← 普鲁塔克

论亚历山大大帝的运气或美德

§1.11-1.12

诸德交融与行动中的哲学精神

作者论证亚历山大的一切功业皆是诸德交融的哲学精神之展现,列举其礼待罗克珊娜、敬重死者大流士以及对母信守秘的机智之举,反复赞叹其行动“合乎哲学”。通过与苏格拉底和色诺克拉底对比,作者强调亚历山大在危难之际仍能坚定践行哲学判断的真正价值。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.11

εἶεν· αἱ δὴ πράξεις αὐτοῦ πότερον αὐτοματισμὸν ἐπιφαίνουσι τύχης καὶ βίαν πολεμικὴν καὶ χειροκρατίαν, ἢ πολλὴν μὲν ἀνδρείαν καὶ δικαιοσύνην, πολλὴν δὲ σωφροσύνην καὶ πραότητα μετὰ κόσμου καὶ συνέσεως, νήφοντι καὶ πεπνυμένῳ τῷ λογισμῷ πάντα πράττοντος;1 οὐ γὰρ ἔστιν εἰπεῖν διακρίναντά με2 μὰ τοὺς θεοὺς, ὅτι τοῦτο μὲν ἀνδρείας, τοῦτο δὲ φιλανθρωπίας, τοῦτο δʼ ἐγκρατείας· ἀλλὰ πᾶν ἔργον ἐκ πασῶν ἔοικε τῶν ἀρετῶν μεμεῖχθαι· βεβαιοῦντος αὐτοῦ τὸν Στωικὸν ἐκεῖνον λόγον ὅτι πᾶν ὃ ἂν δρᾷ ὁ σοφὸς κατὰ πᾶσαν ἀρετὴν ἐνεργεῖ, καὶ μία μέν, ὡς ἔοικεν, ἀρετὴ πρωταγωνιστεῖ πράξεως ἑκάστης, παρακαλεῖ δὲ τὰς ἄλλας καὶ συντείνει πρὸς τὸ τέλος. ἰδεῖν γοῦν ἔστιν ἐν Ἀλεξάνδρῳ τὸ μὲν πολεμικὸν φιλάνθρωπον,3 τὸ δὲ πρᾶον ἀνδρῶδες, τὸ δὲ χαριστικὸν οἰκονομικόν, τὸ δὲ θυμικὸν εὐδιάλλακτον, τὸ δʼ ἐρωτικὸν σῶφρον, τὸ δʼ ἀνειμένον οὐκ ἀργόν, τὸ δʼ ἐπίπονον οὐκ ἀπαραμύθητον, τίς ἔμειξε πολέμοις ἑορτάς; τίς δὲ κώμοις στρατείας; τίς δὲ πολιορκίαις καὶ παρατάξεσι βακχείας καὶ γάμους καὶ ὑμεναίους; τίς ἀδικοῦσιν ἐχθρότερος ἢ δυστυχοῦσιν ἡμερώ τερος; τίς μαχομένοις βαρύτερος ἢ δεομένοις εὐγνωμονέστερος; ἔπεισί μοι τὸ τοῦ Πώρου δεῦρο μετενεγκεῖν. ἐκεῖνος γὰρ ὡς ἤχθη πρὸς Ἀλέξανδρον αἰχμάλωτος, πυθομένου πῶς αὐτῷ χρήσεται, βασιλικῶς, εἶπεν, ὦ Ἀλέξανδρε. πάλιν δʼ ἐπερομένου, μή τι ἄλλο; οὐδέν, εἶπε, πάντα γάρ ἐστιν ἐν τῷ βασιλικῶς. κἀμοὶ δὴ ταῖς Ἀλεξάνδρου πράξεσιν ἔπεισιν ἐπιφωνεῖν ἀεί φιλοσόφως ἐν τούτῳ γὰρ πάντʼ ἔνεστι. Ῥωξάνης ἐρασθεὶς τῆς Ὀξυάρτου θυγατρὸς ἐν ταῖς αἰχμαλωτίσι χορευούσης οὐχ ὕβρισεν ἀλλʼ ἔγημε· φιλοσόφως . Δαρεῖον ἰδὼν κατηκοντισμένον οὐκ ἔθυσεν οὐδʼ ἐπαιάνισεν ὡς τοῦ μακροῦ πολέμου τέλος ἔχοντος, ἀλλὰ τὴν χλαμύδα τὴν ἑαυτοῦ περιελὼν ἐπέρριψε τῷ νεκρῷ καθάπερ τὴν νέμεσιν τύχης βασιλικῆς συγκαλύπτων· φιλοσόφως. ἐπιστολὴν δέ ποτε τῆς μητρὸς ἀπόρρητον διερχόμενος Ἡφαιστίωνος, ὡς ἔτυχε, παρακαθημένου καὶ ἁπλῶς συναναγιγνώσκοντος, οὐκ ἐκώλυσεν, ἀλλὰ τὸν δακτύλιον αὑτοῦ τῷ στόματι προσέθηκεν αὐτοῦ, κατασφραγισάμενος φιλικῇ πίστει τὴν σιωπήν· φιλοσόφως. εἰ γάρ ταῦτα οὐκ ἔστι φιλοσόφως, τίνʼ ἐστὶν ἄλλα;

