῖδα καλεῖσθαι Παλαιστινὸν ἢ Πηλούσιον, καὶ τὴν πόλιν ἐπώνυμον ἀπʼ αὐτοῦ γενέσθαι κτισθεῖσαν ὑπὸ τῆς θεοῦ· τὸν δʼ ᾀδόμενον Μανέρωτα πρῶτον εὑρεῖν μουσικὴν ἱστοροῦσιν. ἔνιοι δέ φασιν ὄνομα μὲν οὐδενὸς εἶναι, διάλεκτον δὲ πίνουσιν ἀνθρώποις καὶ θαλειάζουσι πρέπουσαν αἴσιμα τὰ τοιαῦτα παρείη· τοῦτο γὰρ τῷ Μανέρωτι φραζόμενον ἀναφωνεῖν ἑκάστοτε τοὺς Αἰγυπτίους· ὥσπερ ἀμέλει καὶ τὸ δεικνύμενον αὐτοῖς εἴδωλον ἀνθρώπου τεθνηκότος ἐν κιβωτίῳ περιφερόμενον οὐκ ἔστιν ὑπόμνημα τοῦ περὶ Ὀσίριδος πάθους, ᾗ τινες ὑπολαμβάνουσιν, ἀλλʼ οἰνωμένους παρακαλεῖν αὑτοὺς χρῆσθαι τοῖς παροῦσι καὶ ἀπολαύειν, ὡς πάντας αὐτίκα μάλα τοιούτους ἐσομένους, ἄχαριν ἐπίκωμον ἐπεισάγουσι.1

当她最初抵达荒僻之处,得以独处时,便打开了箱匣,以自己的面庞贴着他的面容,抚尸痛哭。但那个孩子从背后悄悄走近窥视,她察觉后猛然转身,盛怒之下投以骇人的一瞥。那孩子承受不住这极度的惊恐,登时气绝而亡。然而另有人说并非如此,而是如前所述落入了海中。但他因那女神而享有尊荣;因为埃及人在宴饮时所咏唱的马内洛斯,正是此人。 有人记载说,这孩子名为帕莱斯蒂诺斯或佩鲁西奥斯,那座由女神建立的城邑便随他而得名;他们还记述,被咏唱的马内洛斯是最早发明音乐的人。但也有人说这绝非任何人的名字,而是适用于饮酒狂欢之人的一句吉语: “愿如此美事吉庆常在”;因为据说埃及人每次呼喊这句颂词,正是用马内洛斯来表达的意思。这正如向他们展示的那具装在小木匣中抬着巡回的死人偶,绝非如某些人所设想的那样是对奥西里斯受难的纪念,而是他们引入的一个令人扫兴的不速之客,借以劝勉饮酒沉醉的自己利用并享受眼前的事物,因为所有人很快都会变成这般模样。

§18

τῆς δʼ Ἴσιδος πρὸς τὸν υἱὸν Ὧρον ἐν Βούτῳ τρεφόμενον πορευθείσης, τὸ δʼ ἀγγεῖον ἐκποδὼν ἀποθεμένης Τυφῶνα κυνηγετοῦντα νύκτωρ πρὸς τὴν σελήνην ἐντυχεῖν αὐτῷ, καὶ τὸ σῶμα γνωρίσαντα διελεῖν εἰς τεσσαρεσκαίδεκα μέρη καὶ διαρρῖψαι· τὴν δʼ Ἶσιν πυθομένην ἀναζητεῖν ἐν βάριδι παπυρίνῃ τὰ ἕλη διεκπλέουσαν· ὅθεν οὐκ ἀδικεῖσθαι τοὺς ἐν παπυρίνοις σκάφεσι πλέοντας ὑπὸ τῶν κροκοδείλων, ἢ φοβουμένων ἢ σεβομένων νὴ διὰ τὴν θεόν.2 ἐκ τούτου δὲ καὶ πολλοὺς τάφους Ὀσίριδος ἐν Αἰγύπτῳ λέγεσθαι διὰ τὸ προστυγχάνουσαν ἑκάστῳ μέρει ταφὰς ποιεῖν. οἱ δʼ οὔ φασιν, ἀλλʼ εἴδωλα ποιουμένην διδόναι καθʼ ἑκάστην πόλιν ὡς τὸ σῶμα διδοῦσαν ὅπως παρὰ πλείοσιν ἔχῃ τιμάς, κἂν ὁ Τυφὼν ἐπικρατήσῃ τοῦ Ὥρου, τὸν ἀληθινὸν τάφον ζητῶν, πολλῶν λεγομένων καὶ δεικνυμένων ἀπαγορεύσῃ. μόνον δὲ τῶν μερῶν τοῦ Ὀσίριδος τὴν Ἶσιν οὐχ εὑρεῖν τὸ αἰδοῖον· εὐθὺς γὰρ εἰς τὸν ποταμὸν ῥιφῆναι καὶ γεύσασθαι τόν τε λεπιδωτὸν αὐτοῦ καὶ τὸν φάγρον καὶ τὸν ὀξύρυγχον, οὓς μάλιστα τῶν ἰχθύων ἀφοσιοῦσθαι· τὴν δʼ Ἶσιν ἀντʼ ἐκείνου μίμημα ποιησαμένην καθιερῶσαι τὸν φαλλόν, ᾧ καὶ νῦν ἑορτάζειν τοὺς Αἰγυπτίους.

