- 底本
- Plutarch. Moralia, Vol. 4. Babbitt, Frank Cole, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1936 (printing).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg087.humanitext-grc3:2.13#1
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者将亚历山大的美德与梭伦、伯里克利等往昔伟人对比,并引述他在奥克西德拉凯人城邦孤身陷阵受创的经历,论证命运非但未曾眷顾他,反而企图使他于荒僻之地蒙羞殒命。
Τὸ δʼ ὅλον, εἰ μὲν καὶ Σόλων διὰ Τύχην ἐπολιτεύσατο καὶ Μιλτιάδης διὰ Τύχην ἐστρατήγησε καὶ Ἀριστείδης ἀπὸ Τύχης ἦν δίκαιος, οὐδὲν ἄρα τῆς Ἀρετῆς ἔργον ἐστίν, ἀλλʼ ὄνομα τοῦτο καὶ λόγος ἔχων δόξαν ἄλλως διέξεισι τοῦ βίου, πλαττόμενος ὑπὸ τῶν σοφιστῶν καὶ τῶν νομοθετῶν. εἰ δὲ τούτων καὶ τῶν ὁμοίων ἀνδρῶν ἕκαστος πένης μὲν ἢ πλούσιος ἢ ἀσθενὴς ἢ ἰσχυρὸς ἢ ἄμορφος ἢ καλὸς ἢ εὔγηρως ἢ ὠκύμορος διὰ τύχην γέγονε μέγαν δὲ στρατηγὸν καὶ μέγαν νομοθέτην καὶ μέγαν ἐν ἀρχαῖς καὶ πολιτείαις ἕκαστος ἑαυτὸν ἀρετῇ καὶ λόγῳ παρέσχηκε, φέρε θεῶ τὸν Ἀλέξανδρον ἅπασι παραβάλλων. Σόλων χρεῶν ἀποκοπὴν ἐν Ἀθήναις ἐποίησε, σεισάχθειαν προσαγορεύσας· Ἀλέξανδρος δὲ τὰ χρέα τοῖς δανείσασιν ὑπὲρ τῶν ὀφειλόντων αὐτὸς ἐξέτισε. Περικλῆς φορολογήσας τοὺς Ἕλληνας ἐκ τῶν χρημάτων ἐκόσμησεν ἱεροῖς τὴν ἀκρόπολιν· Ἀλέξανδρος δὲ τὰ τῶν Βαρβάρων χρήματα λαβὼν ἔπεμψεν εἰς τὴν Ἑλλάδα, ναοὺς τοῖς θεοῖς ἀπὸ μυρίων ταλάντων οἰκοδομῆσαι κελεύσας. Βρασίδαν ἐν τῇ Ἑλλάδι περιβόητον ἐποίησε τὸ πρὸς Μεθώνην διαδραμεῖν τὸ στρατόπεδον τῶν πολεμίων βαλλόμενον παρὰ τὴν θάλατταν· Ἀλεξάνδρου δʼ ἐν Ὀξυδράκαις τὸ δεινὸν ἐκεῖνο πήδημα καὶ ἄπιστον ἀκούουσι καὶ θεωμένοις φοβερόν, ἐκ τειχῶν ἀφέντος ἑαυτὸν εἰς τοὺς πολεμίους δόρασι, καὶ βέλεσι. καὶ ξίφεσι γυμνοῖς ἐκδεχομένους, τίνι ἄν τις εἰκάσειεν1 ἢ πυρὶ κεραυνίῳ ῥαγέντι καὶ φερομένῳ; μετὰ πνεύματος, οἷον ἐπὶ γῆν