- 底本
- Plutarch. Moralia, Vol. 4. Babbitt, Frank Cole, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1936 (printing).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg087.humanitext-grc3:2.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者指出正是亚历山大的德性赋予了命运以光彩,其死后继业者们的崩溃与混乱恰好证明了这一点。他强调,脱离德性的权柄与外在繁华只会进一步凸显并羞辱平庸之辈,唯有德性方为真正伟大的根基。
εἴπωμεν οὖν ὅτι μικροὺς ἡ Τύχη καὶ περιδεεῖς ποιεῖ καὶ ταπεινόφρονας; ἀλλʼ οὐ δίκαιον οὔτε κακίαν εἰς ἀτυχίαν οὔτʼ ἀνδρείαν καὶ φρόνησιν εἰς εὐτυχίαν τινὰ τίθεσθαι. μέγα δὲ τῷ ἄρχειν Ἀλέξανδρον ἡ Τύχη·1 καὶ γὰρ ἔνδοξος ἐν ἐκείνῳ καὶ ἀήττητος καὶ μεγαλόφρων καὶ ἀνύβριστος καὶ φιλάνθρωπος εἶτʼ ἐκλιπόντος2 εὐθὺς ὁ Λεωσθένης ἔλεγε τὴν δύναμιν ἐμπλανωμένην ἑαυτῇ καὶ περιπίπτουσαν ἐοικέναι τῷ Κύκλωπι μετὰ τὴν τύφλωσιν ἐκτείνοντι πανταχοῖ τὰς χεῖρας ἐπʼ οὐδένα σκοπὸν φερομένας· οὕτως ἐρρέμβετο κενεμβατοῦν καὶ σφαλλόμενον ὑπʼ ἀναρχίας τὸ μέγεθος αὐτῆς. μᾶλλον δʼ ὥσπερ τὰ νεκρὰ σώματα, τῆς ψυχῆς ἐκλιπούσης, οὐκέτι συνέστηκεν οὐδὲ συμπέφυκεν, ἀλλʼ ἐξίσταται καὶ διαλύεται ἀπʼ ἀλλήλων καὶ ἄπεισι καὶ φεύγει· οὕτως ἀφεῖσα τὸν Ἀλέξανδρον ἡ δύναμις ἤσπαιρεν, ἐπάλλετο, ἐφλέγμαινε Περδίκκαις καὶ Μελεάγροις καὶ Σελεύκοις καὶ Ἀντιγόνοις,3 ὥσπερ πνεύμασι θερμοῖς ἔτι καὶ σφυγμοῖς διᾴττουσι καὶ διαφερομένοις· τέλος δʼ ἀπομαραινομένη καὶ φθίνουσα περὶ αὑτὴν οἷον εὐλάς τινας ἀνέζεσεν ἀγεννῶν βασιλέων καὶ ἡγεμόνων ψυχορραγούντων. αὐτὸς μὲν οὖν ταῦθʼ, ὡς ἔοικεν, Ἡφαιστίωνι διενεχθέντι πρὸς Κρατερὸν ἐπιτιμῶν, τίς δʼ, εἶπεν, ἡ σὴ δύναμις ἢ πρᾶξις, ἂν σού τις ἀφέλῃ τὸν Ἀλέξανδρον; ἐγὼ δὲ τοῦτʼ εἰπεῖν πρὸς τὴν τότε Τύχην οὐκ ὀκνήσω, τί σου τὸ μέγεθος, τίς δʼ ἡ δόξα, ποῦ δʼ ἡ δύναμις, ποῦ δὲ τὸ ἀνίκητον, ἂν σού τις ἀφέλῃ τὸν Ἀλέξανδρον; τουτέστιν ἂν σοὺ τις ἀφέλῃ τῶν ὅπλων τὴν ἐμπειρίαν, τοῦ πλούτου τὴν φιλοτιμίαν, τῆς πολυτελείας τὴν ἐγκράτειαν, ὧν ἀγωνίζῃ τὸ θάρσος, ἐν οἷς κρατεῖς τὴν πραότητα;4 ποίησον ἄλλον εἰ δύνασαι μέγαν, τοῖς χρήμασι μὴ χαριζόμενον, τοῖς στρατεύμασι μὴ προκινδυνεύοντα, τοὺς φίλους μὴ τιμῶντα, τοὺς αἰχμαλώτους μὴ ἐλεοῦντα, ταῖς ἡδοναῖς μὴ σωφρονοῦντα, τοῖς καιροῖς μὴ ἀγρυπνοῦντα, ταῖς νίκαις μὴ εὐδιάλλακτον, τοῖς κατορθώμασι μὴ φιλάνθρωπον. τίς μέγας ἐν ἐξουσίαις μετʼ ἀβελτερίας καὶ μοχθηρίας; ἄφελε τὴν ἀρετὴν τοῦ εὐτυχοῦντος, καὶ πανταχοῦ μικρός ἐστιν, ἐν χάρισι διὰ σμικρολογίαν, ἐν πόνοις διὰ μαλακίαν, παρὰ θεοῖς διὰ δεισιδαιμονίαν, πρὸς ἀγαθοὺς διὰ φθόνον, ἐν ἀνδράσι διὰ φόβον, ἐν γυναιξὶ διὰ φιληδονίαν. ὥσπερ γὰρ οἱ φαῦλοι τεχνῖται βάσεις μεγάλας μικροῖς ὑφιστάντες ἀναθήμασιν ἐλέγχουσιν αὐτῶν καὶ τὰς μικρότητας, οὕτως ἡ Τύχη, ὅταν μικρὸν ἦθος ἐξάρῃ πράγμασιν ἔχουσιν ὄγκον τινὰ καὶ περιφάνειαν, ἐπιδείκνυσι μᾶλλον καὶ καταισχύνει σφαλλόμενον καὶ σαλευόμενον ὑπὸ κουφότητος.
