- 底本
- Plutarch. Moralia, Vol. 4. Babbitt, Frank Cole, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1936 (printing).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg087.humanitext-grc3:2.2
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
通过亚历山大与悲剧演员、乐手、画家阿佩莱斯、雕刻家吕西波斯以及提议雕镂阿索斯山的建筑师斯塔西克拉特斯交往的逸事,阐述其尊崇艺术而非与艺人争竞的君王气度。
ἀλλʼ Ἀλέξανδρος εἰδὼς τίνων δεῖ θεατὴν εἶναι καὶ ἀκροατὴν καὶ τίνων ἀγωνιστὴν καὶ αὐτουργόν, ἤσκει μὲν ἀεὶ διὰ τῶν ὅπλων δεινὸς εἶναι καὶ κατὰ τὸν Αἰσχύλον "βριθὺς ὁπλιτοπάλας, δάιος ἀντιπάλοις." ταύτην ἔχων τέχνην προγονικὴν ἀπʼ Αἰακιδῶν, ἀφʼ Ἡρακλέους, ταῖς δʼ ἄλλαις τέχναις τὸ τιμᾶν ἄνευ τοῦ ζηλοῦν ἀπεδίδου κατὰ τὸ ἔνδοξον αὐτῶν καὶ χαρίεν, τῷ τέρπειν δʼ οὐκ ἦν εὐάλωτος εἰς τὸ μιμεῖσθαι.1 γεγόνασι δὲ κατʼ αὐτὸν τραγῳδοὶ μὲν οἱ περὶ Θετταλὸν καὶ Ἀθηνόδωρον, ὧν ἀνταγωνιζομένων ἀλλήλοις, ἐχορήγουν μὲν οἱ Κύπριοι βασιλεῖς, ἔκρινον δʼ οἱ δοκιμώτατοι τῶν στρατηγῶν. ἐπεὶ δʼ ἐνίκησεν Ἀθηνόδωρος, ἐβουλόμην ἄν, ἔφη, μᾶλλον ἀπολωλεκέναι μέρος τῆς βασιλείας ἢ Θετταλὸν ἐπιδεῖν ἡττημένον. ἀλλʼ οὔτʼ ἐνέτυχε τοῖς κριταῖς οὔτε τὴν κρίσιν ἐμέμψατο, πάντων οἰόμενος δεῖν περιεῖναι, τοῦ δικαίου δʼ ἡττᾶσθαι. κωμῳδοὶ δʼ ἦσαν οἱ περὶ Λύκωνα τὸν Σκαρφέα· τούτῳ δʼ εἴς τινα κωμῳδίαν ἐμβαλόντι στίχον αἰτητικὸν γελάσας ἔδωκε δέκα τάλαντα. κιθαρῳδοὶ δʼ ἄλλοι τε καὶ Ἀριστόνικος, ὃς ἐν μάχῃ τινὶ προσβοηθήσας ἔπεσε λαμπρῶς ἀγωνισάμενος. ἐκέλευσεν οὖν αὐτοῦ γενέσθαι καὶ σταθῆναι χαλκοῦν ἀνδριάντα Πυθοῖ, κιθάραν ἔχοντα καὶ δόρυ προβεβλημένον, οὐ τὸν ἄνδρα τιμῶν μόνον, ἀλλὰ καὶ μουσικὴν κοσμῶν ὡς ἀνδροποιὸν καὶ μάλιστα δὴ πληροῦσαν ἐνθουσιασμοῦ καὶ ὁρμῆς τοὺς γνησίως ἐντρεφομένους. καὶ γὰρ αὐτός, Ἀντιγενίδου ποτὲ τὸν ἁρμάτειον αὐλοῦντος νόμον, οὕτω παρέστη καὶ διεφλέχθη τὸν θυμὸν ὑπὸ τῶν μελῶν, ὥστε τοῖς ὅπλοις ᾄξας ἐπιβαλεῖν τὰς χεῖρας ἐγγὺς παρακειμένοις καὶ μαρτυρῆσαι τοῖς Σπαρτιάταις ᾄδουσιν "ῥέπει γὰρ ἄντα τῶ σιδάρω τὸ καλῶς κιθαρίδδειν." ἦν δὲ καὶ Ἀπελλῆς ὁ ζωγράφος καὶ Λύσιππος ὁ πλάστης κατʼ Ἀλέξανδρον· ὧν ὁ μὲν ἔγραψε τὸν κεραυνοφόρον οὕτως ἐναργῶς καὶ κεκραμένως, ὥστε