- 底本
- Plutarch. Moralia, Vol. 4. Babbitt, Frank Cole, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1936 (printing).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg087.humanitext-grc3:2.11-2.12
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者论证亚历山大的东征并非源于运气而是出于美德,通过其少年行止、东征前克服的磨难,以及超越赫拉克勒斯与荷马史诗众英雄的高尚品德予以阐发。
ἄτοπόν τι δόξω λέγειν, ἐρῶ δʼ ἀληθές· παρὰ μικρὸν διὰ τὴν Τύχην Ἀλέξανδρος ἀπώλεσε τὸ δοκεῖν Ἄμμωνος εἶναι.1 τίς γὰρ ἂν ἐκ θεῶν γεγονὼς ἐπισφαλεῖς οὕτω καὶ πολυπόνους καὶ τλήμονας ἐξεμόχθησεν ἄθλους πλὴν ὁ Διὸς Ἡρακλῆς; ἀλλʼ ἐκείνῳ μὲν εἷς ἀνὴρ ὑβριστὴς ἐπέταττε λέοντας αἱρεῖν καὶ κάπρους διώκειν καὶ σοβεῖν ὄρνιθας ἵνα μὴ σχολάζῃ τοῖς μείζοσι περιιών, Ἀνταίους κολάζειν καὶ Βουσίριδας παύειν μιαιφονοῦντας· Ἀλεξάνδρῳ δʼ ἐπέταττε ἡ Ἀρετὴ τὸν βασιλικὸν καὶ θεῖον ἆθλον, οὗ τέλος ἦν οὐ χρυσὸς ὑπὸ μυρίων καμήλων περικομιζόμενος οὐδὲ τρυφαὶ Μηδικαὶ καὶ τράπεζαι καὶ γυναῖκες οὐδὲ Χαλυβώνιος οἶνος οὐδʼ Ὑρκανικοὶ ἰχθύες, ἀλλʼ ἑνὶ κόσμῳ κοσμήσαντα πάντας ἀνθρώπους μιᾶς ὑπηκόους ἡγεμονίας καὶ μιᾶς ἐθάδας διαίτης καταστῆσαι.2 τοῦτον ἐκ παιδὸς ἔμφυτον ἔχων ἔρωτα, συντρεφόμενον καὶ συναυξανόμενον, ὡς ἀφίκοντο πρέσβεις παρὰ τοῦ Περσῶν βασιλέως πρὸς Φίλιππον, ὁ δʼ οὐκ ἔνδημος ἦν, φιλοφρονούμενος καὶ ξενίζων αὐτοὺς Ἀλέξανδρος οὐδὲν ἠρώτα παιδικόν, οἷον οἱ ἄλλοι, περὶ τῆς χρυσῆς ἀναδενδράδος ἢ τῶν κρεμαστῶν κήπων ἢ πῶς ὁ βασιλεὺς κεκόσμηται, ἀλλʼ ὅλος ἐν τοῖς κυριωτάτοις ἦν τῆς ἡγεμονίας, διαπυνθανόμενος πόση δύναμις ἡ Περσῶν, ποῦ τεταγμένος βασιλεὺς ἐν ταῖς μάχαις διαγωνίζεται (καθάπερ Ὀδυσσεὺς ἐκεῖνος, "ποῦ δέ οἱ ἔντεα κεῖται ἀρήια, ποῦ δέ οἱ ἵπποι;)," τίνες ὁδοὶ βραχύταται τοῖς ἄνω πορευομένοις ἀπὸ θαλάττης· ὥστε τοὺς ξένους ἐκπεπλῆχθαι καὶ λέγειν ὡς ὁ παῖς οὗτος βασιλεὺς μέγας, ὁ δʼ ἡμέτερος πλούσιος. ἐπεὶ δὲ Φιλίππου τελευτήσαντος ὥρμητο διαβαλεῖν καὶ ταῖς ἐλπίσιν ἤδη καὶ ταῖς παρασκευαῖς ἐμπεφυκὼς ἔσπευδεν ἅψασθαι τῆς