- 底本
- Plutarch. Moralia, Vol. 4. Babbitt, Frank Cole, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1936 (printing).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg087.humanitext-grc3:2.5-2.6
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者论证伟大不在于权位的占有而在其运用与德性,对比了荒诞狂妄的继业者与僭主,突出了亚历山大超绝的节制与气度,以致大流士在探明实情后亦祈愿立其为嗣。
ὅθεν οὐκ ἐν τῇ κτήσει τῶν ἀγαθῶν ἀλλʼ ἐν τῇ χρήσει τὸ μέγʼ ἐστίν, ἐπεὶ καὶ νήπια βρέφη κληρονομεῖ βασιλείας πατρῴας καὶ ἀρχάς, ὡς Χάριλλος, ὃν Λυκοῦργος ἅμα τῷ σπαργάνῳ κομίσας εἰς τὸ φιδίτιον ἀνθʼ ἑαυτοῦ βασιλέα τῆς Σπάρτης ἀνηγόρευσε· καὶ οὐκ ἦν μέγας ὁ νήπιος, ἀλλʼ ὁ τῷ νηπίῳ τὸ πατρῷον ἀποδοὺς γέρας καὶ μὴ σφετερισάμενος μηδʼ ἀποστερήσας. Ἀριδαῖον δὲ τίς ἂν ἐποίησε μέγαν; ὃν οὐδὲν νηπίου διαφέροντα μόνον δὲ σπαργανωθέντα πορφύρᾳ Μελέαγρος εἰς τὸν Ἀλεξάνδρου θρόνον ἔθηκεν, εὖ γε ποιῶν, ἵνʼ ὀφθῇ παρʼ ἡμέρας ὀλίγας πῶς ἀρετῇ βασιλεύουσιν ἄνθρωποι καὶ πῶς τύχῃ. ἀγωνιστῇ γὰρ ἡγεμονίας ὑποκριτὴν ἐπεισήγαγε, μᾶλλον δʼ ὡς ἐπὶ σκηνῆς τὸ διάδημα κωφὸν διεξῆλθε τῆς οἰκουμένης. "καί κε γυνὴ φέροι ἄχθος, ἐπεί κεν ἀνὴρ ἀναθείη." τοὐναντίον μὲν οὖν εἴποι τις ἂν ὅτι ἀναλαβεῖν καὶ ἀναθέσθαι δύναμιν καὶ πλοῦτον καὶ ἀρχὴν καὶ γυναικός ἐστι καὶ παιδός·1 Ὀάρσῃ καὶ Δαρείῳ Βαγώας ὁ εὐνοῦχος ἀράμενος ἐπέθηκε τὴν Περσῶν βασιλείαν τὸ δὲ λαβόντα μεγάλην ἐξουσίαν ἐνεγκεῖν καὶ μεταχειρίσασθαι καὶ μὴ συντριβῆναι μηδὲ διαστραφῆναι τῷ βάρει καὶ μεγέθει τῶν πραγμάτων, ἀνδρός ἐστιν ἀρετὴν καὶ νοῦν καὶ φρόνημʼ ἔχοντος· ἣν Ἀλέξανδρος ἔσχεν, ᾧ μέθην τινὲς ἐγκαλοῦσι καὶ οἴνωσιν. ὁ δʼ ἦν μέγας, ἐν τοῖς πράγμασι νήφων καὶ μὴ μεθυσθεὶς μηδὲ βακχευθεὶς ὑπʼ ἐξουσίας καὶ δυνάμεως, ἧς μικρὸν ἕτεροι μεταλαβόντες καὶ ἀπογευσάμενοι κρατεῖν ἑαυτῶν οὐ δύνανται· "κακοὶ γὰρ ἐμπλησθέντες ἢ νομίσματος, ἢ πόλεος ἐμπεσόντες εἰς τιμάς τινας, σκιρτῶσιν, ἀδόκητʼ εὐτυχησάντων δόμων." Κλεῖτος ἐν Ἀμοργῷ τρεῖς ἢ τέτταρας Ἑλληνικὰς ἀνατρέψας τριήρεις Ποσειδῶν ἀνηγορεύθη καὶ τρίαιναν ἐφόρει. Δημήτριος δέ, ᾧ τῆς Ἀλεξάνδρου δυνάμεως ἡ Τύχη σμικρὸν ἀποσπάσασα προσέθηκε, Καταιβάτης