λέγειν ὅτι δυοῖν Ἀλεξάνδρων ὁ μὲν Φιλίππου γέγονεν ἀνίκητος, ὁ δʼ Ἀπελλοῦ ἀμίμητος. Λυσίππου δὲ τὸν πρῶτον Ἀλέξανδρον πλάσαντος, ἄνω βλέποντα τῷ προσώπῳ πρὸς τὸν οὐρανὸν ὥσπερ αὐτὸς εἰώθει βλέπειν Ἀλέξανδρος ἡσυχῆ παρεγκλίνων τὸν τράχηλον ἐπέγραψέ τις οὐκ ἀπιθάνως "αὐδασοῦντι δʼ ἔοικεν ὁ χάλκεος εἰς Δία λεύσσων, γᾶν ὑπʼ ἐμοὶ τίθεμαι· Ζεῦ, σὺ δʼ Ὄλυμπον ἔχε." διὸ καὶ μόνον Ἀλέξανδρος ἐκέλευε Λύσιππον εἰκόνας αὐτοῦ δημιουργεῖν. μόνος γὰρ οὗτος, ὡς ἔοικε, κατεμήνυε τῷ χαλκῷ τὸ ἦθος αὐτοῦ καὶ συνεξέφερε τῇ μορφῇ τὴν ἀρετήν· οἱ δʼ ἄλλοι τὴν ἀποστροφὴν τοῦ τραχήλου καὶ τῶν ὀμμάτων τὴν διάχυσιν καὶ ὑγρότητα μιμεῖσθαι θέλοντες οὐ διεφύλαττον αὐτοῦ τὸ ἀρρενωπὸν καὶ λεοντῶδες. ἐν δʼ οὖν τοῖς ἄλλοις τεχνίταις καὶ Στασικράτης ἦν ἀρχιτέκτων, οὐδὲν ἀνθηρὸν οὐδʼ ἡδὺ καὶ πιθανὸν τῇ ὄψει διώκων, ἀλλὰ καὶ χειρὶ μεγαλουργῷ καὶ διαθέσει χορηγίας βασιλικῆς οὐκ ἀποδεούσῃ χρώμενος. οὗτος ἀναβὰς πρὸς Ἀλέξανδρον ἐμέμφετο τὰς γραφομένας εἰκόνας αὐτοῦ καὶ γλυφομένας καὶ πλαττομένας, ὡς ἔργα δειλῶν καὶ ἀγεννῶν τεχνι, τῶν· ἐγὼ δʼ, εἶπεν, εἰς ἄφθαρτον, ὦ βασιλεῦ, καὶ ζῶσαν ὕλην καὶ ῥίζας ἔχουσαν ἀιδίους καὶ βάρος ἀκίνητον καὶ ἀσάλευτον ἔγνωκά σου τὴν ὁμοιότητα καταθέσθαι τοῦ σώματος. ὁ γάρ Θρᾴκιος Ἄθως, ᾗ μέγιστος αὑτοῦ καὶ περιφανέστατος ἐξανέστηκεν ἔχων ἑαυτῷ σύμμετρα πλάτη καὶ ὕψη καὶ μέλη καὶ ἄρθρα καὶ διαστήματα μορφοειδῆ, δύναται κατεργασθεὶς καὶ σχηματισθεὶς εἰκὼν Ἀλεξάνδρου καλεῖσθαι καὶ εἶναι, ταῖς μὲν βάσεσιν ἁπτομένου τῆς θαλάττης, τῶν δὲ χειρῶν τῇ μὲν ἐναγκαλιζομένου καὶ φέροντος πόλιν ἐνοικουμένην μυρίανδρον, τῇ δὲ δεξιᾷ ποταμὸν ἀέναον ἐκ φιάλης σπένδοντος εἰς τὴν θάλατταν ἐκχεόμενον.2 χρυσὸν δὲ καὶ χαλκὸν καὶ ἐλέφαντα καὶ ξύλα καὶ βαφάς, ἐκμαγεῖα μικρὰ καὶ ὠνητὰ καὶ κλεπτόμενα καὶ συγχεόμενα, καταβάλωμεν. ταῦτʼ ἀκούσας Ἀλέξανδρος τὸ μὲν φρόνημα τοῦ τεχνίτου καὶ τὸ θάρσος ἀγασθεὶς ἐπῄνεσεν, ἔα δὲ κατὰ χώραν, ἔφη, τὸν Ἄθω μένειν ἀρκεῖ γὰρ ἑνὸς βασιλέως ἐνυβρίσαντος εἶναι μνημεῖον3 ἐμὲ δʼ ὁ Καύκασος δείξει καὶ τὰ Ἠμωδὰ καὶ Τάναϊς καὶ τὸ Κάσπιον πέλαγος. αὗται τῶν ἐμῶν ἔργων εἰκόνες.