那么,我们难道要说是命运使人渺小、畏缩而卑怯么?然而,将邪恶归咎于厄运,或将勇敢与明智归因于某种幸运,皆非正理。事实上,命运之所以伟大,全因亚历山大统御之故;盖命运唯独在他身上才显赫荣耀、不可战胜、心怀远大、谦抑无骄且仁爱待人。因此在他离世之后,莱奥斯泰奈斯随即说道,其大军四处盲动、自相倾轧,宛如失明后的独眼巨人,徒然向四方伸出双手却漫无准的;其庞大之势便是这般由于群龙无首而在虚空中践踏、摇晃并跌跌撞撞。或者更应当说,正如灵魂离体后的尸躯不再凝聚依存,而是解体涣散、彼此分崩离析、消散殆尽;同样,这股军势在失却亚历山大之后,便在佩尔狄卡斯们、墨勒阿革洛斯们、塞琉古们和安提柯们之间挣扎、抽搐、躁动如焚,恰似尚未冷却的余息与散乱奔突的脉搏;最终它日渐凋萎衰朽,在周遭沸腾滋生出恍若蛆虫般的卑贱君王与垂死首领。亚历山大本人在赫淮斯提翁与克拉特罗斯发生冲突而斥责前者时,似乎亦说过: “若是有人从你身上抽去亚历山大,你又有何等力量与作为?” 而我亦不惜向当年的命运进言道: “若是有人从你身上抽去亚历山大,你的伟大何在,荣耀何在,权能在何处,不可战胜之势又在何处?” 亦即: “若是有人从你身上抽去了兵刃之熟稔、资财之壮志、奢靡中之节制、奋战时之果敢、克敌后之宽仁,你当如何?”设若你能做到,便去造就另一个并不解囊施惠、不身先士卒临危受难、不礼遇同袍、不怜恤俘虏、对享乐不知节制、临机不能警醒、克捷后难以言和、建功后不施仁爱之人使之成为伟大罢。身居权柄而愚顽卑劣之人,又有谁可称伟大?夺去得志者身上的德性,他便在处处皆显渺小:施恩时因吝啬而渺小,受苦时因懦弱而渺小,在神明前因迷信而渺小,对贤良者因嫉妒而渺小,在男子中因恐惧而渺小,在妇人前因淫佚而渺小。正如劣工将巨大基座置于微小供物之下,反倒暴露出其微末一样,命运每逢以具有崇高声势之盛业拔擢卑微之人格,只会使其在轻浮浅薄中摇摇欲坠、失足颠仆,从而更显丑态、蒙受羞辱。
- 4μέγα δὲ τῷ ἄρχειν Ἀλέξανδρον ἡ Τύχη
此处省略了系动词(ἦν)。带有冠词的不定式与格短语「τῷ ἄρχειν Ἀλέξανδρον」作原因状语,其宾格主语为 Ἀλέξανδρον,意为“因亚历山大的统御”。μέγα 则为表语形容词,修饰主语 ἡ Τύχη,整句意为“命运之所以伟大,是由于亚历山大统御”。
- 4εἶτʼ ἐκλιπόντος
属格独立结构,其逻辑主语(αὐτοῦ 或 Ἀλεξάνδρου)依上下文显而易见因而省略,意为“继而当他(亚历山大)离世之际”。
- 337aΠερδίκκαις καὶ Μελεάγροις καὶ Σελεύκοις καὶ Ἀντιγόνοις
此处专有名词使用复数形式,统称“佩尔狄卡斯之流、墨勒阿革洛斯之流……”这一类将领与其党羽。与格在此充当处所或主体状语,标明此军权在其中抽搐躁动的场所与载体。
- 337bὧν ἀγωνίζῃ τὸ θάρσος, ἐν οἷς κρατεῖς τὴν πραότητα
承接前文 τῶν ὅπλων τὴν ἐμπειρίαν 等一系列“属格+宾格”构成的德性罗列。关系代词 ὧν 为表示领域的属格,限定修饰宾格名词 τὸ θάρσος(“在所抗争之事上的勇力”),与后文带有介词短语的关系从句 ἐν οἷς κρατεῖς 修饰 τὴν πραότητα(“在所征服之事上的宽仁”)形成严谨的对仗。