καλούμενος ὑπήκουε, καὶ πρέσβεις πρὸς αὐτὸν οὐκ ἔπεμπον ἀλλὰ θεωροὺς αἱ πόλεις, καὶ τὰς ἀποκρίσεις χρησμοὺς προσηγόρευον. Λυσίμαχος τὰ περὶ Θρᾴκην ὥσπερ ἐσχατιάς τινας τῆς βασιλείας κατασχὼν εἰς τοσοῦτον ὑπεροψίας ἔφθασε καὶ θρασύτητος, ὥστʼ εἰπεῖν, νῦν Βυζάντιοι πρὸς ἐμὲ ἥκουσιν, ὅτε τῇ λόγχῃ τοῦ οὐρανοῦ ἅπτομαι. παρὼν δὲ Πασιάδης ὁ Βυζάντιος, ὑπάγωμεν, ἔφη μὴ τῇ ἐπιδορατίδι τὸν οὐρανὸν τρυπήσῃ. καίτοι τί ἂν περὶ τούτων λέγοι τις, οἷς ἐξῆν διʼ Ἀλέξανδρον μέγα φρονεῖν, ὅπου καὶ Κλέαρχος Ἡρακλείας τύραννος γενόμενος σκηπτὸν ἐφόρει, καὶ τῶν υἱῶν ἕνα Κεραυνὸν ὠνόμασε; Διονύσιος δὲ ὁ νεώτερος Ἀπόλλωνος υἱὸν ἑαυτὸν ὠνόμασεν, ἐπιγράψας "Δωρίδος ἐκ μητρὸς Φοίβου κοινώμασι βλαστών." ὁ δὲ πατὴρ αὐτοῦ τῶν μὲν πολιτῶν μυρίους ἢ καὶ πλείους ἀνελών, προδοὺς δὲ τὸν ἀδελφὸν ὑπὸ φθόνου τοῖς πολεμίοις, οὐκ ἀναμείνας δὲ τὴν μητέρα γραῦν οὖσαν ὀλίγαις ἡμέραις ἀποθανεῖν ὕστερον ἀλλʼ ἀποπνίξας, ἐν δὲ τραγῳδίᾳ γράψας αὐτὸς "ἡ γάρ τυραννὶς ἀδικίας μήτηρ ἔφυ·" ὅμως τῶν θυγατέρων τὴν μὲν Ἀρετὴν τὴν δὲ Σωφροσύνην ὠνόμασε τὴν δὲ Δικαιοσύνην. οἱ δʼ Εὐεργέτας οἱ δὲ Καλλινίκους οἱ δὲ Σωτῆρας οἱ δὲ Μεγάλους ἀνηγόρευσαν ἑαυτούς. γάμους δʼ αὐτῶν ἐπαλλήλους ὥσπερ ἵππων ἐν ἀγέλαις γυναικῶν ἀνέδην διημερευόντων, καὶ φθορὰς παίδων καὶ τυμπανισμοὺς ἐν ἀνδρογύνοις καὶ κυβείας μεθημερινὰς καὶ αὐλήσεις ἐν θεάτροις, καὶ νύκτα μὲν ἐν δείπνοις ἡμέραν δʼ ἐν ἀρίστοις ἐπιλείπουσαν, οὐδεὶς ἂν ἐφίκοιτο τῷ λόγῳ διελθεῖν.
因此,伟大并不在于占有善好之物,而在于善用之;因为即便是襁褓中的婴儿也能继承父祖的王国与统治权,正如吕库古连同襁褓抱入公共食堂、立之代己为斯巴达王之查理罗斯那般;而伟大的并非那个幼童,而是将父祖特权归还幼童、既未据为己有亦未加侵夺之人。 然而又有谁能使阿里代乌斯成为伟大?他与婴儿毫无二致,仅仅是被紫袍包裹而已,墨勒阿革洛斯却将他置于亚历山大的王座之上——此举倒确属善举,好教人在短短数日之间看清,人们究竟是如何凭德性统御,又是如何凭幸运统御的。因为他为争夺霸权的真正斗士引入了一个台上的戏子,或者更应当说,宛如置身舞台之上,无言的王冠巡游了整个人类世界。 “妇人亦可荷其重,唯须男子加于身。” 正相反,人们大可说,承担并赐予权力、财富与统治权,乃是妇人与稚子亦能为之事;宦官巴戈阿斯便曾攫取波斯的王权,加诸奥阿尔塞斯与大流士之身。然而,执掌大权之后,能够承担起它、驾驭它,且不被事势之沉重浩大所压碎或扭曲,这乃是有德、有智、有恢宏气魄的丈夫之举。亚历山大便拥有此种品质,虽有人指责他沉沦杯杓、酗酒贪杯。但他实属伟大,于大业之中始终清醒,未曾被权势与威力所迷醉癫狂;而他人稍有沾染品尝此种权能,便已无法自持: “劣人一旦充塞财货, 或得登城邦显位, 便因家道骤然而富而轻举妄动。” 克莱图斯在阿摩戈斯击沉了三、四艘希腊三列桨座战船,便被宣称为波塞冬并手持三叉戟。