- 底本
- Plutarch. Moralia, Vol. 4. Babbitt, Frank Cole, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1936 (printing).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg087.humanitext-grc3:2.13#2
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
亚历山大在孤城中遭受重创几近昏厥,但得力于部属的舍身护卫与自身美德得以保全;在众人因伤情凶险而犹豫不敢动刀时,他厉声斥责,令部将不可因自己的生死而丧失勇气。
οὕτω Πελοπίδας καὶ Ἐπαμεινώνδας· ἀρετῆς ὁ τούτων θάνατος ἦν, οὐ δυστυχίας ἐπὶ τηλικούτοις. τῆς δὲ νῦν ἐξεταζομένηςτύχης οἷον τὸ ἔργον;1 ἐν ἐσχατιᾷ βαρβάρου παραποταμίας καὶ τείχεσιν ἀδόξου πολίχνης περιβαλούσης καὶ ἀποκρυψάσης τὸν τῆς οἰκουμένης βασιλέα καὶ κύριον, ὅπλοις ἀτίμοις καὶ σκεύεσι τοῖς παρατυχοῦσι τυπτόμενον καὶ βαλλόμενον ἀπολέσθαι. καὶ γὰρ κοπίδι τὴν κεφαλὴν διὰ τοῦ κράνους ἐπλήγη, καὶ βέλει τις ἀπὸ τόξου τὸν θώρακα διέκοψεν, οὗ τοῖς περὶ τὸν μαστὸν ἐνερεισθέντος ὀστέοις καὶ καταπαγέντος ὁ μὲν καυλὸς ἐξεῖχε βαρύνων, τῆς δʼ ἀκίδος ὁ σίδηρος τεττάρων δακτύλων εὖρος ἔσχε καὶ πέντε μῆκος. ἔσχατον δὲ τῶν δεινῶν, ὁ μὲν ἠμύνετο τοὺς κατὰ στόμα καὶ τὸν βαλόντα καὶ πελάσαι τολμήσαντα μετὰ ξίφους αὐτὸς τῷ ἐγχειριδίῳ φθάσας κατέβαλε καὶ ἀπέκτεινεν· ἐν τούτῳ δέ τις δραμὼν ἐκ μυλῶνος ὑπέρῳ κατὰ τοῦ αὐχένος ὄπισθεν πληγὴν κατήνεγκεν, ἣ συνέχεε τὴν αἴσθησιν αὐτοῦ σκοτωθέντος· ἡ δʼ Ἀρετὴ παρῆν θάρσος μὲν αὐτῷ, ῥώμην δὲ καὶ σπουδὴν τοῖς περὶ αὐτὸν ἐμποιοῦσα. Λιμναῖοι γὰρ καὶ Πτολεμαῖοι καὶ Λεοννάτοι καὶ ὅσοι τὸ τεῖχος ὑπερκαταβάντες ἢ ῥήξαντες ἔστησαν πρὸ αὐτοῦ τεῖχος ἀρετῆς ἦσαν, εὐνοίᾳ καὶ φιλίᾳ τοῦ βασιλέως τὰ σώματα κατὰ πρόσωπον καὶ τὰς ψυχὰς προβαλλόμενοι.2 οὐ γὰρ διὰ Τύχην ἀγαθῶν βασιλέων ἑταῖροι προαποθνήσκουσιν ἑκουσίως καὶ προκινδυνεύουσιν, ἀλλʼ ἔρωτι τῆς Ἀρετῆς ὥσπερ ὑπὸ φίλτρων μέλιτται τῷ ἄρχοντι προσέχονται καὶ προσπεφύκασι. τίς οὖν οὐκ ἂν εἶπε τότε παρὼν ἀκίνδυνος θεατὴς ὅτι Τύχης μέγαν ἀγῶνα καὶ Ἀρετῆς θεᾶται, καὶ τὸ μὲν βάρβαρον παρʼ ἀξίαν ἐπικρατεῖ διὰ Τύχην, τὸ δʼ Ἑλληνικὸν ἀντέχει παρὰ δύναμιν διʼ Ἀρετήν; κἂν μὲν ἐκεῖνοι περιγένωνται, Τύχης καὶ δαίμονος φθονεροῦ καὶ νεμέσεως ἔσται τὸ ἔργον ἂν δʼ οὗτοι κρατήσωσιν, Ἀρετὴ καὶ τόλμα καὶ φιλία καὶ πίστις ἐξοίσεται τὸ νικητήριον; ταῦτα γάρ μόνα παρῆν Ἀλεξάνδρῳ, τῆς δʼ ἄλλης δυνάμεως καὶ παρασκευῆς καὶ στόλων καὶ ἵππων καὶ στρατοπέδων μέσον ἔθηκεν ἡ Τύχη τὸ τεῖχος. ἐτρέψαντο μὲν οὖν τοὺς βαρβάρους οἱ Μακεδόνες, καὶ πεσοῦσιν αὐτοῖς ἐπικατέσκαψαν τὴν πόλιν. Ἀλεξάνδρῳ δʼ οὐδὲν ἦν ὄφελος· ἥρπαστο γὰρ μετὰ τοῦ βέλους, καὶ τὸν κάλαμον ἐν τοῖς σπλάγχνοις εἶχε, καὶ δεσμὸς ἦν αὐτῷ καὶ ἧλος τὸ τόξευμα τοῦ θώρακος πρὸς τὸ σῶμα. καὶ σπάσαι μὲν ὥσπερ ἐκ ῥίζης τοῦ τραύματος βιαζομένοις οὐχ ὑπήκουεν ὁ σίδηρος, ἕδραν ἔχων τὰ πρὸ τῆς καρδίας στερεὰ τοῦ στήθους· ἐκπρῖσαι δὲ τοῦ δόνακος οὐκ ἐθάρρουν τὸ προέχον, ἀλλʼ ἐφοβοῦντο, μή πως σπαραγμῷ σχιζόμενον τὸ ὀστέον ὑπερβολὰς ἀλγηδόνων παράσχῃ καὶ ῥῆξις αἵματος ἐκ βάθους γένηται. πολλὴν δʼ ἀπορίαν καὶ διατριβὴν ὁρῶν αὐτὸς ἐπεχείρησεν ἐν χρῷ τοῦ θώρακος ἀποτέμνειν τῷ ξιφιδίῳ τὸν οἰστόν· ἠτόνει δʼ ἡ χεὶρ καὶ βάρος εἶχε ναρκῶδες ὑπὸ φλεγμονῆς τοῦ τραύματος. ἐκέλευεν οὖν ἅπτεσθαι καὶ μὴ δεδιέναι τοὺς ἀτρώτους θαρρύνων καὶ τοῖς μὲν ἐλοιδορεῖτο κλαίουσι καὶ περιπαθοῦσι, τοὺς δὲ λιποτάκτας ἀπεκάλει, μὴ τολμῶντας αὐτῷ βοηθεῖν· ἐβόα δὲ πρὸς τοὺς ἑταίρους, μηδεὶς ἔστω μηδʼ ὑπὲρ ἐμοῦ δειλός· ἀπιστοῦμαι μὴ φοβεῖσθαι θάνατον, εἰ τὸν ἐμὸν φοβεῖσθʼ ὑμεῖς.3
