- 底本
- Plutarch. Moralia, Vol. 4. Babbitt, Frank Cole, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1936 (printing).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg087.humanitext-grc3:2.1
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者指出,亚历山大时代之所以涌现众多杰出艺人,正是由于他懂得鉴赏并重赏才具的王者之德与恩泽,并列举了其他统治者因狭隘、嫉妒或争名而贬抑艺术家的轶事作为鲜明对比。
διέφυγεν ἡμᾶς, ὡς ἔοικε, χθὲς εἰπεῖν ὅτι καὶ τέχνας πολλὰς καὶ φύσεις μεγάλας ὁ κατʼ Ἀλέξανδρον χρόνος ἐνεγκεῖν εὐτύχησεν· ἢ τοῦτο μὲν οὐ τῆς Ἀλεξάνδρου τύχης γέγονεν ἀλλὰ τῆς ἐκείνων, μάρτυρα λαβεῖν καὶ θεατὴν τὸν ἄριστα κρῖναι τὸ κατορθούμενον καὶ μάλιστʼ ἀμείψασθαι δυνάμενον.1 λέγεται γοῦν ὅτι χρόνοις ὕστερον Ἀρχεστράτου γενομένου ποιητοῦ χαρίεντος, ἐν δὲ πενίᾳ καὶ ἀδοξίᾳ διάγοντος εἶπέ τις πρὸς αὐτόν, ἀλλʼ εἰ κατʼ Ἀλέξανδρον ἐγένου, κατὰ στίχον ἄν σοι Κύπρον ἢ Φοινίκην ἔδωκεν. οἶμαι δὲ καὶ τῶν τότε τεχνιτῶν οὐ κατʼ Ἀλέξανδρον ἀλλὰ διʼ Ἀλέξανδρον2 τοὺς πρώτους γενέσθαι. καρπῶν μὲν γὰρ εὐφορίαν εὐκρασία ποιεῖ καὶ λεπτότης τοῦ περιέχοντος ἀέρος, τεχνῶν δὲ καὶ φύσεων ἀγαθῶν αὔξησιν εὐμένεια καὶ τιμὴ καὶ φιλανθρωπία βασιλέως ἐκκαλεῖται· καὶ τοὐναντίον ὑπὸ φθόνου καὶ σμικρολογίας ἢ φιλονεικίας τῶν κρατούντων σβέννυται καὶ φθίνει πᾶν τὸ τοιοῦτο. Διονύσιος γοῦν ὁ τύραννος, ὥς φασι, κιθαρῳδοῦ τινος εὐδοκιμοῦντος ἀκούων ἐπηγγείλατο δωρεὰν αὐτῷ τάλαντον· τῇ δʼ ὑστεραίᾳ τοῦ ἀνθρώπου τὴν ὑπόσχεσιν ἀπαιτοῦντος, χθές, εἶπεν, εὐφραινόμενος ὑπὸ σοῦ παρʼ ὃν ᾖδες χρόνον εὔφρανα κἀγώ σε ταῖς ἐλπίσιν· ὥστε τὸν μισθὸν ὧν ἔτερπες3 ἀπελάμβανες εὐθὺς ἀντιτερπόμενος. Ἀλέξανδρος δʼ ὁ Φεραίων τύραννος ἔδει δὲ τοῦτο μόνον αὐτὸν καλεῖσθαι καὶ μὴ καταισχύνειν τὴν ἐπωνυμίαν. ν̓, θεώμενος τραγῳδὸν ἐμπαθέστερον ὑφʼ ἡδονῆς διετέθη πρὸς τὸν οἶκτον. ἀναπηδήσας οὖν ἐκ τοῦ θεάτρου θᾶττον ἢ βάδην ἀπῄει, δεινὸν εἶναι λέγων, εἰ τοσούτους ἀποσφάττων πολίτας ὀφθήσεται4 τοῖς Ἑκάβης καὶ Πολυξένης πάθεσιν ἐπιδακρύων. οὗτος μὲν οὖν μικροῦ καὶ δίκην ἐπράξατο τὸν τραγῳδόν, ὅτι τὴν ψυχὴν αὐτοῦ καθάπερ σίδηρον ἐμάλαξεν. Ἀρχελάῳ δὲ δοκοῦντι γλισχροτέρῳ περὶ τὰς δωρεὰς εἶναι Τιμόθεος ᾄδων ἐνεσήμαινε πολλάκις τουτὶ τὸ κομμάτιον "σὺ δὲ τὸν γηγενέταν ἄργυρον αἰνεῖς." ὁ δʼ Ἀρχέλαος οὐκ ἀμούσως ἀντεφώνησε, "σὺ δέ γʼ αἰτεῖς." ὁ δὲ τῶν Σκυθῶν βασιλεὺς Ἀτέας Ἰσμηνίαν τὸν αὐλητὴν λαβὼν αἰχμάλωτον, ἐκέλευσε παρὰ πότον αὐλῆσαι. θαυμαζόντων δὲ τῶν ἄλλων καὶ κροτούντων, αὐτὸς ὤμοσεν ἀκροᾶσθαι τοῦ ἵππου χρεμετίζοντος ἥδιον. οὕτω μακρὰν ἀπεσκηνώκει τὰ ὦτα τῶν Μουσῶν, καὶ τὴν ψυχὴν ἐν ταῖς φάτναις εἶχεν, οὐχ ἵππων ἀλλʼ ὄνων ἐπιτηδειοτέραν ἀκούειν. τίς ἂν οὖν παρὰ τοιούτοις βασιλεῦσιν αὔξησις ἢ τιμὴ τέχνης γένοιτο καὶ Μούσης τοιαύτης; ἀλλʼ οὐδὲ παρὰ τοῖς ἀντιτέχνοις ἐθέλουσιν εἶναι, καὶ διὰ τοῦτο βασκανίᾳ καὶ δυσμενείᾳ τοὺς ἀληθῶς τεχνίτας καθαιροῦσιν. οἷος ἦν πάλιν αὖ Διονύσιος ὁ τὸν ποιητὴν Φιλόξενον εἰς τὰς λατομίας ἐμβαλών, ὅτι τραγῳδίαν αὐτοῦ διορθῶσαι κελευσθεὶς εὐθὺς ἀπὸ τῆς ἀρχῆς ὅλην μέχρι τῆς κορωνίδος περιέγραψεν. ἦν δὲ καὶ Φίλιππος ἐν τούτοις ὑπʼ ὀψιμαθίας ἑαυτοῦ μικρότερος καὶ νεοπρεπέστερος· ὅθεν καί φασι πρός τινα ψάλτην περὶ κρουμάτων αὐτοῦ διαφερομένου καὶ δοκοῦντος ἐξελέγχειν, ἠρέμα μειδιάσαντα τὸν ἄνθρωπον εἰπεῖν, μὴ γένοιτό σοι, βασιλεῦ, ἀθλίως οὕτως, ἵνα ταῦτα ἐμοῦ βέλτιον εἰδῇς.5
我们昨天似乎遗漏了提及,亚历山大的时代还有幸孕育了诸多技艺与伟大的天资;抑或,这并非亚历山大的幸运,而是他们这些人的幸运:得以拥有一位最善于评判其成就、且最有能力予以重赏的见证者与观众。据说,后来当一位文雅的诗人阿耳刻斯特拉托斯身处贫困与默默无闻之中时,有人对他说: “但若你生活在亚历山大的时代,每一行诗他都会赏你塞浦路斯或腓尼基。” 我认为,当时技艺卓越之辈之所以名列第一,不仅是在亚历山大的时代,更是由于亚历山大。盖庄稼的丰产固然由调和的气候与周遭澄净的空气所促成,然而诸般技艺与良善天资的生长,却唯赖君王的恩泽、尊崇与博爱予以激发;相反,因统治者的嫉妒、狭隘或争强好胜,一切此类才具皆会归于湮灭与衰亡。 