当伊西斯前往布托看望在那里被抚养的儿子荷鲁斯,将那具容器藏匿在偏僻之处时,堤丰在夜间借着月光打猎,偶然碰到了它;他认出尸体,便将其切成十四块并抛掷四散。伊西斯得知后,乘着纸莎草小舟穿行于沼泽各处寻觅。因此据说乘纸莎草船航行的人不会受到鳄鱼的伤害,因为鳄鱼或是畏惧、或是凭宙斯起誓敬畏那位女神。由此,埃及各地传闻有许多奥西里斯的陵墓,皆因她每寻得一块便就地举行葬礼。但另有人说并非如此,而是她制作了人偶分赠给各座城市,假作交付真身,以便使他在更多地方享有祭礼,且即使堤丰压倒荷鲁斯去寻找真正的陵墓,面对众人所说和所示的诸多陵墓,也会知难而退。在奥西里斯的各个部位中,伊西斯唯独未能寻获阳具;因为它刚被抛入河中,就被鳞鱼、噬鱼和锐吻鱼吞食了,埃及人在所有鱼类中最忌讳此三种。伊西斯便仿制了一个以代替它,将男根祝圣,埃及人至今仍为此举行庆典。

§19

ἔπειτα τῷ Ὥρῳ τὸν Ὄσιριν ἐξ ᾍδου παραγενόμενον διαπονεῖν ἐπὶ τὴν μάχην καὶ ἀσκεῖν, εἶτα διερωτῆσαι τί κάλλιστον ἡγεῖται· τοῦ δὲ φήσαντος τῷ πατρὶ καὶ μητρὶ τιμωρεῖν κακῶς παθοῦσιν3 δεύτερον ἐρέσθαι τί χρησιμώτατον οἴεται ζῷον εἰς μάχην ἐξιοῦσι· τοῦ δʼ Ὥρου ἵππον εἰπόντος, ἐπιθαυμάσαι καὶ διαπορῆσαι, πῶς οὐ λέοντα μᾶλλον ἀλλʼ ἵππον εἶπεν. εἰπεῖν οὖν τὸν Ὧρον ὡς λέων μὲν ὠφέλιμον ἐπιδεομένῳ βοηθείας, ἵππος δὲ φεύγοντα διασπάσαι καὶ καταναλῶσαι τὸν πολέμιον. ἀκούσαντʼ οὖν ἡσθῆναι τὸν Ὄσιριν, ὡς ἱκανῶς παρασκευασαμένου τοῦ Ὥρου. λέγεται δʼ ὅτι, πολλῶν μετατιθεμένων ἀεὶ πρὸς τὸν Ὧρον, καὶ ἡ παλλακὴ τοῦ Τυφῶνος ἀφίκετο Θούηρις. ὄφις δέ τις ἐπιδιώκων αὐτὴν ὑπὸ τῶν περὶ τὸν Ὧρον κατεκόπη, καὶ νῦν διὰ τοῦτο σχοινίον τι προβάλλοντες εἰς μέσον κατακόπτουσι. τὴν μὲν οὖν μάχην ἐπὶ πολλὰς ἡμέρας γενέσθαι καὶ κρατῆσαι τὸν Ὧρον· τὸν Τυφῶνα δὲ τὴν Ἶσιν δεδεμένον παραλαβοῦσαν οὐκ ἀνελεῖν, ἀλλὰ καὶ λῦσαι καὶ μεθεῖναι· τὸν δʼ Ὧρον οὐ μετρίως ἐνεγκεῖν, ἀλλʼ ἐπιβαλόντα τῇ μητρὶ τὰς χεῖρας ἀποσπάσαι τῆς κεφαλῆς τὸ βασίλειον· Ἑρμῆν δὲ περιθεῖναι βούκρανον αὐτῇ κράνος. τοῦ δὲ Τυφῶνος δίκην τῷ Ὥρῳ νοθείας λαχόντος, βοηθήσαντος δὲ τοῦ Ἑρμοῦ, καὶ τὸν Ὧρον ὑπὸ τῶν θεῶν γνήσιον κριθῆναι, τὸν δὲ Τυφῶνα δυσὶν ἄλλαις μάχαις καταπολεμηθῆναι. τὴν δʼ Ἶσιν ἐξ Ὀσίριδος μετὰ τὴν τελευτὴν συγγενομένου4 τεκεῖν ἠλιτόμηνον καὶ ἀσθενῆ τοῖς κάτωθεν γυίοις τὸν Ἁρποκράτην.