佩洛皮达斯与埃帕米农达亦是如此:他们的死亡是在这般伟业中出于美德的死亡,而非出于不幸。然而,如今受审视的命运,其作为又是如何呢?她把普世的君王与主宰围困并藏匿于蛮荒河谷的边陲以及一座无名小城的城墙之内,让他遭受卑贱的武器与随手拾取的器物击打投掷而殒命。事实上,他的头部隔着头盔被弯刀击中,有人用弓箭射穿了他的胸甲,箭头嵌入并钉死在胸骨之中,箭杆向外突出、沉重不堪,而箭头的铁尖宽达四指、长达五指。更可怕的是:当他正抵御面前之敌,并抢先用短剑击倒刺杀了那个射中他且敢于持剑逼近的人时,此时一人从磨坊冲出,用杵从背后猛击他的颈部,使他眼前发黑、神志昏迷。然而美德伴随在侧,将勇气注入他的心中,将力量与热忱赋予他周围的部将。因为像利姆奈俄斯、托勒密、列昂纳托斯以及所有越墙而下或破墙而入、挺立在他面前的人,皆化作了美德的城墙,出于对国王的忠诚与友爱,挺身上前,以身躯和性命为盾。良君的扈从们绝非因命运之故而自愿先行赴死并代冒危险,而是因对美德的热爱,如同受了媚药吸引的蜜蜂一般,紧紧依附并聚生于领袖周围。 因此,当时身处安全之地的旁观者,又有谁不会说:自己正目睹着一场命运与美德的伟大较量,蛮族凭借命运不配地占据上风,而希腊人则凭借美德超乎力量地坚守不屈?若前者获胜,那将是命运、嫉妒的神明与天谴的杰作;若后者取胜,美德、果敢、友谊与忠诚将夺取胜利的桂冠?因为唯有这些品质与亚历山大相伴,而对于他其余的兵力、军备、舰队、战马与营垒,命运在其中横亘了一道城墙。 于是,马其顿军击溃了蛮族,并将该城拆毁在倒毙的敌军身上。然而这对亚历山大毫无补益:因为他是连同箭矢一同被救走的,内脏中仍留有箭杆,那支箭矢仿佛是一道栓锁和铆钉,将胸甲钉死在他的肉体上。当他们用力试图将铁尖从创口深处拔出时,铁尖却纹丝不动,因为它牢固地卡在心口前坚硬的胸骨中;而他们又不敢将芦杆突出的部分锯断,唯恐骨头因震裂而带来剧痛,并引发体内深处的血管破裂大出血。见到众人的极度困惑与迟疑,亚历山大亲自尝试用短剑贴着胸甲将箭杆割断;但他的手臂虚弱无力,因创伤的发炎而感到麻木沉重。于是他鼓励未受伤的人动手,叫他们切勿惧怕;他既斥责那些哭泣痛悲的人,又痛骂那些不敢相助的人为逃兵;他向身边的同袍高喊道: “休要有人为我而怯懦!倘若你们惧怕我的死亡,人们便不会相信我自己不惧死亡!”
- 13τῆς δὲ νῦν ἐξεταζομένηςτύχης οἷον τὸ ἔργον;
属格词组“τῆς... ἐξεταζομένης τύχης”作疑问句“οἷον τὸ ἔργον”的所属/领属属格,意为“如今受审视的命运,其作为究竟如何”。随后的不定式“ἀπολέσθαι”作说明性(同位语式)不定式,具体阐述“ἔργον”的内容。
- 344dτεῖχος ἀρετῆς ἦσαν, εὐνοίᾳ καὶ φιλίᾳ τοῦ βασιλέως τὰ σώματα κατὰ πρόσωπον καὶ τὰς ψυχὰς προβαλλόμενοι
在主语从句之后的谓语部分中,“τεῖχος ἀρετῆς”(美德的城墙)作为比喻性的表语名词。中动分词“προβαλλόμενοι”(向前挺出/充当盾牌)支配宾格“τὰ σώματα”与“τὰς ψυχάς”,而“κατὰ πρόσωπον”则作为副词性短语表示“在正面/向前”。
- 345bἀπιστοῦμαι μὴ φοβεῖσθαι θάνατον, εἰ τὸν ἐμὸν φοβεῖσθʼ ὑμεῖς
人称被动态动词“ἀπιστοῦμαι”意为“我不被人相信/我失去信用”。它支配不定式短语“μὴ φοβεῖσθαι”,在否定、怀疑或否认动词后接的不定式中,否定词“μή”属于希腊语中常见的赘用否定(sympathetic negative),整体句意为“若你们惧怕我的死亡,便无人相信我自身不畏惧死亡”。