而德米特里乌斯,命运不过从亚历山大的权势中撕扯下微小的一角赐予他,他便领受了“降临神”的名号,各城邦向他派遣的不是使节而是奉神使,并将他的答复尊称为神谕。利西马科斯仅占据了色雷斯一带作为王国的边鄙之地,其傲慢猖獗竟达致如此地步,以至于说道: “如今拜占庭人来到我跟前,正值我以长矛触及穹苍之时。” 在旁的拜占庭人帕西亚德斯便说: “我们走罢,免得他用矛尖刺破了天。” 然而何须多谈这些因亚历山大而得以自傲之人,甚至连赫拉克利亚的僭主克莱阿尔科斯都身披雷霆之象,并将其中一个儿子命名为凯劳诺斯(雷霆);小狄奥尼修斯自称阿波罗之子,并题诗道: “出自母亲多利斯,托福伊玻斯媾和而生。” 而其父屠杀了万余市民,因嫉妒将兄弟出卖给敌寇,连老母数日后即将去世亦等不及而亲手将其勒毙,且自己在悲剧中写道: “盖僭政乃是不义之母;”却仍将女儿们一人命名为德性(阿瑞忒),一人命名为克制(索弗罗绪涅),另一人命名为正义(狄开奥绪涅)。还有些人则自封为“施惠者”、“胜利者”、“拯救者”或“伟大者”。至于他们连续不断的联姻,宛如群马般整日无节制地沉溺于群妇之间,败坏童子,在不男不女之人中击鼓狂欢,白昼博戏,剧场吹笛,长夜消磨于欢宴、白昼耗尽于午席,实非言辞所能尽述。
ἀλλʼ Ἀλέξανδρος ἠρίστα μὲν ὄρθρου καθεζόμενος, ἐδείπνει δὲ πρὸς ἑσπέραν βαθεῖαν, ἔπινε δὲ θύσας τοῖς θεοῖς, ἐκύβευε δὲ πρὸς Μήδιον πυρέττων, ἔπαιζε δʼ ὁδοιπορῶν ἅμα καὶ μανθάνων τοξεύειν καὶ ἐπιβαίνειν ἅρματος. ἔγημε δὲ Ῥωξάνην ἑαυτῷ, μόνης ἐρασθείς· τὴν δὲ Δαρείου Στάτειραν τῇ βασιλείᾳ καὶ τοῖς πράγμασι συνέφερε γὰρ ἡ τῶν γενῶν ἀνάμιξις· τῶν δʼ ἄλλων Περσίδων ἐκράτησε τοσοῦτον σωφροσύνῃ, ὅσον ἀνδρείᾳ Περσῶν ἄκουσαν μὲν γὰρ οὐδεμίαν εἶδεν, ἃς δʼ εἶδε μᾶλλον ἢ ἃς οὐκ εἶδε παρῆλθε.2 καὶ πᾶσιν ὢν τοῖς ἄλλοις φιλάνθρωπος, μόνοις ὑπερηφάνως τοῖς καλοῖς ἐχρῆτο. περὶ δὲ τῆς Δαρείου γυναικός, εὐπρεπεστάτης γενομένης, οὐδὲ φωνὴν ἐπαινοῦσαν τὸ κάλλος ἤκουσεν· ἀποθανοῦσαν δʼ οὕτω βασιλικῶς ἐκόσμησε καὶ συμπαθῶς ἐδάκρυσεν, ὥστʼ ἄπιστον αὐτοῦ τὸ σῶφρον ἐν τῷ φιλανθρώπῳ γενέσθαι καὶ λαβεῖν ἀδικίας ἔγκλημα τὴν χρηστότητα.3 Δαρεῖος γὰρ ὑπόπτως ἐκινήθη πρὸς τὴν ἐξουσίαν αὐτοῦ καὶ τὴν ἡλικίαν εἷς γὰρ ἦν καὶ αὐτὸς ἔτι τῶν νομιζόντων διὰ Τύχην κρατεῖν Ἀλέξανδρον· ἐπεὶ δὲ τἀληθὲς ἔγνω βασανίσας πανταχόθεν, οὐ πάντως, εἶπεν, ἄρα φαύλως ἔχει τὰ Περσῶν, οὐδέ τις ἐρεῖ παντάπασι κακοὺς ἡμᾶς οὐδʼ ἀνάνδρους ὑπὸ τοιούτου κρατηθέντας. ἐγὼ ʼ εὐτυχίαν μὲν εὔχομαι καὶ κράτος πολέμου παρὰ θεῶν, ἵνʼ εὖ ποιῶν Ἀλέξανδρον ὑπερβάλωμαι· καὶ μέ τις ἔχει φιλοτιμία καὶ ζῆλος ἡμερώτερον αὐτοῦ φανῆναι· εἰ δʼ οἴχεται τὰ ἐμά, Ζεῦ πατρῷε Περσῶν καὶ βασίλειοι θεοί, μηδεὶς εἰς τὸν Κύρου θρόνον ἄλλος ἢ Ἀλέξανδρος καθίσειε. τοῦτʼ εἰσποίησις ἦν Ἀλεξάνδρου διὰ θεῶν μαρτύρων.