Ἀσίας, ἐνίστατο δὴ ἡ Τύχη καὶ ἀπέστρεφε καὶ ἀνθεῖλκεν ὀπίσω καὶ μυρίας περιέβαλλεν ἀσχολίας καὶ διατριβὰς ἐπιλαμβανομένη· πρῶτον αὐτῷ τὰ βαρβαρικὰ τῶν προσοίκων διετάραξεν, Ἰλλυρικοὺς καὶ Τριβαλλικοὺς μηχανωμένη πολέμους. οἷς μέχρι Σκυθίας τῆς παρʼ Ἴστρον ἀποσπασθεὶς ἀπὸ τῶν ἄνω πράξεων καὶ περιδραμὼν καὶ κατεργασάμενος πάντα κινδύνοις καὶ ἀγῶσι μεγάλοις, αὖθις ὥρμητο καὶ ἔσπευδε πρὸς τὴν διάβασιν· ἡ δὲ πάλιν αὐτῷ τὰς Θήβας ἐνέσεισε καὶ πόλεμον Ἑλληνικὸν ἐμποδὼν κατέβαλε, καὶ δεινὴν πρὸς ἄνδρας ὁμοφύλους καὶ συγγενεῖς διὰ φόνου καὶ σιδήρου καὶ πυρὸς ἀνάγκην ἀμύνης, ἀτερπέστατον τέλος ἔχουσαν. ἐκ τούτου διέβαινεν, ὡς μὲν Φύλαρχός φησιν, ἡμερῶν τριάκοντʼ ἔχων ἐφόδιον, ὡς δʼ Ἀριστόβουλος, ἑβδομήκοντα τάλαντα· τῶν δʼ οἴκοι κτημάτων καὶ προσόδων βασιλικῶν διένειμε τὰς πλείστας τοῖς ἑταίροις, μόνος δὲ Περδίκκας οὐδὲν ἔλαβε διδόντος, ἀλλʼ ἠρώτησε, σαυτῷ δὲ τί καταλείπεις, Ἀλέξανδρε; τοῦ δʼ εἰπόντος ὅτι τὰς ἐλπίδας, οὐκοῦν, ἔφη, καὶ ἡμεῖς τούτων μεθέξομεν· οὐ γάρ δίκαιον τὰ σὰ λαμβάνειν, ἀλλὰ τὰ Δαρείου περιμένειν.
我也许会被认为说了怪诞的话,但我所言皆为事实:由于命运的作祟,亚历山大险些丧失了被视为阿蒙之子的名望。因为凡自诸神所生者,除宙斯之子赫拉克勒斯之外,还有谁曾历尽如此险象环生、劳苦艰难的磨难?然而强加给赫拉克勒斯的,只是一个狂妄之徒命他去捕狮、猎豕、驱鸟,使他无暇四处奔走以从事更伟大的事业——去惩罚安泰俄斯,制止布西里斯之流草菅人命;而赋予亚历山大的,乃是“美德”所交付的王家神圣考验,其终极目的绝非万匹骆驼满载的金银,亦非米底式的奢华、筵席与妇女,更非哈律博恩的美酒或希尔卡尼亚的游鱼,而是要将整个人类整飭于单一的秩序之下,使之臣服于单一的统治,并习染于单一的生活习俗。 亚历山大自幼便怀有这种与生俱来的志向,它与他一同滋长、一同壮大。因此,当波斯国王的使节前来晋见腓力(其时腓力恰巧外出)时,亚历山大热情款待他们,却丝毫不曾像常人那般提出孩童般的疑问,去打听什么黄金葡萄树、空中花园,或是国王佩戴何等服饰;相反,他完全沉浸在帝国最核心的要务中,仔细探询波斯军队兵力几何,国王在战场上居于何处督战(正如当年的奥德修斯: “他的战具置于何处,战马又在何方?”),以及从海疆深入内陆何者为最短的道路。以至于外国使臣无不惊叹佩服,交口称赞: “这位少年才是一位伟大的国王,而我们的君主不过是一介富翁罢了。” 及至腓力去世,亚历山大决心渡海东征,他已将全部身心倾注于希望与备战之中,急欲进军亚洲;然而命运却悍然阻挠,将他推阻拖后,并趁机施加无休止的繁冗事务与拖延:命运首先挑起他邻近蛮族的混乱,策划了伊利里亚与特里巴洛伊的战端。亚历山大因此被迫从内陆战备中抽身,远赴伊斯特尔河畔的斯基泰,转战四方,历尽大险恶斗方始平定一切,再度奋起急欲渡海;而命运却又唆使底比斯发动叛乱,在途中横加一场希腊战火,逼迫他不得不以杀戮、刀剑与烈火去对抗同族与同胞,承受这场毫无欢愉可言的自卫浩劫。 此后,据菲拉尔库斯所载,他仅带了三十天的口粮;据阿里斯托布鲁斯所言,仅携七十塔兰同便渡海出征。他将国内的绝大部分财产与王家收入分赐给同袍密友,唯有佩尔狄卡斯在受赠时一无所取,反而问道: “亚历山大啊,你给自己留下了什么?” 亚历山大回答说: “希望。” 佩尔狄卡斯便说: “那么,我们也当分享这份希望;因为接受你的财物是不公道的,等待大流士的资财才是理所当然。”
