- 底本
- Plutarch. Moralia, Vol. 4. Babbitt, Frank Cole, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1936 (printing).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg087.humanitext-grc3:1.4-1.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者论证亚历山大乃是以哲学所赐的美德为真正行装踏上远征,将其与述而不作的著名先哲相比,并赞扬他在蛮荒之地广建城邦、推行法度,使无数部族得到文明教化,因而堪称最伟大的哲学家。
ἄβουλος οὖν καὶ προπετὴς Ἀλέξανδρος ἐξ εὐτελῶν οὕτως ἐπὶ τηλικαύτην δύναμιν ὁρμώμενος; οὐ μὲν οὖν.1 τίς γὰρ ἀπὸ μειζόνων ἢ καλλιόνων ἀφορμῶν ἀνήγετο, μεγαλοψυχίας, συνέσεως, σωφροσύνης, ἀνδραγαθίας, αἷς αὐτὸν ἐφωδίαζε φιλοσοφία πρὸς τὴν στρατείαν; ναί, πλείονας παρʼ Ἀριστοτέλους τοῦ καθηγητοῦ ἢ παρὰ Φιλίππου τοῦ πατρὸς ἀφορμὰς ἔχων διέβαινεν ἐπὶ Πέρσας. ἀλλὰ τοῖς μὲν γράφουσιν, ὡς Ἀλέξανδρος ἔφη ποτὲ τὴν Ἰλιάδα καὶ τὴν Ὀδύσσειαν ἀκολουθεῖν αὐτῷ τῆς στρατείας ἐφόδιον, πιστεύομεν, Ὅμηρον σεμνύνοντες· ἂν δέ τις φῇ τὴν Ἰλιάδα καὶ τὴν Ὀδύσσειαν παραμύθιον πόνου καὶ διατριβὴν ἕπεσθαι σχολῆς γλυκείας, ἐφόδιον δʼ ἀληθῶς γεγονέναι τὸν ἐκ φιλοσοφίας λόγον καὶ τοὺς περὶ ἀφοβίας καὶ ἀνδρείας ἔτι δὲ σωφροσύνης καὶ μεγαλοψυχίας ὑπομνηματισμούς, καταφρονοῦμεν; ὅτι δηλαδὴ περὶ συλλογισμῶν οὐδὲν οὐδὲ περὶ ἀξιωμάτων ἔγραψεν,2 οὐδʼ ἐν Λυκείῳ περίπατον συνέσχεν οὐδʼ ἐν Ἀκαδημείᾳ θέσεις εἶπεν· τούτοις γὰρ ὁρίζουσι φιλοσοφίαν οἱ λόγον αὐτὴν οὐκ ἔργον νομίζοντες. καίτοι γʼ οὐδὲ Πυθαγόρας ἔγραψεν οὐδὲν οὐδὲ Σωκράτης οὐδʼ Ἀρκεσίλαος οὐδὲ Καρνεάδης, οἱ δοκιμώτατοι τῶν φιλοσόφων καὶ οὐκ ἠσχολοῦντο περὶ πολέμους ἐκεῖνοι τηλικούτους, οὐδὲ βασιλεῖς βαρβάρους ἡμεροῦντες οὐδὲ πόλεις Ἑλληνίδας ἐπικτίζοντες ἀγρίοις ἔθνεσιν οὐδʼ ἄθεσμα καὶ ἀνήκοα φῦλα νόμους διδάσκοντες καὶ εἰρήνην ἐπῄεσαν, ἀλλὰ καὶ σχολάζοντες τὸ γράφειν παρίεσαν τοῖς σοφισταῖς. πόθεν οὖν ἐπιστεύθησαν ἐκεῖνοι φιλοσοφεῖν; ἀφʼ ὧν εἶπον ἢ ἀφʼ ὧν ἐβίωσαν ἢ ἀφʼ ὧν ἐδίδαξαν. ἀπὸ τούτων κρινέσθω καὶ Ἀλέξανδρος· ὀφθήσεται γὰρ οἷς εἶπεν οἷς ἔπραξεν οἷς ἐπαίδευσε φιλόσοφος.