κατέσκηψε φάσμα Φοίβου φλογοειδέσιν ὅπλοις περιλαμπόμενον; οἱ δὲ τὸ πρῶτον ἐκπλαγέντες ἅμα φρίκῃ διέτρεσαν καὶ ἀνεχώρησαν· εἶθʼ ὡς ἑώρων ἄνθρωπον ἕνα πολλοῖς ἐπιφερόμενον, ἀντέστησαν. ἐνταῦθʼ ἄρʼ ἡ Τύχη μεγάλα καὶ λαμπρὰ διέφηνεν ἔργα τῆς πρὸς Ἀλέξανδρον εὐμενείας, ὅτʼ αὐτὸν μὲν εἰς χωρίον ἄσημον καὶ βάρβαρον ἐμβαλοῦσα κατέκλεισε καὶ περιετείχισε, τοὺς δʼ ὑπὸ σπουδῆς ἐπιβοηθοῦντας ἔξωθεν καὶ τῶν τειχῶν ἐφιεμένους, κλάσασα καὶ συντρίψασα τὰς κλίμακας, ὑπεσκέλισε καὶ κατεκρήμνισε. τριῶν δʼ οἵπερ ἔφθησαν μόνοι τοῦ τείχους λαβέσθαι καὶ καθέντες ἑαυτοὺς παραστῆναι τῷ βασιλεῖ, τὸν μὲν εὐθὺς ἀνήρπασε καὶ προανεῖλεν, ὁ δὲ τοξεύμασι πολλοῖς διαπεπαρμένος ὅσον ὁρᾶν καὶ συναισθάνεσθαι μόνον ἀπεῖχε τοῦ τεθνάναι·2 κεναὶ δʼ ἔξωθεν προσδρομαὶ καὶ ἀλαλαγμοὶ Μακεδόνων, οὐ μηχανῆς τινος οὐκ ὀργάνων παρόντων, ἀλλʼ ὑπὸ σπουδῆς ξίφεσι τυπτόντων τὰ τείχη καὶ χερσὶ γυμναῖς παραρρῆξαι καὶ μονονοὺ διαφαγεῖν βιαζομένων. ὁ δʼ εὐτυχὴς βασιλεὺς καὶ ὑπὸ τῆς Τύχης φυλαττόμενος ἀεὶ καὶ δορυφορούμενος, ὥσπερ θηρίον ἄρκυσιν ἐνσχεθείς, ἔρημος καὶ ἀβοήθητος, οὐχ ὑπὲρ Σούσων οὐδὲ Βαβυλῶνος3 οὐδὲ τοῦ Βάκτρα λαβεῖν οὐδὲ τοῦ μεγάλου Πώρου κρατῆσαι· τοῖς γὰρ ἐνδόξοις καὶ μεγάλοις ἀγῶσι, κἂν δυστυχῶνται, τὸ γοῦν αἰσχρὸν οὐ πρόσεστιν. ἀλλʼ οὕτω δύσερις ἦν καὶ βάσκανος ἡ Τύχη καὶ φιλοβάρβαρος καὶ μισαλέξανδρος, ὥστε μὴ τὸ σῶμα μόνον αὐτοῦ μηδὲ τὸν βίον, ἀλλὰ καὶ τὴν δόξαν ἀνελεῖν ὅσον ἐφʼ ἑαυτῇ καὶ διαφθεῖραι τὴν εὔκλειαν. οὐ γὰρ παρʼ Εὐφράτην Ἀλέξανδρον ἢ Ὑδάσπην πεσόντα κεῖσθαι δεινὸν ἦν, οὐδʼ ἀγεννὲς ἐν χερσὶ Δαρείου γενόμενον καὶ ἵπποις καὶ ξίφεσι καὶ κοπίσι Περσῶν ἀμυνομένων ὑπὲρ τοῦ βασιλέως ἀποθανεῖν οὐδὲ τῶν Βαβυλῶνος ἐπιβαίνοντα τειχῶν σφαλῆναι καὶ πεσεῖν ἀπʼ ἐλπίδος μεγάλης.
总而言之,倘若梭伦从政是由于命运,米尔提亚德为将是由于命运,阿里斯泰德行事公正亦是出于命运,那么美德便毫无作为可言,它不过是一个虚名和空谈,由智者和立法者所捏造,仅凭虚妄的声名在世间流传。然而,倘若这些人以及与他们相似之辈,其或贫或富、或弱或强、或丑或美、或长寿或短命,固然是由于命运所致,但每个人之所以展现为伟大的将领、伟大的立法者,以及在官职与城邦政务中显赫非凡,皆是凭借美德与理性,那么且让我们将亚历山大与他们所有人作一对比,加以省视。 梭伦在雅典废除债务,称之为‘解负令’;亚历山大却亲自代负债者向债权人偿清了债务。伯里克利向希腊诸邦征收赋税,以此笔钱财用神殿装点了卫城;亚历山大却夺取蛮族的资财送往希腊,下令以一万塔兰同为诸神建造庙宇。使布拉西达斯名满希腊的,是他在迈索尼沿着海岸冒着敌军矢石穿过敌营;而在奥克西德拉凯人那里,亚历山大那令人闻之难信、见之生畏的可怕一跃——他从城墙上将自己掷向敌人,而敌军正以长矛、箭矢和出鞘的刀剑严阵以待——人们究竟能将其比作什么,除了比作雷火炸裂、挟着狂风呼啸而至,或是犹如福玻斯身披烈焰战甲显现的幻影降临大地?敌军起初惊骇颤栗,四散退却;继而见一人孤身扑向众人,方才挺身对抗。 正是在此时,命运赫然显露出她对亚历山大那‘善意’的伟大而辉煌的作为:当她将他抛入一个荒僻无名的蛮族村落,将其困锁并以高墙合围时,对于那些怀着焦灼之情从外赶来救援、急欲攀上城墙的人,她折断并捣碎梯子,将他们绊倒摔落。在仅有的三位抢先登城并纵身跳下护卫在国王身旁的勇士中,一人旋即被命运夺取、先遭戕害;另一人身中数箭,其与死亡的距离,仅差尚能看见和感知的一息而已;而在城外,唯有马其顿人徒劳的冲杀与呐喊,他们手头既无攻城器械亦无工具,唯凭焦急万分的心情用利剑劈砍城墙,以赤手空拳硬行拆毁,甚至几乎要将其咬碎吞噬。 而这位‘幸运的’国王,这位常受命运护佑和扈从的君主,却如同困于罗网的野兽,孤立无援地被抛在那里——这还并非是为了夺取苏萨或巴比伦,亦非为了攻克巴克特拉或征服强大的波鲁斯;因为那些光彩照人的伟大斗争,即便遭遇不幸,至少绝无耻辱可言。然而命运是如此好斗、嫉妒、袒护蛮族且憎恶亚历山大,以至于她不仅竭力想要毁其身躯、夺其性命,甚至要尽其所能毁灭他的荣光、败坏他的美名。因为亚历山大若是倒毙在幼发拉底河或海达斯佩斯河畔,本非可怕之事;若是丧命在大流士手下,在为保卫国王而战的波斯军士之战马、利刃与弯刀间战死,亦非不齿之举;即便在攀登巴比伦城墙时失足从宏大的希望中跌落,也绝不失其崇高。
- 343dἈλεξάνδρου δʼ ἐν Ὀξυδράκαις τὸ δεινὸν ἐκεῖνο πήδημα... τίνι ἄν τις εἰκάσειεν
句首属格 Ἀλεξάνδρου 在句意上从属于 πήδημα,而宾格短语 τὸ δεινὸν ἐκεῖνο πήδημα 则是后文动词 εἰκάσειεν(“比作”)的直接宾语。此为为了强调而大幅前置的倒装结构(hyperbaton),分词短语 ἀφέντος ἑαυτὸν 与属格 Ἀλεξάνδρου 保持性数格一致,用以详述那一跃的具体情形。
- 343eὅσον ὁρᾶν καὶ συναισθάνεσθαι μόνον ἀπεῖχε τοῦ τεθνάναι
动词短语 ἀπεῖχε τοῦ τεθνάναι(“距离死亡”)与表示程度或限制的 ὅσον 搭配不定词(ὁρᾶν καὶ συναισθάνεσθαι)相结合,字面意为“仅以尚能看和感知的程度远离死亡”,即“仅存微弱意识,命悬一线”。
- 344aὁ δʼ εὐτυχὴς βασιλεὺς... ἔρημος καὶ ἀβοήθητος, οὐχ ὑπὲρ Σούσων οὐδὲ Βαβυλῶνος
此为缺少限定主动词的破格句(anacoluthon)或感叹性叙述。主语成分 ὁ δʼ εὐτυχὴς βασιλεὺς... ἔρημος καὶ ἀβοήθητος 之后未承接明确的动词(如 ἦν 或 ἐλείπετο),而是作为一幅具讽刺意味的情景直接呈现,随后的介词短语 οὐχ ὑπὲρ Σούσων... 则从反面限定了该困境所为的目的。