τίνες οὖν ἦσαν αἱ ἐλπίδες ἐφʼ αἷς διέβαινεν εἰς Ἀσίαν Ἀλέξανδρος; οὐ τείχεσι πόλεων μυριάνδρων ἐκμετρουμένη δύναμις οὐδὲ στόλοι διʼ ὀρῶν πλέοντες, οὐδὲ μάστιγες οὐδὲ πέδαι, μανικὰ καὶ βάρβαρα κολαστήρια θαλάττης, ἀλλὰ τὰ μὲν ἐκτὸς ἐν ὀλίγοις ὅπλοις φιλοτιμία πολλὴ καὶ ζῆλος ἡλικίας παραλλήλου καὶ ἅμιλλα περὶ δόξης καὶ ἀρετῆς ἑταίρων· αὐτὸς δʼ εἶχεν ἐν ἑαυτῷ τὰς μεγάλας ἐλπίδας· εὐσέβειαν περὶ θεούς, πίστιν πρὸς φίλους, εὐτέλειαν, ἐγκράτειαν, ἐμπειρίαν, ἀφοβίαν πρὸς θάνατον, εὐψυχίαν, φιλανθρωπίαν, ὁμιλίαν εὐάρμοστον, ἀψευδὲς ἦθος, εὐστάθειαν ἐν βουλαῖς, τάχος ἐν πράξεσιν, πρῶτα δόξης, προαίρεσιν ἐν τῷ καλῷ καλῷ τελεσιουργόν.3 Ὅμηρος μὲν γὰρ οὐ πρεπόντως οὐδὲ πιθανῶς τὸ Ἀγαμέμνονος κάλλος ἐκ τριῶν συνήρμοσεν εἰκόνων ὁμοιώσας, "ὄμματα καὶ κεφαλὴν ἴκελος Διὶ τερπικεραύνῳ, Ἄρεϊ δὲ ζώνην, στέρνον δὲ Ποσειδάωνι." τὴν δʼ Ἀλεξάνδρου φύσιν, εἴπερ ἐκ πολλῶν συνήρμοσε καὶ συνέθηκεν ἀρετῶν ὁ γεννήσας θεός, ἆρʼ οὐκ ἂν εἴποιμεν ἔχειν φρόνημα μὲν τὸ Κύρου, σωφροσύνην δὲ τὴν Ἀγησιλάου, σύνεσιν δὲ τὴν Θεμιστοκλέους, ἐμπειρίαν δὲ τὴν Φιλίππου, τόλμαν δὲ τὴν Βρασίδου, δεινότητα δὲ καὶ πολιτείαν τὴν Περικλέους; τῶν δʼ ἔτι παλαιοτέρων σωφρονέστερος μὲν Ἀγαμέμνονος· ὁ μὲν γὰρ προέκρινε τῆς γαμετῆς τὴν αἰχμάλωτον, ὁ δὲ καὶ πρὶν ἢ γῆμαι τῶν ἁλισκομένων ἀπείχετο. μεγαλοψυχότερος δʼ Ἀχιλλέως· ὁ μὲν γὰρ χρημάτων ὀλίγων τὸν Ἕκτορος νεκρὸν ἀπελύτρωσεν, ὁ δὲ πολλοῖς χρήμασι Δαρεῖον ἔθαψε· καὶ ὁ μὲν παρὰ τῶν φίλων δῶρα καὶ μισθὸν ἀντὶ τῆς ὀργῆς διαλλαγεὶς ἔλαβεν, ὁ δὲ τοὺς πολεμίους κρατῶν ἐπλούτιζεν. εὐσεβέστερος δὲ Διομήδους· ὁ μὲν γὰρ θεοῖς μάχεσθαι ἦν ἕτοιμος, ὁ δὲ πάντα τοὺς θεοὺς ἐνόμιζε κατορθοῦν. ποθεινότερος δὲ τοῖς προσήκουσιν Ὀδυσσέως· ἐκείνου μὲν γὰρ ἡ τεκοῦσα διὰ λύπην ἀπέθανε, τούτῳ δʼ ἡ τοῦ πολεμίου μήτηρ ὑπʼ εὐνοίας συναπέθανε.