那么,亚历山大凭着如此微薄的本钱,便向如此庞大的势力进发,难道是轻率而鲁莽的吗?绝非如此。试问,有谁曾带着比宏大胸襟、敏锐智识、克制节制与刚毅英勇更为伟大、更为崇高的资本扬帆启航过?这正是哲学为他的远征所装备的资财。诚然,比起从父亲腓力那里得到的,他怀揣着更多从导师亚里士多德那里获得的资本渡海攻打波斯人。然而,对于那些记载亚历山大曾言《伊利亚特》和《奥德赛》随他出征作为军资的人,我们心怀敬意地推崇荷马并信以为真;但若有人指出,《伊利亚特》和《奥德赛》不过是劳顿之余的抚慰与甜美闲暇时的消遣,而真正的行装乃是源自哲学的教益,以及关于无畏、刚毅、节制与宏大胸襟的论述铭记,我们难道反要轻蔑此说吗?难道只因他未曾写下关于三段论或命题的著作,未曾在吕刻昂与人漫步讨论,也未曾在阿卡德米论辩立论吗?须知,正是那些将哲学视为空谈而非实践的人,才以此类事物来界定哲学。然而,即便毕达哥拉斯也不曾留下片言只字,苏格拉底、阿尔克西拉欧斯、卡尔内阿德斯这些最为卓越的哲学家亦是如此;他们并未卷入如此浩大的战事,也未曾开化蛮族诸王,未曾在野蛮部族中兴建希腊城邦,亦未曾一边征讨无法无规的部族一边传授法律与和平,相反,他们身处闲暇,却将著书立说之事拱手让予智者。那么,他们究竟凭何被公认为哲学家?正是凭着他们所言、所行以及所教诲的一切。亚历山大亦当由此受到评判;因为从他的言辞、作为以及施行的教化来看,他必将被视为一位哲学家。
καὶ πρῶτον τὸ παραδοξότατον, εἰ βούλει, σκόπει, τοὺς Ἀλεξάνδρου μαθητὰς τοῖς Πλάτωνος, τοῖς Σωκράτους ἀντιπαραβάλλων. εὐφυεῖς οὗτοι καὶ ὁμογλώσσους ἐπαίδευον, εἰ μηδὲν ἄλλο, φωνῆς Ἑλληνίδος συνιέντας· καὶ πολλοὺς οὐκ ἔπεισαν· ἀλλὰ Κριτίαι καὶ Ἀλκιβιάδαι καὶ Κλειτοφῶντες, ὥσπερ χαλινὸν τὸν λόγον ἐκπτύσαντες, ἄλλῃ πη παρετράπησαν. τὴν δʼ Ἀλεξάνδρου παιδείαν ἂν ἐπιβλέπῃς, Ὑρκανοὺς γαμεῖν ἐπαίδευσε καὶ γεωργεῖν ἐδίδαξεν Ἀραχωσίους, καὶ Σογδιανοὺς ἔπεισε πατέρας τρέφειν καὶ μὴ φονεύειν, καὶ Πέρσας σέβεσθαι μητέρας ἀλλὰ μὴ γαμεῖν. ὢ θαυμαστῆς φιλοσοφίας, διʼ ἣν Ἰνδοὶ θεοὺς Ἑλληνικοὺς προσκυνοῦσι, Σκύθαι θάπτουσι τοὺς ἀποθανόντας οὐ κατεσθίουσι. θαυμάζομεν τὴν Καρνεάδου δύναμιν, εἰ Κλειτόμαχον, Ἀσδρούβαν καλούμενον πρότερον καὶ Καρχηδόνιον τὸ γένος, ἑλληνίζειν ἐποίησε· θαυμάζομεν τὴν διάθεσιν Ζήνωνος, εἰ Διογένη τὸν Βαβυλώνιον ἔπεισε φιλοσοφεῖν. ἀλλʼ Ἀλεξάνδρου τὴν Ἀσίαν ἐξημεροῦντος Ὅμηρος ἦν ἀνάγνωσμα, καὶ Περσῶν καὶ Σουσιανῶν καὶ Γεδρωσίων παῖδες τὰς Εὐριπίδου καὶ Σοφοκλέους τραγῳδίας ᾖδον. καὶ Σωκράτης ὡς μὲν ξένα παρεισάγων δαιμόνια δίκην τοῖς Ἀθήνησιν ὠφλίσκανε συκοφάνταις· διὰ δʼ Ἀλέξανδρον τοὺς Ἑλλήνων θεοὺς Βάκτρα καὶ Καύκασος προσεκύνησε. Πλάτων μὲν γὰρ μίαν γράψας πολιτείαν οὐδένα πέπεικεν αὐτῇ χρῆσθαι διὰ τὸ αὐστηρόν· Ἀλέξανδρος δʼ ὑπὲρ ἑβδομήκοντα πόλεις βαρβάροις ἔθνεσιν ἐγκτίσας καὶ κατασπείρας τὴν Ἀσίαν Ἑλληνικοῖς τέλεσι, τῆς ἀνημέρου καὶ θηριώδους ἐκράτησε διαίτης. καὶ τοὺς μὲν Πλάτωνος ὀλίγοι νόμους ἀναγιγνώσκομεν, τοῖς δʼ Ἀλεξάνδρου μυριάδες ἀνθρώπων ἐχρήσαντο καὶ χρῶνται· μακαριώτεροι τῶν διαφυγόντων Ἀλέξανδρον οἱ κρατηθέντες γενόμενοι· τοὺς μὲν γὰρ οὐδεὶς ἔπαυσεν ἀθλίως ζῶντας, τοὺς δʼ ἠνάγκασεν εὐδαιμονεῖν ὁ νικήσας. ὥσθʼ ὅπερ εἶπε Θεμιστοκλῆς, ὁπηνίκα φυγὼν ἔτυχε δωρεῶν μεγάλων παρὰ βασιλέως καὶ τρεῖς πόλεις ὑποφόρους ἔλαβε, τὴν μὲν εἰς σῖτον τὴν δʼ εἰς οἶνον τὴν δʼ εἰς ὄψον, ὦ παῖδες ἀπωλόμεθʼ ἂν εἰ μὴ ἀπωλόμεθα τοῦτο περὶ τῶν ἁλόντων ὑπʼ Ἀλεξάνδρου δικαιότερόν ἐστιν εἰπεῖν. οὐκ ἂν ἡμερώθησαν, εἰ μὴ ἐκρατήθησαν· οὐκ ἂν εἶχεν Ἀλεξάνδρειαν Αἴγυπτος, οὐδὲ Μεσοποταμία Σελεύκειαν οὐδὲ Προφθασίαν Σογδιανὴ οὐδʼ Ἰνδία Βουκεφαλίαν, οὐδὲ πόλιν Ἑλλάδα Καύκασος παροικοῦσαν, οἷς ἐμπολισθεῖσιν ἐσβέσθη τὸ ἄγριον3 καὶ μετέβαλε τὸ χεῖρον ὑπὸ τοῦ κρείττονος ἐθιζόμενον. εἰ τοίνυν μέγιστον μὲν οἱ φιλόσοφοι φρονοῦσιν ἐπὶ τῷ τὰ σκληρὰ καὶ ἀπαίδευτα τῶν ἠθῶν ἐξημεροῦν καὶ μεθαρμόζειν, μυρία δὲ φαίνεται γένη καὶ φύσεις θηριώδεις μεταβαλὼν Ἀλέξανδρος, εἰκότως ἂν φιλοσοφώτατος νομίζοιτο.
