← 普鲁塔克

论亚历山大大帝的运气或美德

§2.7

德性带来的真正胜利与部将放纵之对比

作者论证德性而非战功才是带来真正胜利之根基,将征服大流士的亚历山大之自制节度,与其部将的纵欲贪渎及菲罗塔斯的狂妄泄密形成鲜明对比。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.7

οὕτω νικῶσιν ἀρετῇ. πρόσγραψον, εἰ βούλει, τῇ Τύχῃ τὰ Ἄρβηλα καὶ τὴν Κιλικίαν, καὶ τἄλλα, ἃ γέγονε βίας ἔργα καὶ πολέμου Τύχη τὴν Τύρον ἔσεισεν αὐτῷ, καὶ Τύχη τὴν Αἴγυπτον ἀνέῳξε· διὰ Τύχην Ἁλικαρνασσὸς ἔπεσε καὶ Μίλητος ἑάλω καὶ Μαζαῖος Εὐφράτην ἔρημον ἀπέλιπε καὶ νεκρῶν τὸ Βαβυλώνιον ἐπλήσθη πεδίον· ἀλλʼ οὔτι γε σώφρων ἀπὸ Τύχης οὔτʼ ἐγκρατὴς διὰ Τύχην, οὔτʼ ἀνάλωτον ὑφʼ ἡδονῆς ἡ Τύχη καὶ ἄτρωτον ἐπιθυμίαις κατακλείσασα τὴν ψυχὴν ἐφρούρει. καὶ μὴν ταῦτα ἦν, οἷς αὐτὸν ἐτρέψατο Δαρεῖον· τἄλλα δʼ ὅπλων ἦσαν ἧτται καὶ ἵππων καὶ μάχαι καὶ φόνοι καὶ φυγαὶ ἀνδρῶν. τὴν δὲ μεγάλην καὶ ἀναντίρρητον ἧτταν ἡττήθη1 Δαρεῖος καὶ ἐνέκλινεν ἀρετῇ καὶ μεγαλοφροσύνῃ καὶ ἀνδρείᾳ καὶ δικαιοσύνῃ, θαυμάσας τὸ ἐν ἡδονῇ καὶ πόνοις καὶ χάρισιν ἀνίκητον. ἐπεὶ ἔν γε πέλταις καὶ σαρίσσαις καὶ ἀλαλαγμοῖς καὶ συρράξεσιν ὅπλων ἀνίκητος ἦν καὶ Ἀντιγένης ὁ Δεινομένους καὶ Ἀντιγένης ὁ Πελληναῖος καὶ Φιλώτας ὁ Παρμενίωνος, ἀλλὰ πρὸς ἡδονὰς καὶ γύναια καὶ χρυσίον καὶ ἀργύριον οὐθέν τι βελτίους τῶν αἰχμαλώτων ἀλλὰ Ταρρίας μὲν ὅτε τῶν χρεῶν ἠλευθέρου Μακεδόνας Ἀλέξανδρος καὶ διελύετο τοῖς δανείσασιν ὑπὲρ πάντων, ψευσάμενος ὀφείλειν καὶ δανειστήν τινα φάσκοντα εἶναι τῇ τραπέζῃ προσαγαγών· εἶτα φωραθεὶς ὀλίγου διέφθειρεν αὐτὸς ἑαυτόν,2 εἰ μὴ γνοὺς Ἀλέξανδρος ἀφῆκε τῆς αἰτίας αὐτὸν καὶ συνεχώρησεν ἔχειν τἀργύριον, ἀναμνησθεὶς ὅτι Φιλίππου προσμαχομένου Περίνθῳ βέλει πληγεὶς εἰς τὸν ὀφθαλμὸν, οὐ παρέσχεν οὐδʼ ὑπέμεινεν ἐξαιρεθῆναι τὸ βέλος αὑτοῦ πρὶν ἢ τρέψασθαι τοὺς πολεμίους. Ἀντιγένης δὲ τοῖς ἀποπεμφθεῖσιν εἰς Μακεδονίαν διὰ νόσον καὶ πήρωσιν ἀναμείξας ἑαυτὸν καὶ ἀπογραψάμενος, ὡς ἐλήφθη μηδὲν κακὸν ἔχων, ἀλλὰ προσποιούμενος ἀρρωστίαν τινά, ἀνὴρ πολεμικὸς καὶ τραυμάτων τὸ σῶμα μεστὸς ὀφθεὶς ἠνίασε τὸν Ἀλέξανδρον πυνθανομένου δὲ τὴν· αἰτίαν, ὡμολόγησε Τελεσίππας ἐρᾶν καὶ συνακολουθεῖν ἐπὶ θάλατταν ἀπιούσης μὴ δυνάμενος ἀπολειφθῆναι. καὶ τίνος, ἔφη, τὸ γύναιόν ἐστιν, ὁ Ἀλέξανδρος, καὶ πρὸς τίνα δεῖ διαλέγεσθαι; τοῦ δʼ Ἀντιγένους εἰπόντος ὡς ἐλευθέρα ἐστίν, οὐκοῦν, εἶπε, πείθωμεν αὐτὴν καταμένειν, ἐπαγγελλόμενοι καὶ διδόντες. οὕτω παντὶ μᾶλλον ἐρῶντι συγγνώμην εἶχεν ἢ αὑτῷ. καὶ μὴν καὶ Φιλώτας ὁ Παρμενίωνος τροφόν τινα τῶν κακῶν εἶχε τὴν ἀκρασίαν. Ἀντιγόνα γὰρ ἦν Πελλαῖον γύναιον ἐν τοῖς περὶ Δαμασκὸν αἰχμαλώτοις, ἡλώκει δʼ ὑπʼ Αὐτοφραδάτου πρότερον εἰς Σαμοθρᾴκην διαπλεύσασα, τὴν δʼ ὄψιν ἦν ἱκανή, καὶ τὸν Φιλώταν ἁψάμενον αὐτῆς εἶχε μάλα. καὶ δὴ ὁ σιδάρεος ἐκεῖνος πεπαινόμενος οὐκ ἐκράτει τῶν λογισμῶν ἐν ταῖς ἡδοναῖς, ἀλλʼ ἀνοιγόμενος ἐξέφερε πολλὰ τῶν ἀπορρήτων πρὸς αὐτήν· τί γὰρ ἦν ἐκεῖνος ὁ Φίλιππος, εἰ μὴ Παρμενίων; τί δʼ Ἀλέξανδρος οὗτος, εἰ μὴ Φιλώτας; ποῦ δʼ ὁ Ἄμμων, ποῦ δʼ οἱ δράκοντες, ἂν ἡμεῖς μὴ θέλωμεν; τούτους τοὺς λόγους ἡ Ἀντιγόνα ἐξήνεγκε πρός τινα τῶν συνήθων γυναικῶν, ἐκείνη δὲ πρὸς Κρατερόν· κρατερὸς δὲ πρὸς Ἀλέξανδρον αὐτὴν εἰσήγαγε τὴν Ἀντιγόναν κρύφα, καὶ τοῦ μὲν σώματος οὐκ ἔθιγεν ἀλλʼ ἀπέσχετο· τὸν δὲ Φιλώταν ὑποικουρῶν διʼ αὐτῆς ὅλον ἐφώρασε, καὶ πλέον ἢ ἑπτὰ ἐτῶν διαγενομένων, οὐκ ἐν οἴνῳ ποτὲ τὴν ὑπόνοιαν ταύτην ἐξέφηνεν ὁ μεθύων, οὐ δι’ ὀργὴν ὁ θυμοειδής,3 οὐ πρὸς φίλον ὁ πάντα πιστεύων Ἡφαιστίωνι καὶ πάντων μεταδιδούς. λέγεται γὰρ ὅτι καὶ τῆς μητρὸς ἀπόρρητον ἐπιστολὴν λύσαντος αὐτοῦ καὶ σιωπῇ πρὸς ἑαυτὸν ἀναγιγνώσκοντος, Ἡφαιστίων ἀτρέμα παραβάλλων τὴν κεφαλὴν συνανεγίγνωσκεν· ὁ δὲ κωλῦσαι μὲν οὐχ ὑπέμεινεν, ἐξελὼν δὲ τὸν δακτύλιον προσέθηκε τὴν σφραγῖδα τῷ στόματι τοῦ Ἡφαιστίωνος.

人们便是如此凭德性获胜的。若你愿意,大可将阿贝拉与基利家,以及其余凡属暴力与战事之作为,尽数归于运气:运气为他动摇了推罗,运气为他洞开了埃及;因运气哈利卡尔那索斯陷落,米利都遭克,马扎埃乌斯弃守幼发拉底河,巴比伦平原填满了尸骨。然而,他之克制绝非出自运气,他之自持亦非凭借运气;运气未曾将他的灵魂深闭固护,使之不为享乐所攻破、不为欲念所伤。而实际上,这正是他折服大流士本身的手段;其余的一切,不过是兵刃战马的败绩、拼杀、屠戮与士卒的溃逃而已。大流士所遭受的乃是那场伟大而无可置疑的惨败,他在德性、恢宏气度、英勇与正义面前屈服,惊叹于他在享乐、劳苦与施恩之中不可战胜的气概。因为若论藤牌、长矛、战吼与兵刃交锋,狄诺墨涅斯之子安提革涅斯、佩勒涅人安提革涅斯以及帕尔墨尼翁之子菲罗塔斯同样所向披靡;但面对享乐、女色、黄金与白银,他们比俘虏毫无高明之处。例如塔尔利亚斯,当亚历山大为马其顿人免除债务并代所有人向债权人偿清借款时,他谎称欠债,并带了一名假冒债主的人来到兑换台前;随后败露,若非亚历山大查明实情后免除其过咎并准其保留钱财,他几乎自戕身亡——亚历山大乃是忆及腓力围攻佩林托斯时,塔尔利亚斯眼部中箭,却在击退敌军之前绝不肯让人将箭簇拔出,亦不曾屈服。 又如安提革涅斯,将自己混入因伤病遣返马其顿的人员中并报了名;及至被发觉并无疾病、只是装病时,看到这样一位身经百战、遍体鳞伤的勇士竟做出这等事,亚历山大深感痛心。及至询问原因,他坦承自己爱上了忒勒西帕,因无法承受被撇下,遂随她一同前往海边。 “那女子是谁的人?”亚历山大问,“须与何人交涉?” 安提革涅斯答道她乃是自由之身。 “既然如此,”亚历山大说,“我们就许以诺言并馈赠厚礼,劝她留下来罢。” 如此,他对于其他任何坠入爱河之人,竟比对自己还要宽容仁厚。 不仅如此,帕尔墨尼翁之子菲罗塔斯亦将其放纵无节作为诸般恶事的温床。在大马士革一带的战俘中,有一位来自佩拉的少妇安提戈娜;她先前渡海前往萨莫色雷斯时曾被奥托弗拉达特斯俘获,容貌甚美,在菲罗塔斯与她亲近后便令他深深迷恋。于是,那位钢铁般的汉子在享乐中消融软化,丧失了理智的制约,向她吐露心扉并泄露了许多密事: “若没有帕尔墨尼翁,那个腓力算得了什么?若没有菲罗塔斯,这个亚历山大又算得了什么?若非我们首肯,哪里来的阿蒙神,又哪里来的神蛇?” 安提戈娜将这些话泄露给了一位熟识的女友,女友又转告了克拉特罗斯。克拉特罗斯暗中将安提戈娜引见给亚历山大,亚历山大未曾染指其身,而是克制自持;并通过她暗中窥探,将菲罗塔斯的底细探查得一清二楚。此后历经七年有余,这位“酒徒”从未在酒后泄露此种嫌疑,这位“性情暴烈者”亦未因盛怒而宣泄,甚至面对挚友赫淮斯提翁——亚历山大凡事信任他且与他分享一切——亦未曾吐露半句。相传亚历山大拆开母亲的一封密信正在默读时,赫淮斯提翁悄悄探过头来一同阅读;亚历山大不忍制止他,却摘下印戒,将印章按在了赫淮斯提翁的唇上。