那么,亚历山大赖以渡海前往亚洲的希望究竟是什么?绝非由万户之城的城池所衡量的武力,亦非穿山而行的舟师,更非惩戒大海的狂暴野蛮之皮鞭与锁链;在外部条件上,在微薄的军备之中,唯有宏大的抱负、同龄人的昂扬斗志以及同袍对声誉与美德的竞逐;而他自身之内更怀有伟大的希望:对神明的虔敬、对朋友的忠诚、节俭、自制、经验、对死亡的无畏、英勇刚毅、博爱仁慈、从容得体的举止、诚实无欺的品格、谋略中的坚定、行事中的敏捷、对荣耀的崇尚,以及在善美之事上追求善美成就的坚定抉择。荷马曾借用三种意象描摹阿伽门农之美貌,称他: “目光与头颅宛若喜好霹雳的宙斯, 腰身似阿瑞斯,胸膛如波塞冬” ——这种描绘既不得体,也难令人信服。然而,生身之神若真以诸多美德铸就调和了亚历山大的秉性,我们难道不能说他兼具居鲁士的气魄、阿格西劳斯的审慎、地米斯托克利的睿智、腓力的军旅经验、布拉西达斯的果敢,以及伯里克利的雄辩与治国才略?较之更为古老的英雄,他也比阿伽门农更为自持;因为后者轻视结发之妻而偏爱女俘,而亚历山大即便在成婚之前,对被俘女子亦秋毫无犯。他比阿喀琉斯更为宏量;因为阿喀琉斯为些许钱财方才准许赎回赫克托尔的遗体,而亚历山大却以巨资厚葬大流士;阿喀琉斯是接受朋友的馈赠与赔偿平息怒火方才言和,亚历山大却在征服敌手之际使敌人致富。他比狄奥墨得斯更为虔诚;因为狄奥墨得斯敢于与神明交战,而亚历山大则坚信凡事成功皆赖神明护佑。他对亲族而言亦比奥德修斯更受爱戴;因为奥德修斯的母亲因悲伤而死,而亚历山大敌手的母亲却因对他的眷念而随他一同死去。
- 11παρὰ μικρὸν διὰ τὴν Τύχην Ἀλέξανδρος ἀπώλεσε τὸ δοκεῖν Ἄμμωνος εἶναι
短语 παρὰ μικρόν 搭配直陈式过去时 ἀπώλεσε,构成“险些……”、“几乎丧失”的固定用法。带冠词不定式 τὸ δοκεῖν 作为 ἀπώλεσε 的直接宾语,其中的 Ἄμμωνος εἶναι 为表起源/父子关系的表语性属格,充当 δοκεῖν 的补足语。
- 342aἀλλʼ ἑνὶ κόσμῳ κοσμήσαντα πάντας ἀνθρώπους μιᾶς ὑπηκόους ἡγεμονίας καὶ μιᾶς ἐθάδας διαίτης καταστῆσαι
不定词 καταστῆσαι 的逻辑主语由宾格分词 κοσμήσαντα 体现,指代文脉中的亚历山大。属格 μιᾶς ἡγεμονίας 受形容词 ὑπηκόους 支配,μιᾶς διαίτης 则受 ἐθάδας(“习于……”)支配;两个形容词短语共同充当 καταστῆσαι 的直接宾语 πάντας ἀνθρώπους 的宾语补足语。
- 342eπροαίρεσιν ἐν τῷ καλῷ καλῷ τελεσιουργόν
基于手抄本异读的特殊句式。复合形容词 τελεσιουργόν(“达成……的”、“成就……的”)修饰 προαίρεσιν,前置词短语 ἐν τῷ καλῷ(“在善美之事上”)与工具/客体意义的 καλῷ(“以善美方式/达成善美”)重叠,意为“在崇高之事上实现崇高结果的抉择”。