若你愿意,且先审视那最为惊人的一点:将亚历山大的门生与柏拉图和苏格拉底的门生作一番对照。后两者施教的对象乃是天资聪颖、操相同语言之人,且至少通晓希腊语;然而他们却未能说服其中的许多人,反而如克里提亚斯们、阿尔西比亚德斯们和克雷托丰们,竟如吐出马勒一般唾弃教诲,偏离正道而误入歧途。 但若审视亚历山大的教化,他教导许尔卡尼亚人缔结婚姻,传授阿拉霍西亚人耕作之术,劝导粟特人赡养父亲而不得杀害,并戒勉波斯人敬重母亲而不得娶其为妻。这等令人惊叹的哲学!因着这哲学,印度人礼拜希腊的神祇,斯基泰人埋葬死者而不将其吞食。若卡尔内阿德斯能使原名哈斯德鲁拔、出身迦太基的克雷托马库斯学会希腊语,我们便赞叹其本领;若芝诺能劝导巴比伦的第欧根尼研习哲学,我们便赞叹其器局。然而,当亚历山大教化亚洲之时,荷马史诗成了普遍的读物,波斯人、苏萨人和盖德罗西亚人的孩童竞相传唱欧里庇得斯与索福克勒斯的悲剧。苏格拉底因被指控引入异邦神明而遭雅典的诬告者定罪受罚;然而由于亚历山大,巴克特拉和高加索却开始敬拜希腊人的诸神。柏拉图撰写了一部理想国政制,却因其苛严而未能说服一人去采纳;亚历山大则在蛮荒民族中建立了七十多座城邦,将希腊体制播撒于亚洲,从而克制了那野蛮残暴的生活方式。我们之中唯有少数人读过柏拉图的《法律篇》,但数以万计的人群曾遵循且至今仍在遵循亚历山大的法令;由此,那些被征服之人倒比逃脱其统治之人更为幸福。因为对于后者,无人阻止他们悲惨地生活;而对于前者,胜利者却强令他们得享福祉。因此,正如同地米斯托克利在流亡中获得波斯王的重赏,得到三座城邑供纳赋税——一城供粮,一城供酒,一城供肴馔——时所言: “孩子们啊,若非我们败亡,我们便早已灭亡了!” 这句话用来形容被亚历山大征服的人更为恰当。 他们若不曾被征服,便不会得到开化。 若非如此,埃及便不会拥有亚历山大里亚,美索不达米亚不会拥有塞琉西亚,粟特不会拥有普罗夫塔西亚,印度不会拥有布克法利亚,高加索身旁亦不会有希腊城邦相邻而居;通过在这些城邦中定居受化,他们的蛮荒之性得以熄灭,低劣的习俗在更优良事物的熏陶下得以改易。既然哲学家们以教化并重塑刚愎粗鄙的民风而深感自豪,而亚历山大显然改变了无数部族和野兽般的秉性,那么理所当然应当将他视为最伟大的哲学家。
- 4οὐ μὲν οὖν
语气小词连用,针对前句的反问(ἄβουλος οὖν καὶ προπετὴς...;)作出强烈的否定性纠正回应,意为“绝非如此”或“正相反”,用以断然否定前述所谓鲁莽的假设。
- 328aὅτι δηλαδὴ περὶ συλλογισμῶν οὐδὲν οὐδὲ περὶ ἀξιωμάτων ἔγραψεν
承接前文疑问句 καταφρονοῦμεν;(“我们难道要轻蔑此说吗?”)的讽刺性原因从句。ὅτι 引出所假设的轻蔑理由,结合 δηλαδή(“想必是因为……”、“难道就凭……”)对仅以逻辑形式界定哲学的狭隘观念进行反讽。
- 329aοἷς ἐμπολισθεῖσιν ἐσβέσθη τὸ ἄγριον
关系代词 οἷς 为阳性复数,借代指代前文列举的诸城邦中所定居的民众,与被动分词 ἐμπολισθεῖσιν(“在城邦中定居的/被城邦化了的”)同格,构成受影响者的与格:“在这些被建城定居的人民身上,粗野之性得以熄灭”。
