← 普鲁塔克

论亚历山大大帝的运气或美德

§2.9-2.10

亚历山大的重重创伤与对命运的抗争

作者列举亚历山大所受的重重创伤与艰辛磨难,证明他绝非侥幸从命运中获益,而是凭借崇高的德性与不屈的气魄在与残酷命运的搏斗中成就伟业。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.9

Ἀλεξάνδρῳ δὲ τί παρʼ ἀξίαν, τί ἀνιδρωτί, τί ἀναιμωτί, τί προῖκα, τί μὴ πονήσαντι τῶν μεγάλων; αἵματι κεκραμένους ποταμοὺς ἔπιε καὶ νεκροῖς γεγεφυρωμένους διέβη, καὶ πόαν ἔφαγε διὰ λιμὸν ἣν πρώτην εἶδε, καὶ βάθεσι χιόνων κατακεχωσμένα ἔθνη καὶ πόλεις ὑπὸ γῆν ἐνδεδυκυίας διώρυξε, καὶ θάλατταν μαχομένην ἔπλευσε, καὶ θῖνας ἀνύδρους τὰς Γεδρωσίων καὶ Ἀραχωσίων ὁδεύων ἐν θαλάττῃ πρότερον ἢ ἐν γῇ φυτὸν εἶδεν. εἰ γὰρ ἦν ὡς πρὸς ἄνθρωπον ἀγαγεῖν Παρρησίαν ὑπὲρ Ἀλεξάνδρου πρὸς τὴν Τύχην, οὐκ ἂν εἶπε, ποῦ σὺ καὶ πότε ταῖς Ἀλεξάνδρου πράξεσιν ὁδὸν ἔδωκας; ποίαν πέτραν ἀναιμωτὶ διὰ σὲ εἷλε; ποίαν πόλιν ἀφρούρητον αὐτῷ παρέδωκας ἢ ποίαν ἄνοπλον φάλαγγα; τίς εὑρέθη βασιλεὺς ῥᾴθυμος ἢ στρατηγὸς ἀμελὴς ἢ κοιμώμενος πυλωρός; ἀλλʼ οὐδʼ εὔβατος ποταμὸς οὐδὲ χειμὼν μέτριος οὐδὲ θέρος ἄλυπον. ἄπιθι πρὸς Ἀντίοχον τὸν Σελεύκου, πρὸς Ἀρταξέρξην τὸν Κύρου ἀδελφόν· ἄπελθε πρὸς Πτολεμαῖον τὸν Φιλάδελφον. ἐκείνους ζῶντες οἱ πατέρες βασιλεῖς ἀνηγόρευσαν, ἐκεῖνοι μάχας ἀδακρύτους ἐνίκων ἐκεῖνοι πανηγυρίζοντες ἐν πομπαῖς καὶ θεάτροις διετέλεσαν, ἐκείνων ἕκαστος διʼ εὐτυχίαν βασιλεύων ἐγήρασεν. Ἀλεξάνδρου δʼ εἰ μηδὲν ἄλλο, τὸ σῶμʼ ἰδοῦ κατατετρωμένον ἐξ ἄκρας κεφαλῆς ἄχρι ποδῶν διακέκοπται καὶ περιτέθλασται τυπτόμενον ὑπὸ τῶν πολεμίων "ἔγχεΐ τʼ ἄορί τε μεγάλοισί τε χερμαδίοισιν" ἐπὶ Γρανίκου ξίφει διακοπεὶς τὸ κράνος1 ἄχρι τῶν τριχῶν, ἐν Γάζῃ βέλει πληγεὶς τὸν ὦμον, ἐν Μαρακάνδοις τοξεύματι τὴν κνήμην ὥστε τῆς κερκίδος τὸ ὀστέον ἀποκλασθὲν ὑπὸ τῆς πληγῆς ἐξαλέσθαι· περὶ τὴν Ὑρκανίαν λίθῳ τὸν τράχηλον, ἐξ οὗ καὶ τὰς ὄψεις ἀμαυρωθεὶς ἐφʼ ἡμέρας πολλὰς ἐν φόβῳ πηρώσεως ἐγένετο· πρὸς Ἀσσακηνοῖς Ἰνδικῷ βέλει τὸ σφυρόν, ὅτε καὶ πρὸς τοὺς κόλακας εἶπεν ἐπιμειδιάσας, τουτὶ μὲν αἷμα, οὐκ "ἰχώρ, οἷός πέρ τε ῥέει μακάρεσσι θεοῖσιν" ἐν Ἰσσῷ ξίφει τὸν μηρόν, ὡς Χάρης φησίν, ὑπὸ Δαρείου τοῦ βασιλέως εἰς χεῖρας αὐτῷ συνδραμόντος· αὐτὸς δʼ Ἀλέξανδρος ἁπλῶς γράφων καὶ μετὰ πάσης ἀληθείας πρὸς Ἀντίπατρον, συνέβη δέ μοι, φησί, καὶ αὐτῷ ἐγχειριδίῳ πληγῆναι εἰς τὸν μηρόν· ἀλλʼ οὐδὲν ἄτοπον οὔτε παραχρῆμα οὔθʼ ὕστερον ἐκ τῆς πληγῆς ἀπήντησεν. ἐν Μαλλοῖς τοξεύματι διπήχει διὰ τοῦ θώρακος εἰς τὸ στῆθος ὑπελάσας δέ τις ἔβαλε κατὰ τοῦ αὐχένος, ὡς Ἀριστόβουλος ἱστόρηκε. διαβὰς δὲ τὸν Τάναϊν ἐπὶ τοὺς Σκύθας καὶ τρεψάμενος, ἐδίωξεν ἵππῳ πεντήκοντα καὶ ἑκατὸν σταδίους, ὑπὸ διαρροίας ἐνοχλούμενος.

