- 底本
- Plutarch. Moralia, Vol. 4. Babbitt, Frank Cole, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1936 (printing).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg087.humanitext-grc3:2.8
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者为证明亚历山大并非依赖运气或不劳而获、而是凭借自身的劳苦与德性成就王业,列举了因抽签、征兆或他人弄权而骤登王位的历史例证以作反衬。
ἀλλὰ ταῦτα μὲν ἄν τις ἀπείποι λέγων, οἷς ἀποδείκνυται κάλλιστα καὶ βασιλικώτατα τὴν ἐξουσίαν διατιθέμενος. καὶ γάρ εἰ διὰ Τύχην μέγας γέγονε, μείζων ἐστίν, ὅτι τῇ Τύχῃ καλῶς κέχρηται· καὶ ὅσῳ τις ἂν μᾶλλον αὐτοῦ τὴν Τύχην ἐπαινῇ, τοσούτῳ μᾶλλον αὔξει τὴν ἀρετήν, διʼ ἣν ἄξιος τῆς Τύχης ἐγένετο. οὐ μὴν ἀλλʼ ἤδη πρὸς τὰ πρῶτα τῆς αὐξήσεως αὐτοῦ καὶ τὰς ἀρχὰς τῆς δυνάμεως βαδίζω, καὶ σκοπῶ τί τὸ τῆς Τύχης ἔργον ἐν ἐκείνοις γέγονε, διʼ ὅ φασιν Ἀλέξανδρον ὑπὸ τῆς Τύχης μέγαν γεγονέναι. πῶς γὰρ οὐχὶ τὸν ἄτρωτον, ὦ Ζεῦ, τὸν ἀναίμακτον, τὸν ἀστράτευτον,1 ὃν χρεμετίσας ἵππος εἰς τὸν Κύρου θρόνον ἐκάθισεν, ὡς Δαρεῖον τὸν Ὑστάσπου πρότερον; ἢ κολακευθεὶς ἀνὴρ ὑπὸ τῆς γυναικός, ὡς Ξέρξην Δαρεῖος ὑπʼ Ἀτόσσης;2 ἐπὶ θύρας αὐτῷ τὸ διάδημα τῆς βασιλείας ἦλθεν, ὥσπερ Ὀάρσῃ διὰ Βαγώαν, καὶ στολὴν ἐκδυσάμενος ἀστάνδου περιέθετο τὴν βασιλικὴν καὶ ὀρθοπαγῆ κίταριν; ἐξαίφνης καὶ ἀπροσδοκήτως κλήρῳ λαχὼν τῆς οἰκουμένης ἐβασίλευσεν, ὡς Ἀθήνησι κλήρῳ θεσμοθετοῦσι καὶ ἄρχουσι; βούλει μαθεῖν πῶς βασιλεύουσιν ἄνθρωποι διὰ Τύχην; ἐξέλιπέ ποτʼ Ἀργείοις τὸ Ἡρακλειδῶν γένος, ἐξ οὗ βασιλεύεσθαι πάτριον ἦν αὐτοῖς·3 ζητοῦσι δὲ καὶ διαπυνθανομένοις ὁ θεὸς ἔχρησεν ἀετὸν δείξειν· καὶ μεθʼ ἡμέρας ὀλίγας ἀετὸς ὑπερφανεὶς καὶ κατάρας ἐπὶ τὴν Αἴγωνος οἰκίαν ἐκάθισε, καὶ βασιλεὺς ᾑρέθη Αἴγων. Πάλιν ἐν Πάφῳ, τοῦ βασιλεύοντος ἀδίκου καὶ πονηροῦ φανέντος, ἐκβαλὼν τοῦτον Ἀλέξανδρος ἕτερον ἐζήτει, τοῦ Κινυραδῶν γένους ἤδη φθίνειν καὶ ἀπολείπειν δοκοῦντος. ἕνα δʼ οὖν ἔφασαν περιεῖναι πένητα καὶ ἄδοξον ἄνθρωπον ἐν κήπῳ τινὶ παρημελημένως διατρεφόμενον. ἐπὶ τοῦτον οἱ πεμφθέντες ἧκον, εὑρέθη δὲ πρασιαῖς ὕδωρ ἐπαντλῶν· καὶ διεταράχθη τῶν στρατιωτῶν ἐπιλαμβανομένων αὐτοῦ καὶ βαδίζειν κελευόντων. ἀχθεὶς δὲ πρὸς Ἀλέξανδρον ἐν εὐτελεῖ σινδονίσκῃ βασιλεὺς ἀνηγορεύθη καὶ πορφύραν ἔλαβε, καὶ εἷς ἦν τῶν ἑταίρων προσαγορευομένων· ἐκαλεῖτο δʼ Ἀβδαλώνυμος. οὕτως αἱ τύχαι ποιοῦσι βασιλεῖς, μετ αμφιέζουσι, μεταγράφουσι ταχύ καὶ ῥᾳδίως, μὴ προσδεχομένους μηδʼ ἐλπίζοντας.