那么:他的行为所展现的,究竟是命运的偶然、战争的暴力与强权的支配,还是伴随着秩序与理智的大勇与大义、大节与温厚,因为他在行一切事时都秉持着清醒而审慎的理知?指着诸神发誓,我绝无法分别断言这属于勇敢、那属于仁爱、那属于自制;相反,他的每一项作为似乎都由诸般德性交融而成。他自身证实了斯多亚派的那句言论:智者所行的一切,皆依循一切德性而发动;在每一项行动中,似乎虽有一种德性担当主角,却会召集其他德性并协力导向其终极目的。在亚历山大身上,人们至少能看到其好战之中含蓄仁厚,温和之中不失刚强,慷慨之中兼具法度,愤慨之中易于和解,多情之中保有节制,悠闲之中绝非懒散,劳苦之中未尝乏于慰藉。谁人曾将节庆融入战事?谁人曾将行军融入狂欢?谁人曾将酒神祭典、婚典与婚礼赞歌融入围城与会战?对行不义者,谁比他更令人生畏;对遭厄运者,谁比他更温和慈悲?对作战者,谁比他更沉重无情;对求告者,谁比他更宽宏大度? 我心中忽想将波鲁斯的那句话移用于此处。盖当他作为俘虏被带到亚历山大面前,亚历山大询问应当如何处置他时,他答道:“像对待王者那样,亚历山大。”亚历山大再次追问:“再无别的事了么?”他答道:“别无其他;因为一切皆包含在‘像对待王者那样’之中。” 而我也总想对亚历山大的事迹高呼:“合乎哲学地!”因为一切尽在其中。他爱上了在女俘中起舞的奥克夏特斯之女罗克珊娜,并未加以凌辱,而是迎娶她为妻:合乎哲学地。他见大流士被投枪刺中身亡,既未举行祭祀,亦未高唱凯歌以庆贺这漫长战事的终结,反而解下自己的斗篷覆盖在尸体上,仿佛在遮掩王者命运所遭的报应:合乎哲学地。有一回他在阅览母亲送来的密信时,赫淮斯提翁碰巧坐在一旁并自然而然地一同展读,他并未加以制止,而是将自己的印戒按在对方的嘴唇上,以友谊的信义将沉默封印:合乎哲学地。若这尚不算“合乎哲学地”,还有什么能算呢?