但对于亚历山大而言,在诸般伟业之中,有何者是侥幸所得,有何者未流汗水,有何者未洒鲜血,有何者白白奉送,有何者未经辛劳?他饮下混杂着鲜血的河水,渡过死尸架成桥梁的河流;因饥饿而吞食初见的野草;他掘通深雪掩埋的族群与深潜地下的城邑;航行于怒涛翻滚的海洋;在行经盖德罗西亚与阿拉霍西亚的无水沙丘时,他在海中见到植物竟先于在陆地上见到。 若是能为亚历山大向命运秉公进言,犹如面对常人一般,难道直言之神不会说: “你何处、何时为亚历山大的功业开辟过坦途?因着你,他何曾不流一滴血攻下过哪座石垒堡垒?你可曾交给他哪座未经守卫的城邑,或是哪支手无寸铁的方阵?可曾发现哪位国王怠惰,哪位将军疏忽,抑或哪位门吏在酣睡?甚至既没有易涉的江河,也没有温和的凛冬,更没有免除苦楚的盛夏。你到塞琉古之子安条克那里去吧,到居鲁士的兄弟阿尔塔薛西斯那里去吧;到托勒密·非拉铁非那里去吧!那些人是在父辈健在时便被宣布为王,他们赢得了无泪的胜仗,在游行与剧场的庆典中度尽岁月,他们每一个人都凭着鸿运在王位上终老。 但说到亚历山大,即便不看别处,单看他那伤痕累累的躯体:从头顶到脚跟,尽被敌人击打得皮开肉绽、骨碎筋折, ‘既遭枪刺剑斫,又被巨石抛击’。 在格拉尼库斯河畔,他的头盔被利剑直劈至发际;在加沙,肩部被投射武器所伤;在马拉坎达,小腿中箭,以致腓骨被重击震断而脱出;在希尔卡尼亚附近,颈部遭落石击中,致使双目昏花,接连数日陷于失明的恐惧之中;在阿萨凯尼人地区,脚踝被印度箭矢射中,当时他向阿谀奉承之徒微笑道: ‘这可是鲜血,并非 “流淌在福乐神明体内的圣液”!’ 在伊苏斯,正如卡勒斯所言,他被与他交手的国王大流士用利剑刺伤大腿;但亚历山大本人在写给安提帕特的信中坦率而极其真实地写道: ‘我也碰巧,’ 他说, ‘被短剑刺伤了大腿;但无论当时还是后来,这一伤口均未造成任何不良后果。’ 在马利人之地,两肘长(约九十公分)的利箭穿透胸甲射入其胸膛,正如阿里斯托布鲁斯所载,有人纵马驰近击中其颈项。此外,当他渡过塔奈斯河进攻斯基泰人并击溃他们时,尽管饱受痢疾困扰,仍策马追击了一百五十斯塔德。