僭主狄奥尼修斯听闻一位颇孚盛誉的齐特拉琴弹唱家表演,据说便许诺赏他一塔兰同之巨款;次日该人前来索要承诺之赏,他却说: “昨天在你歌唱之时我因你而欢悦,而我也借由希望让你欢悦;因此,你通过回赠的欢悦,当下便已领受了使我欢悦的报酬。” 而费赖的僭主亚历山大——本应仅以此头衔称呼他,免得玷污了这个名号——在观看一位悲剧演员表演时,竟因愉悦而动了极大的怜悯之情。他猛然从剧场跳起,步履匆匆地离去,口中说道,若屠戮着如此多公民却被人看见为赫卡柏与波吕克塞娜的悲剧流泪,实乃骇人听闻。他甚至差一点惩处那位悲剧演员,理由是他将自己的心灵像软化铁石一般化软了。 又如,当阿耳刻拉奥斯被认为在赏赐上颇为吝啬时,蒂莫西奥斯在歌唱中便屡屡暗示这一诗句: “你却赞颂这地里所生的银钱。” 阿耳刻拉奥斯亦不乏文雅地回敬道: “而你却在乞求它。” 斯基泰王阿特阿斯将笛手伊斯墨尼亚斯俘获后,命他在酒宴上吹笛。众人惊叹鼓掌之际,他自己却发誓说,听马嘶鸣要动听得多。他的耳朵安营扎寨之地距离缪斯如此遥远,而将其灵魂置于马槽之中,更适于聆听的不是骏马而是驴子的叫声。那么,在这样的君王身旁,技艺与此等缪斯又怎能获得生长与尊荣?甚至在那些想要成为技艺上的竞争者、并因此出于忌妒与恶意将真正的艺术家打压贬抑的人身旁,也〔不可能获得〕。狄奥尼修斯便再次是这样一例,他将诗人菲洛克塞努斯投入采石场,皆因后者受命斧正其悲剧时,竟从开头直至卷末句号全行勾销划去。 腓力在这些事上也因少壮未学、暮年强作解人而自贬身价,显得不合体统;因此据说当他与某位竖琴手争论弹拨之法、并自以为驳倒对方时,那人微微一笑说道: “王啊,但愿您不至于沦落到这般凄惨的境地,竟对这些事懂得比我还多。”
- 333eμάρτυρα λαβεῖν καὶ θεατὴν τὸν ἄριστα κρῖναι τὸ κατορθούμενον καὶ μάλιστʼ ἀμείψασθαι δυνάμενον
不定式 λαβεῖν 在此作同位语或说明性成分,具体阐释前文属格短语 τῆς ἐκείνων [τύχης](他们的幸运)之内涵。后文带冠词的分词短语 τὸν... δυνάμενον(能够……的人)作为 λαβεῖν 的直接宾语,μάρτυρα καὶ θεατήν(作为见证者与观众)则作其宾语补足语(谓语性宾格)。
- 333eοὐ κατʼ Ἀλέξανδρον ἀλλὰ διʼ Ἀλέξανδρον
介词 κατά 与 διά 的修辞性对比:κατʼ Ἀλέξανδρον 意指时间上的共时存在(“在亚历山大的时代”),而 διʼ Ἀλέξανδρον 则表原因与凭借(“凭借亚历山大 / 由于亚历山大”),强调卓越艺术家的产生并非单纯的时代巧合,而是得益于其支持与奖掖。
- 334aὧν ἔτερπες
关系代词的格吸引现象。其完整的底层结构应为 τὸν μισθὸν τούτων ἃ ἔτερπες(因你所带来的愉悦而应得的报酬);先行词 τούτων 被省略,而本应作内宾语宾格的代词 ἅ 被吸引为所省略先行词所要求的属格 ὧν。
- 334aδεινὸν εἶναι λέγων, εἰ τοσούτους ἀποσφάττων πολίτας ὀφθήσεται
由 εἰ 引导的名词性/条件性从句,从属于表情感的谓语 δεινόν [ἐστιν](类似于 θαυμάζω εἰ... 结构),表达对某种情形的骇然或不以为然(“若被看见……实属骇人”)。在间接引语中,原本的直陈式将来时 ὀφθήσεται 被直接保留。
- 334dμὴ γένοιτό σοι, βασιλεῦ, ἀθλίως οὕτως, ἵνα ταῦτα ἐμοῦ βέλτιον εἰδῇς
表达愿望的希求法 μὴ γένοιτο(“但愿不至于发生……”)后接带结果或限定义味的 ἵνα 从句(“以至于您……懂得”)。整句结构为:“王啊,但愿您不至于沦落到如此凄惨的地步,以至于懂得这些比我还多。”暗指堂堂君王若在乐器技艺上比乐师还精通,则意味着国事废弛或身陷困厄。