§1.12

Παραθῶμεν τὰ τῶν ὁμολογουμένων φιλοσόφων. Σωκράτης ἠνέσχετο συγκοιμηθέντος Ἀλκιβιάδου· Ἀλέξανδρος δέ, Φιλοξένου τοῦ τῆς παραλίας ὑπάρχου γράψαντος, ὅτι παῖς ἐν Ἰωνίᾳ γέγονεν οἷος οὐκ ἄλλος ὥραν καὶ εἶδος, καὶ πυνθανομένου διὰ τῶν γραμμάτων εἰ ἀναπέμψοι, πικρῶς ἀντέγραψεν, ὦ κάκιστʼ ἀνθρώπων, τί μοι πώποτε τοιοῦτο συνέγνως, ἵνα τοιαύταις με κολακεύσῃς ἡδοναῖς; Ξενοκράτην, πεντήκοντα τάλαντα δωρεὰν Ἀλεξάνδρου πέμψαντος, ὅτι οὐκ ἔλαβε θαυμάζομεν4 τὸ δὲ δοῦναι, οὔ; ἢ οὐχ ὁμοίως καταφρονεῖν χρημάτων δοκοῦμεν τὸν μὴ προσιέμενον καὶ τὸν χαριζόμενον; οὐκ ἐδεῖτο πλούτου Ξενοκράτης διὰ φιλοσοφίαν, Ἀλέξανδρος δʼ ἐδεῖτο διὰ φιλοσοφίαν, ἵνα τοιούτοις χαρίζηται. τοῦτο ποσάκις Ἀλέξανδρος εἶπε βαλλόμενος, εἰσβιαζόμενος; καίτοι κρίσεις μὲν ὀρθὰς πᾶσιν ἐνυπάρχειν ἀνθρώποις νομίζομεν· ἡ γὰρ φύσις ἀγωγός ἐστιν ἀφʼ ἑαυτῆς πρὸς τὸ καλόν· οἱ δὲ φιλόσοφοι τῶν πολλῶν διαφέρουσι τῷ τὰς κρίσεις ἔχειν ἐρρωμένας παρὰ τὰ δεινὰ καὶ πεπηγυίας, ἐπεὶ οὐ μετὰ τοιούτων προλήψεων εἷς οἰωνὸς ἄριστος καὶ πέρας μέν ἐστιν ἅπασιν ἀνθρώποις ὁ θάνατος. ἀλλὰ θραύουσιν οἱ καιροὶ παρὰ τὰ δεινὰ τοὺς λογισμούς, καὶ τὰς κρίσεις ἐκκρούουσιν αἱ φαντασίαι τῶν κινδύνων ἐγγὺς γενομένων. φόβος γὰρ οὐ μόνον μνήμην ἐκπλήττει, κατὰ τὸν Θουκυδίδην, ἀλλὰ καὶ προαίρεσιν πᾶσαν καὶ φιλοτιμίαν καὶ ὁρμήν, εἰ μὴ μηρίνθους φιλοσοφία περιτέθεικεν.

且让我们将公认的哲学家们的所为与他并列对比。苏格拉底在阿尔西比亚德与其同榻而眠时克制了自己;然而亚历山大在沿海总督菲洛克塞努斯来信称伊奥尼亚有一少年其容貌与英姿无与伦比、并在信中询问是否将他送来时,严厉地回信斥责道:“天下最卑劣之人啊,你何曾在我身上察觉过这等劣迹,竟企图以此种享乐向我献媚?” 在亚历山大送出五十塔兰同的馈赠时,我们惊叹色诺克拉底之未予接受,难道就不赞叹给予之举么?抑或我们不认为拒绝受赠之人与慷慨解囊之人同样在鄙薄钱财么?色诺克拉底因哲学而无需财富,亚历山大则因哲学而需要财富,以便赠予此类贤达。在身中飞石流矢、强行突入之际,亚历山大多少次说过这话?然而我们认为,正确的判断本就内在于一切人心中;因为天性本身自会引人向善。哲学家之所以有别于常人,在于临危之际能够拥有坚定牢固的判断;因为这并非由于常人缺乏诸如“唯一的最佳征兆”以及 “死亡乃一切世人的终局”这般的预备观念。而是在于危急关头,险境击碎了理智,迫在眉睫的危险表象驱散了判断。因为正如修昔底德所言,恐惧不仅“震慑记忆”,若非哲学为其系上绳索加以羁绊,它更会剥夺一切抉择、求荣之心与志气冲动。

语法注4 条
  1. 11πάντα πράττοντος

    属格独立结构,其逻辑主语为亚历山大,承接前文的代词 αὐτοῦ,构成表伴随或情况的分词从句:“他在行一切事时……”。

  2. 11διακρίναντά με

    在非人称动词短语 οὐκ ἔστιν(不可能)之后,不定词 εἰπεῖν 的逻辑主语采用宾格 διακρίναντά με。随后 ὅτι 引导的分句中,ἀνδρείας 等属格为表所属或产物的表语性属格(“属于勇敢”)。

  3. 332dτὸ μὲν πολεμικὸν φιλάνθρωπον

    由 ἰδεῖν ἔστιν(可以见到)支配的双重宾格结构。中性单数形容词的名词化(τὸ πολεμικόν)充当宾语,φιλάνθρωπον 充当其宾语补足语(“好战之中富有仁厚”)。后续并列各句均保持完全相同的对称结构。

  4. 333bΞενοκράτην, πεντήκοντα τάλαντα δωρεὰν Ἀλεξάνδρου πέμψαντος, ὅτι οὐκ ἔλαβε θαυμάζομεν

    前置预取结构(prolepsis)。本应作为从属分句(ὅτι οὐκ ἔλαβε)主语的“色诺克拉底”,被以宾格形式(Ξενοκράτην)提至句首,充当主句动词 θαυμάζομεν 的前置宾语。其间插入了一个属格独立结构(Ἀλεξάνδρου πέμψαντος)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg087.humanitext-grc3:1.11-1.12