语法注3 条
  1. 339bτὴν δὲ μεγάλην καὶ ἀναντίρρητον ἧτταν ἡττήθη

    动词 ἡττήθη(被动态,“被打败”)带有同族宾格(cognate accusative)τὴν ... ἧτταν。该结构将军事交锋中外部的溃败(ὅπλων ἧτται)与大流士在亚历山大的德性与恢宏气魄面前彻底心服的真正失败(τὴν μεγάλην καὶ ἀναντίρρητον ἧτταν)形成鲜明对照。

  2. 339bἀλλὰ Ταρρίας μὲν ὅτε τῶν χρεῶν ἠλευθέρου Μακεδόνας Ἀλέξανδρος καὶ διελύετο τοῖς δανείσασιν ὑπὲρ πάντων, ψευσάμενος ὀφείλειν καὶ δανειστήν τινα φάσκοντα εἶναι τῇ τραπέζῃ προς αγαγών· εἶτα φωραθεὶς ὀλίγου διέφθειρεν αὐτὸς ἑαυτόν

    句首的 ἀλλὰ Ταρρίας μὲν 统摄两个分词从句(ψευσάμενος ... προσαγαγών),最终充当主句 εἶτα φωραθεὶς ὀλίγου διέφθειρεν αὐτὸς ἑαυτόν 的主语。这是对前句“比俘虏毫无高明之处”(οὐθέν τι βελτίους τῶν αἰχμαλώτων)所作的具体事例说明,并与下文的 Ἀντιγένης δὲ 构成对称。

  3. 339eὁ μεθύων, οὐ δι’ ὀργὴν ὁ θυμοειδής

    带定冠词的分词 ὁ μεθύων(“酒徒”)和形容词 ὁ θυμοειδής(“性情暴烈者”)以反讽的笔触化用了批评者加在亚历山大身上的标签。作者借此强调,与政敌的指责截然相反,亚历山大竟能在长达七年多的时间里,无论在酒席间还是在盛怒之下都坚守秘密,展现出极强的自制力。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg087.humanitext-grc3:2.7