§2.10

εὖγʼ, ὦ Τύχη, τὸν Ἀλέξανδρον αὔξεις καὶ μέγαν ποιεῖς, διορύττουσα πανταχόθεν, ὑπερείπουσα , πᾶν μέρος ἀνοίγουσα τοῦ σώματος· οὐχ ὥσπερ ἡ Ἀθηνᾶ πρὸ τοῦ Μενελάου τὸ βέλος εἰς τὰ καρτερώτατα τῶν ὅπλων ὑπάγουσα, θώρακι καὶ μίτρᾳ καὶ ζωστῆρι τῆς πληγῆς τὸν τόνον ἀφεῖλε θιγούσης τοῦ σώματος, ὅσον αἵματι πρόφασιν ῥυῆναι,2 ἀλλὰ γυμνὰ παρέχουσα τοῖς βέλεσι τὰ καίρια, καὶ διʼ ὀστέων ἐλαύνουσα τὰς πληγάς, καὶ περιτρέχουσα κύκλῳ τὸ σῶμα, καὶ πολιορκοῦσα τὰς ὄψεις, τὰς βάσεις, ἐμποδίζουσα τὰς διώξεις, περισπῶσα τὰς νίκας, ἀνατρέπουσα τὰς ἐλπίδας. ἐμοὶ μὲν οὐδεὶς βαρυτέρᾳ δοκεῖ κεχρῆσθαι Τύχῃ τῶν βασιλέων, καίτοι πολλοῖς ἐνέπεσε σκληρὰ καὶ βάσκανος· ἀλλʼ ὡς σκηπτὸς ἀπέκοψε τοὺς ἄλλους καὶ διέφθειρε, πρὸς δʼ Ἀλέξανδρον αὐτῆς τὸ δυσμενὲς γέγονε φιλόνεικον καὶ δύσερι καὶ δυσεκβίαστον, ὥσπερ πρὸς τὸν Ἡρακλέα. ποίους γὰρ Τυφῶνας ἢ πελωρίους γίγαντας οὐκ ἀνέστησεν ἀνταγωνιστὰς ἐπʼ αὐτόν; ἢ τίνας οὐκ ὠχύρωσε τῶν πολεμίων πλήθεσιν ὅπλων ἢ βάθεσι ποταμῶν ἢ τραχύτησι κρημνῶν ἢ θηρίων ἀλκαῖς ἀλλοφύλων; εἰ δὲ μὴ μέγʼ ἦν τὸ Ἀλεξάνδρου φρόνημα μηδʼ ἀπʼ ἀρετῆς ὁρμώμενον μεγάλης ἐξανέφερε καὶ διηρείδετο πρὸς τὴν Τύχην, οὐκ ἂν ἔκαμε καὶ ἀπηγόρευσε3 παραταττόμενος, ἐξοπλιζόμενος, πολιορκῶν , διώκων ἐν ἀποστάσεσι μυρίαις, ἀποτροπαῖς, σκιρτήσεσιν ἐθνῶν, βασιλέων ἀφηνιασμοῖς, πρὸς Βάκτρα Μαράκανδα Σογδιανούς, ἐν ἔθνεσιν ἀπίστοις καὶ ἐπιβούλοις ὕδραν τέμνων ἀεί τισι πολέμοις ἐπιβλαστάνουσαν;

好啊,命运啊,你果真是在荣耀亚历山大、使他伟大——从四面八方凿穿他,击溃他,撕开他身体的每一处!并不像雅典娜在墨涅拉奥斯面前将飞箭引向盔甲最坚固之处,借助胸甲、护腹带与腰带削弱击打的力道,纵使擦伤皮肉也仅使鲜血微渗作为由头;你反倒是将致命要害赤裸裸地暴露在飞矢之下,使创伤直透骨髓,包围他的身躯,围困他的眼目与双足,阻碍他的追击,夺走他的胜利,倾覆他的希望! 在我看来,诸王之中绝无何人遭遇过比这更为严苛沉重的命运,尽管命运也曾冷酷而嫉妒地降临在许多人身上;然而,命运虽如霹雳般将他人斩断毁灭,但其对亚历山大的敌意却演变成一场好勇斗狠、顽固不化且难以制服的纠缠,正如针对赫拉克勒斯那般。命运何曾没有激起何等堤丰或庞然巨灵作为对手与他抗衡?何曾没有用排山倒海的武装、江河的深流、悬崖的险峻或异邦巨兽的凶威将哪一个敌人武装筑垒?若非亚历山大的气魄宏大,且秉承崇高的德性振作精神、与命运抗衡,那么面对向着巴克特拉、马拉坎达与粟特前进途中那千百次叛离、溃退、各族的暴动与诸王的倒戈,在奸诈诡谲的蛮族中砍杀那永远借由战端不断复生的九头蛇,他岂不在反复列阵、披甲、围攻与追击中早已精疲力竭、半途而废了吗?

语法注3 条
  1. 341bδιακοπεὶς τὸ κράνος

    依赖于被动分词(διακοπείς)的关涉宾格(表受损部位的指定宾格)。后续的 πληγεὶς τὸν ὦμον、τοξεύματι τὴν κνήμην、λίθῳ τὸν τράχηλον、Ἰνδικῷ βέλει τὸ σφυρόν 及 ξίφει τὸν μηρόν 亦皆遵循此构词法,以宾格表示受击打的具体身体部位或护具。

  2. 341dὅσον αἵματι πρόφασιν ῥυῆναι

    由表示程度或限制的中性关系代词 ὅσον 引出不定式(ῥυῆναι)的结构(意为“仅足以……”)。名词 πρόφασιν 作宾格表语或状语(“作为藉口”),配合与格 αἵματι,共同表达“仅足以成为鲜血流出的口实”。

  3. 341eεἰ δὲ μὴ μέγʼ ἦν τὸ Ἀλεξάνδρου φρόνημα μηδʼ ἀπʼ ἀρετῆς ὁρμώμενον μεγάλης ἐξανέφερε καὶ διηρείδετο πρὸς τὴν Τύχην, οὐκ ἂν ἔκαμε καὶ ἀπηγόρευσε

    与事实相反的非真实条件句。条件从句(protasis)中的动词(ἦν, ἐξανέφερε, διηρείδετο)使用未完成过去时,表示与既成事实相反的持续性品质与状态(亚历山大一贯的高昂气概与坚韧心智);而结论句(apodosis)则由 ἄν 搭配不定过去时直陈式(οὐκ ἂν ἔκαμε καὶ ἀπηγόρευσε),表示对过去特定情况下终局行为的虚拟反问(“难道他不会早已疲竭而放弃吗?”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg087.humanitext-grc3:2.9-2.10