然而亚历山大破晓时坐着进早餐,深宵方进晚餐,祭神之后方才饮酒,发烧时与梅狄乌斯投骰,行军途中一边学习射箭与登车一边消遣自遣。他为自己娶罗克珊娜,唯独因倾心于她;而娶大流士之女斯塔泰拉则是为了王国与国家大计,因各族之交融大有裨益。对于其余波斯妇女,他以节制统御她们,正如以勇敢征服波斯男子一般:因他未曾违背〔其〕意愿看过一人,而对于见过的,比之未见过的更为视若无睹。且他对其余所有人皆仁厚有加,唯独对容颜绝美者傲岸以待。关于大流士之妻,虽为绝世尤物,他连一句赞其美貌之语亦不肯听闻;待其死后,他以王者之礼殡殓,悲悯泣下,乃至其仁慈之中所显之节制令人难以置信,其厚德反倒遭致不轨之嫌疑。盖大流士因其权位与盛年而心生疑窦;因大流士本人当时亦仍是认为亚历山大凭运气获胜者之一。然而,当他从各方探得实情之后,便说道: “原来波斯的大运尚未全盘倾颓,亦无人能指责我们败于这般人物乃是彻底的无能与怯懦。我向神明祈求幸运与战事之权威,以便在施惠行善上超越亚历山大;一种宏愿与竞争之心紧抓着我,令我渴望显得比他更为仁厚。但若我之基业已逝,波斯父祖宙斯与诸王室神明啊,愿除亚历山大之外,再无他人得登居鲁士之王座!” 此乃在神明作证之下的亚历山大过继嗣位之举。
- 337eἀναλαβεῖν καὶ ἀναθέσθαι δύναμιν καὶ πλοῦτον καὶ ἀρχὴν καὶ γυναικός ἐστι καὶ παιδός
καὶ γυναικός ἐστι καὶ παιδός 是表示特征/属性的属格(谓语属格),意为“是妇女与儿童也能做之事”。主语是不定词短语 ἀναλαβεῖν καὶ ἀναθέσθαι。这与后句的 τὸ δὲ λαβόντα ... ἐνεγκεῖν ... ἀνδρός ἐστιν(定冠词不定词作主语,接属格 ἀνδρός)构成工整的对比。
- 338dἃς δʼ εἶδε μᾶλλον ἢ ἃς οὐκ εἶδε παρῆλθε
两个关系从句 ἃς δʼ εἶδε(所见之女子)与 ἃς οὐκ εἶδε(未见之女子)通过比较级 μᾶλλον ἤ 相连,作动词 παρῆλθε(越过、漠视)的宾语。字面意为“对于见过的女子,比对未见过的女子更为略过”,是一种反诘性的夸张修辞,意指他即便目睹绝色,也比全然未见更加视若无睹。
- 338eὥστʼ ἄπιστον αὐτοῦ τὸ σῶφρον ἐν τῷ φιλανθρώπῳ γενέσθαι καὶ λαβεῖν ἀδικίας ἔγκλημα τὴν χρηστότητα
由 ὥστε 引导的结果从句,后接两个由 καὶ 连接的“对格+不定词”结构。前半句中,名词化的中性形容词 τὸ σῶφρον 是不定词 γενέσθαι 的逻辑主语,ἄπιστον 为谓语形容词;后半句中,τὴν χρηστότητα 为不定词 λαβεῖν 的逻辑主语,ἀδικίας ἔγκλημα(不义之指控)作 λαβεῖν 的宾语(即“其善意反遭不义之嫌”)。