然而亚历山大深知何事应当作为观赏者与倾听者,何事应当作为竞争者与亲历者;他始终磨砺自身以便在兵械之事上威武勇绝,正如埃斯库罗斯所云: “重甲角力之士,令敌胆寒之辈。” 他自埃阿科斯后裔及赫拉克勒斯处继承了这一祖传技艺,而对其他诸艺,则依照其声望与典雅而予以尊崇而不竞短长,并未因〔其〕悦人而易于陷入摹仿。当时有以色萨洛斯与雅典诺多罗斯为首的悲剧演员,当他们互相竞技时,塞浦路斯诸王出资襄赞,最享声望的将领们充任评判。及至雅典诺多罗斯获胜,“我宁愿,”他说道,“失却王国的一部分,亦不愿目睹色萨洛斯落败。” 然而他既未向评官求情,亦未指责其裁决,深以为凡事皆当压倒众人,唯于公正面前甘居其下。 喜剧演员则有斯卡尔斐亚的吕孔一派;此人将乞讨之诗行嵌入某出喜剧之中,亚历山大一哂之下便赏赐其十塔兰同。 在齐特拉琴乐师中除他人外更有阿里斯托尼克斯,此人在某次战役中驰援而至,英勇奋战而阵亡。亚历山大遂命人为他在皮托铸立一座青铜立像,手抚竖琴且挺执长矛,此举不仅是尊崇其人,亦是赞美音乐能够陶铸男子气魄、极大地激发起那些深受纯正熏陶者之灵感与激昂。盖有一次安提格尼达斯以长笛吹奏战车之曲,他竟为其乐声触动心神、怒气腾燃,以至跃起拔握身旁兵器,从而印证了斯巴达人所歌咏之语: “盖娴熟之琴韵足与铁刃相敌。” 当时亦有画家阿佩莱斯与雕塑家吕西波斯。其中前者将他执掌雷霆之姿描绘得如此逼真而色调浑融,致使人言道:在两个亚历山大之中,腓力之子乃不可战胜,而阿佩莱斯所作者乃不可企及。当吕西波斯初塑亚历山大之像、面庞仰视苍穹(宛如亚历山大本人素常微偏其颈仰望一般)时,有人不无精妙地题辞道: “青铜之像仰顾宙斯,宛若欲言: 大地已归于我脚下;宙斯啊,汝且守奥林匹斯。” 因此亚历山大唯独下令由吕西波斯为其造像。盖唯有此人似乎能在青铜中昭显其风骨,并于形态之中彰显其英姿;而他人企图摹仿其侧项之姿与眼波之含蓄流动,却未能保全其雄健与如狮之威仪。 在其他艺匠中尚有建筑师斯塔西克拉特斯,此人不慕炫目悦目亦不求媚于视界,而是运以雄宏之巨手与不让于王家资度之宏规。此人晋谒亚历山大,指斥为其所画、所雕、所塑之肖像皆为懦弱卑琐工匠之作: “而我,”他说道,“王啊,已立意将您的身形体魄雕铸于不朽之生动质料、具有永恒根基与不可移易之沉重体量之中。盖色雷斯之阿索斯山,于其挺拔崇伟、仪态万千之处,具备与自身均称之广度、高度、肢节与具象间距;经打磨塑造之后,便能被称为且切实成为亚历山大之巨像:其基座濒临大海,一手怀抱托举容纳万人之城邑,右手则从酒盏中倾注不绝之河流直泻大海。至于黄金、青铜、象牙、木材与颜料,此类狭小、可买卖、易遭窃与易损毁之模型,且让我们皆尽屏弃罢。” 亚历山大闻听此言,对该工匠之气概与果敢深表激赏而予以褒扬: “但且让阿索斯山,”他言道,“留在原处罢;盖此山充作一位横暴君王之纪念碑已属足矣。而高加索、伊莫达诸山、塔奈斯河与里海自将昭显我。此等方为我功业之肖像。”
- 2τῷ τέρπειν δʼ οὐκ ἦν εὐάλωτος εἰς τὸ μιμεῖσθαι
τῷ τέρπειν 为原因或手段与格(“因其悦人/凭借给人欢悦”)。εὐάλωτος εἰς τὸ μιμεῖσθαι 意为“易于被诱入/见获于摹仿”。它与前文的 ἄνευ τοῦ ζηλοῦν(“不怀争竞之心”)相呼应,指亚历山大虽悦乐于艺术,却未被诱导去亲自充当角逐名利的技艺操持者。
- 335dταῖς μὲν βάσεσιν ἁπτομένου τῆς θαλάττης, τῶν δὲ χειρῶν τῇ μὲν ἐναγκαλιζομένου καὶ φέροντος πόλιν ἐνοικουμένην μυρίανδρον, τῇ δὲ δεξιᾷ ποταμὸν ἀέναον ἐκ φιάλης σπένδοντος εἰς τὴν θάλατταν ἐκχεόμενον
分词 ἁπτομένου、ἐναγκαλιζομένου、φέροντος 和 σπένδοντος 均为阳性单数属格。它们在语法上并未依从主格形式的 Ἄθως(阳性主格)或 εἰκών(阴性主格),而是按意义呼应(constructio ad sensum)依从前文的 Ἀλεξάνδρου(或巨像所具体象征的亚历山大本人),将阿索斯山雕像的构造特征直接表述为君王自身的肢体动作。
- 335eἀρκεῖ γὰρ ἑνὸς βασιλέως ἐνυβρίσαντος εἶναι μνημεῖον
ἑνὸς βασιλέως ἐνυβρίσαντος(“一位曾肆意妄为之君王”)为依附于 μνημεῖον 的属格短语,指波斯王薛西斯当年开凿阿索斯地峡之狂悖行径。ἀρκεῖ 为无人称动词(“……已足矣”),以不定式短语 εἶναι μνημεῖον 为其实际主语。