此后,奥西里斯自冥府显现于荷鲁斯面前,对其进行战事操练与磨砺,随后询问他认为最崇高之事为何。荷鲁斯回答道: “为遭受残害的父母复仇。” 奥西里斯第二次问道,他认为对于出征作战之人何种动物最为有用。荷鲁斯答道: “马。” 奥西里斯为之诧异,困惑于他何以不说狮子而说是马。荷鲁斯便说,狮子固然对于急需援助之人有所裨益,但马却能用来驱散并歼灭溃逃的敌军。奥西里斯听闻此言大为欣慰,认为荷鲁斯已做好了充分准备。据说,在众人不断倒戈归顺荷鲁斯之际,堤丰的妾室托厄里斯也投奔而来。一条追赶她的巨蛇被荷鲁斯身边的卫士斩成数段,至今人们仍为此将一条绳索掷于众人当中并将其斩断。战事持续了许多天,荷鲁斯最终获胜。然而伊西斯接手被捆绑的堤丰后,并未将其处死,反而松绑予以释放。荷鲁斯对此怒不可遏,对母亲动手,从其头上夺下王冠;但赫尔墨斯为她戴上了一顶牛头头盔。当堤丰就荷鲁斯的私生身分提起诉讼时,在赫尔墨斯的协助下,荷鲁斯被诸神裁定为正统血脉,而堤丰则在随后的两场战役中被彻底击败。伊西斯由死后与之交合的奥西里斯受孕,诞下了早产且下肢软弱无力的哈波克拉特斯。

语法注4 条
  1. 357eὡς πάντας αὐτίκα μάλα τοιούτους ἐσομένους, ἄχαριν ἐπίκωμον ἐπεισάγουσι.

    短语 ὡς πάντας αὐτίκα μάλα τοιούτους ἐσομένους 采用了 ὡς 搭配将来时分词宾格独立结构,表示主观动机或理由(“认定所有人很快都会变成这般模样”)。主句谓语 ἐπεισάγουσι 的主语为埃及设宴之人,直接宾语为前文提及的人偶(εἴδωλον),而 ἄχαριν ἐπίκωμον 则作宾语补足语/述谓性宾格(“作为令人扫兴的闯入狂欢者而引入”)。

  2. 358aσεβομένων νὴ διὰ τὴν θεόν

    该短语包含了誓言质词 νὴ Δία(“凭宙斯起誓”、“确实”)与介词短语 διὰ τὴν θεόν(“由于女神的缘故”)的紧密结合或并置,起到插入强调的作用,意为“或者,凭宙斯起誓,确实是因女神之故而敬畏他们”。

  3. 358bτῷ πατρὶ καὶ μητρὶ τιμωρεῖν κακῶς παθοῦσιν

    动词 τιμωρεῖν 支配与格(τῷ πατρὶ καὶ μητρί)时,词义为“援助、复仇、为……伸冤”(区别于中动相 τιμωρεῖσθαί 支配宾格表示“惩罚某人”)。分词 κακῶς παθοῦσιν 为修饰父母的定语性与格分词,表示“遭受不幸/遭受残害”。

  4. 358eἐξ Ὀσίριδος μετὰ τὴν τελευτὴν συγγενομένου

    介词短语 ἐξ Ὀσίριδος 表示父系来源,不定过去中动分词 συγγενομένου 与 Ὀσίριδος 保持性数格一致(“源自死后与她交合的奥西里斯”),简洁地表达了死后受孕的神话事实。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg089.humanitext-grc2:17-19