然而,若要穷举那些证明他以何等优异、何等富有王者风范施展其权力的事例,任何人都会感到精疲力竭。实际上,即便他是因运气而成就伟大,他也是更加伟大的,因为他善用了运气;而且人们愈是赞美他的运气,就愈发彰显了他的德性——正是凭借这德性,他才配得上这般运气。 不过,我现在要转向他发迹的最初阶段与权势的源头,审视在那些事情之中究竟有何运气的作为,使人们声称亚历山大是凭借运气成就伟大的。宙斯啊,难道不该将此归于那种毫无伤痕、未流寸血、未经行阵之人吗?犹如昔日海斯塔斯佩斯之子大流士那样,因战马的嘶鸣而登上了居鲁士的宝座;亦或如同大流士受阿托莎阿谀而立薛西斯那样,因丈夫受妇人枕边谄媚而得以即位?难道王权的冠冕径直送上了他的门庭,如同巴戈阿斯使奥阿尔塞斯称王那般,脱去信差的服饰便戴上了王者的直立冠冕?难道他是如同雅典人抽签担任法官与执政官那样,突然而出乎意料地通过抽签统治了整个天下? 你可愿知晓人们是如何凭借运气称王的?昔日,阿尔戈斯人的赫拉克勒斯后裔断绝了,而由该族统领本是他们的祖制;当他们寻求并请示神谕时,神启示说有一只鹰将指引他们。数日之后,一只鹰凌空出现,俯冲下来停在埃工的屋顶上,于是埃工便被选立为王。 又如在帕福斯,当在位的国王被查明不义且邪恶时,亚历山大将其驱逐并另寻他人,然而基倪剌斯的家族似乎已经式微断绝。无论如何,人们说还有一人生存,乃是个贫穷微贱之人,在某处园子里无人问津地糊口度日。差遣之人来到他那里,发现他正给菜畦汲水;当兵士们捉住他并命他同行时,他惊慌失措。他身着粗陋的细麻短衣被带到亚历山大面前,便被宣布为王并获赐紫袍,成为被称为“王友”的其中一员;他的名字叫阿布达洛尼穆斯。命运便是这般造就国王的:为那些未曾期许亦无奢望之人迅速且轻而易举地更换衣装、重写身份。
- 340bπῶς γὰρ οὐχὶ τὸν ἄτρωτον, ὦ Ζεῦ, τὸν ἀναίμακτον, τὸν ἀστράτευτον
反问句中的谓语省略构文。紧承上文的 διʼ ὅ φασιν Ἀλέξανδρον ὑπὸ τῆς Τύχης μέγαν γεγονέναι(人们声称亚历山大凭运气成就伟大的缘由),省略了诸如 λέγοι τις ἄν(人们岂不说……)之类的支配谓语。宾格短语(τὸν ἄτρωτον...)作此隐伏动词的宾语,并由随后的关系从句 ὃν ... ἐκάθισεν 加以修饰。
- 340bἢ κολακευθεὶς ἀνὴρ ὑπὸ τῆς γυναικός, ὡς Ξέρξην Δαρεῖος ὑπʼ Ἀτόσσης;
主格名词短语 κολακευθεὶς ἀνὴρ 由 ἢ 与前文关系从句的主语 χρεμετίσας ἵππος 并列,承前省略了 ὃν ... εἰς τὸν Κύρου θρόνον ἐκάθισεν。全句意为“或者[应归于]被妻子谄媚摇惑的丈夫所立之人,如同薛西斯被受阿托莎谄媚的大流士所立那样”。在 ὡς 引导的比方分句中,Ξέρξην 为受立者的宾格,Δαρεῖος 为主格主语,ὑπʼ Ἀτόσσης 表示施事者,其中的及物动词(如立为王)被省略。
- 340cἐξ οὗ βασιλεύεσθαι πάτριον ἦν αὐτοῖς
关系代词 ἐξ οὗ 的先行词为 τὸ Ἡρακλειδῶν γένος(赫拉克勒斯后裔的家族)。不定式 βασιλεύεσθαι 为中动态或被动态,意为“受国王统领”或“立王”,作非人称表达 πάτριον ἦν αὐτοῖς(对他们而言乃是祖传规矩)的逻辑主语。
