- 底本
- Plutarch. Moralia, Vol. 4. Babbitt, Frank Cole, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1936 (printing).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg087.humanitext-grc3:2.3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者论证道,正如雕像不仅需要质料更需要技艺,真正的伟大唯有依托德性与心神而非财富或兵械方能成就,并通过塞米拉米斯与萨尔达那帕洛斯及诸东方君王的对比,驳斥了将亚历山大的伟业归因于命运的观点。
ἀλλὰ φέρε πρὸς θεῶν ἐκτελεσθῆναι καὶ φανῆναι τοιοῦτον ἔργον ἔσθʼ ὅστις ἂν ἰδὼν ὑπέλαβε κατὰ τύχην γεγονέναι καὶ αὐτομάτως τὸ σχῆμα καὶ τὴν διάθεσιν καὶ τὸ εἶδος; οὐδεὶς ἂν οἶμαι. τί δὲ τὸν κεραυνοφόρον; τί δὲ τὸν ἐπὶ τῆς αἰχμῆς προσαγορευόμενον; εἶτʼ ἀνδριάντος μὲν μέγεθος οὐκ ἂν ἄνευ τέχνης ὑπὸ τύχης γένοιτο χρυσὸν καὶ χαλκὸν καὶ ἐλέφαντα καὶ πολλὴν καὶ πλουσίαν ὕλην καταχεαμένης καὶ παραβαλούσης, ἄνδρα δὲ μέγαν, μᾶλλον δὲ τῶν γεγονότων ἁπάντων μέγιστον, ἐνδέχεται χωρὶς ἀρετῆς ἀποτελεσθῆναι διὰ τύχην, ὅπλα καὶ χρήματα καὶ πεζοὺς καὶ ἵππους παρασκευάσασαν; ἃ τῷ μὴ μαθόντι χρῆσθαι κίνδυνός ἐστιν, οὐ δύναμις οὐδὲ κόσμος, ἀλλʼ ἔλεγχος τῆς ἀσθενείας καὶ μικρότητος. ὀρθῶς γὰρ Ἀντισθένης ἔλεγεν ὅτι πάντα δεῖ τοῖς πολεμίοις εὔχεσθαι τἀγαθὰ πλὴν ἀνδρείας· γίγνεται γὰρ οὕτως οὐ τῶν ἐχόντων, ἀλλὰ τῶν κρατούντων.1 διὰ τοῦτό φασι καὶ τὴν φύσιν ἀγεννεστάτῳ ζῴῳ τῷ ἐλάφῳ κέρατα θαυμαστὰ τῷ μεγέθει καὶ τραχύτητι πρὸς ἄμυναν ἐμφῦσαι, διδάσκουσαν ἡμᾶς ὡς οὐδὲν ὠφελεῖ τὸ ἰσχύειν καὶ ὡπλίσθαι τοὺς μένειν καὶ θαρρεῖν μὴ δυναμένους. οὕτω καὶ ἡ τύχη πολλάκις ἀτόλμοις καὶ ἀνοήτοις προσάπτουσα δυνάμεις καὶ ἀρχάς, αἷς ἐνασχημονοῦσι, κοσμεῖ καὶ συνίστησι τὴν ἀρετὴν ὡς μόνην μέγεθος ἀνδρὸς καὶ κάλλος οὖσαν. εἰ μὲν γάρ, ὥς φησιν Ἐπίχαρμος, "νοῦς ὁρῇ καὶ νοῦς ἀκούει, τἄλλα" δὲ "κωφὰ καὶ τυφλά," τυγχάνει λόγου δεόμενα.2 αἱ γὰρ αἰσθήσεις ἰδίας ἔχειν ἀφορμὰς δοκοῦσιν ὅτι δὲ νοῦς ὠφελεῖ καὶ νοῦς κοσμεῖ καὶ νοῦς τὸ νικῶν καὶ κρατοῦν καὶ βασιλεῦον, τὰ δʼ ἄλλα τυφλὰ καὶ κωφὰ καὶ ἄψυχα παρέλκει καὶ βαρύνει καὶ καταισχύνει χωρὶς ἀρετῆς τοὺς ἔχοντας, ἀπὸ τῶν πραγμάτων λαβεῖν ἔστι. τῆς γὰρ αὐτῆς δυνάμεως ὑποκειμένης καὶ ἡγεμονίας, Σεμίραμις μὲν οὖσα γυνὴ στόλους ἐπλήρου καὶ φάλαγγας ὥπλιζε καὶ Βαβυλῶνας ἔκτιζε, καὶ περιέπλει τὴν Ἐρυθρὰν θάλατταν Αἰθίοπας καταστρεφομένη καὶ Ἄραβας· Σαρδανάπαλλος δʼ ἀνὴρ πεφυκὼς ἔξαινεν οἴκοι πορφύραν, ἀναβάδην ἐν ταῖς παλλακαῖς καθήμενος· ἀποθανόντος δʼ αὐτοῦ, λιθίνην εἰκόνα κατασκευάσαντες ἐπορχουμένην ἑαυτῇ βαρβαριστὶ καὶ τοῖς δακτύλοις ὑπὲρ κεφαλῆς οἷον ὑποψοφοῦσαν, ἐπέγραψαν, ἔσθιε, πῖνε, ἀφροδισίαζε· τἄλλα δʼ οὐδέν. ὁ μὲν οὖν Κράτης ἰδὼν χρυσῆν εἰκόνα Φρύνης τῆς ἑταίρας ἑστῶσαν ἐν Δελφοῖς ἀνέκραγεν ὅτι τοῦτο τῆς τῶν Ἑλλήνων ἀκρασίας τρόπαιον ἕστηκε· τὸν δὲ Σαρδαναπάλλου βίον ἄν τις ἢ τάφον οὐδὲν γάρ, οἶμαι, διαφέρει θεασάμενος εἴποι τοῦτο τῶν τῆς Τύχης ἀγαθῶν τρόπαιον εἶναι. τί οὖν; ἐάσωμεν τὴν Τύχην Ἀλεξάνδρου μετὰ Σαρδανάπαλλον ἅψασθαι καὶ τοῦ μεγέθους ἐκείνου καὶ τῆς δυνάμεως ἀντιποιεῖσθαι; τί γὰρ αὐτῷ πλέον ἔδωκεν ὧν οἱ λοιποὶ βασιλεῖς ἔλαβον παρʼ αὐτῆς; ὅπλων, ἵππων, βελῶν, χρημάτων, δορυφόρων; ποιησάτω τούτοις ἡ Τύχη μέγαν Ἀριδαῖον, εἰ δύναται ποιησάτω τούτοις μέγαν Ὦχον ἢ Ὀάρσην ἢ Τιγράνην τὸν Ἀρμένιον ἢ τὸν Βιθυνὸν Νικομήδην ὧν ὁ μὲν τὸ διάδημα τοῖς Πομπηίου ποσὶν ὑπορρίψας αἰσχρῶς τὴν βασιλείαν ἀπέλαβε, λάφυρον γενομένην Νικομήδης δὲ3 τὴν κεφαλὴν ξυράμενος καὶ πιλίον ἐπιθέμενος ἀπελεύθερον ἑαυτὸν Ῥωμαίων ἀνηγόρευσεν.
然而凭诸神起誓,请设想这样一座伟绩果真得以落成并显现于世,有谁在目睹之后会认为其轮廓、布局与形态乃是由命运与偶然自发形成的?我想断无一人。那么执掌雷霆之像又当如何?被称为执矛的那尊像又当如何?若是一座雕像之宏伟,纵有命运倾注并提供黄金、青铜、象牙以及浩大丰赡之质料,无技艺便绝不可成,难道一个伟大之人——甚或是世间有史以来最伟大之人——竟可能因命运备齐了兵械、资财、步兵与战马,便无需德性而借由命运成就么?此等外物对于未曾学会运用之辈而言乃是危殆,非但不是权能亦非光彩,反倒是对其软弱与渺小之揭露。安提斯泰尼所言极是: “理当为仇敌祈求除勇气外之一切美物;盖如此一来,美物将不归其拥有者,而归于征服彼等者。” 正因如此,人们言道自然亦赋予鹿这一最怯弱之兽在尺寸与粗硬上令人惊叹之双角以备自卫,借此训诫吾人:对于不能坚守阵脚、无力振作勇气之人,身怀大力与全副武装毫无益处。命运亦是如此,屡屡将权势与官职加于懦夫与愚氓,任其在其间丑态毕露,从而反衬并确立德性乃是男子唯一的伟大与华美。盖若如埃庇卡尔摩斯所言: “心神得见,心神得闻;其余皆为聋盲”,此话或许尚需论证(因感官似乎自有其机能);但至于唯有心神方能惠助、唯有心神方能生辉、唯有心神方能得胜称霸君临万邦,而其余一切盲聋无灵之物在缺乏德性时只会牵累、重压并羞辱其拥有者,此点自可从事实之中见出。 盖在身处同一权能与统治之时,塞米拉米斯虽身为妇人,却充实舟师、武装方阵、营建巴比伦,并巡航红海以降服埃塞俄比亚人与阿拉伯人;而萨尔达那帕洛斯生为男子,却深居内室,盘坐于姬妾之间梳理紫呢。及至其死,人们为他造起一座石像,呈蛮邦之态起舞,手指在头顶作弹响之状,并题铭道: “吃罢,喝罢,纵欲罢;余者皆无挂怀。” 克拉特斯见弗里妮这名娼妇之金像立于德尔斐,曾大呼此像乃希腊人荒淫放纵之战利品;然而任何人若瞻仰萨尔达那帕洛斯之生平——或其陵墓,因我想二者别无二致——定会断言此乃命运之福祉的战利品。既如此,难道我们要容许命运在萨尔达那帕洛斯之后染指亚历山大,并贪天之功占有那等伟大与权能么?命运究竟赐予了他何种超出其余诸王从她那里所得之物?兵械、战马、箭矢、资财、侍卫?若命运确有其能,且让她借此造就伟大的阿里代乌斯罢;且让她借此造就伟大的奥库斯、奥阿尔塞斯、亚美尼亚之提格兰,或比提尼亚之尼科美德斯罢——其中一人将王冠掷于庞培脚下,可耻地领回沦为战利品之王国;而尼科美德斯则剃光头颅、戴上毡帽,自封为罗马人之释奴。
- 336aγίγνεται γὰρ οὕτως οὐ τῶν ἐχόντων, ἀλλὰ τῶν κρατούντων
属格 τῶν ἐχόντων 与 τῶν κρατούντων 与动词 γίγνεται 连用,作所有性表语属格,意为“(美物)将不归属于其占有者,而归属于征服彼等者”。
- 336bεἰ μὲν γάρ, ὥς φησιν Ἐπίχαρμος, "νοῦς ὁρῇ καὶ νοῦς ἀκούει, τἄλλα" δὲ "κωφὰ καὶ τυφλά," τυγχάνει λόγου δεόμενα
句式骨干为 εἰ μὲν... τυγχάνει λόγου δεόμενα(“若那句话尚需论证”),并以 μέν... δέ 与后文的 ὅτι δὲ νοῦς ὠφελεῖ... ἀπὸ τῶν πραγμάτων λαβεῖν ἔστι(“但心神能带来助益……则可从事实中见出”)形成鲜明对照。作者意在表明,埃庇卡尔摩斯关于感官知觉的断言或许存有争议,但心神在实践德性中的主导作用却是无可辩驳的事实。
- 336dὧν ὁ μὲν τὸ διάδημα τοῖς Πομπηίου ποσὶν ὑπορρίψας αἰσχρῶς τὴν βασιλείαν ἀπέλαβε, λάφυρον γενομένην Νικομήδης δὲ
关系代词 ὧν 为部分属格,回指前文列举的诸王(在此具体指提格兰与尼科美德斯)。句式原本应为 ὁ μὲν... ὁ δὲ... 的对称结构,但在后半句中直接重复专有名词 Νικομήδης δὲ 作为主语,构成了轻微的破格句(anacoluthon)。
