- 底本
- Plutarch. Moralia, Vol. 4. Babbitt, Frank Cole, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1936 (printing).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg087.humanitext-grc3:1.6-1.7
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者指出,亚历山大通过促进民族融合及在苏萨举行盛大集体婚礼的实践,将芝诺在《理想国》中所构想的世界主义蓝图化为现实,并将其与薛西斯粗暴的搭桥之举进行对比。
καὶ μὴν ἡ πολὺ θαυμαζομένη πολιτεία τοῦ τὴν Στωικῶν αἵρεσιν καταβαλομένου Ζήνωνος εἰς ἓν τοῦτο συντείνει κεφάλαιον, ἵνα μὴ κατὰ πόλεις μηδὲ κατὰ δήμους οἰκῶμεν ἰδίοις ἕκαστοι διωρισμένοι δικαίοις, ἀλλὰ πάντας ἀνθρώπους ἡγώμεθα δημότας καὶ πολίτας, εἷς δὲ βίος ᾖ καὶ κόσμος, ὥσπερ ἀγέλης συννόμου νόμῳ κοινῷ συντρεφομένης. τοῦτο Ζήνων μὲν ἔγραψεν ὥσπερ ὄναρ ἢ εἴδωλον εὐνομίας φιλοσόφου καὶ πολιτείας ἀνατυπωσάμενος, Ἀλέξανδρος δὲ τῷ λόγῳ τὸ ἔργον παρέσχεν. οὐ γάρ, ὡς Ἀριστοτέλης συνεβούλευεν αὐτῷ, τοῖς μὲν Ἕλλησιν ἡγεμονικῶς τοῖς δὲ βαρβάροις δεσποτικῶς χρώμενος, καὶ τῶν μὲν ὡς φίλων καὶ οἰκείων ἐπιμελούμενος τοῖς δʼ ὡς ζῴοις ἢ φυτοῖς προσφερόμενος, πολέμων πολλῶν καὶ φυγῶν ἐνέπλησε καὶ στάσεων ὑπούλων τὴν ἡγεμονίαν· · ἀλλὰ1 κοινὸς ἥκειν θεόθεν ἁρμοστὴς καὶ διαλλακτὴς τῶν ὅλων νομίζων, οὓς τῷ λόγῳ μὴ συνῆγε τοῖς ὅπλοις βιαζόμενος, εἰς τὸ αὐτὸ συνενεγκὼν τὰ πανταχόθεν, ὥσπερ ἐν κρατῆρι φιλοτησίῳ μείξας τοὺς βίους καὶ τὰ ἤθη καὶ τοὺς γάμους καὶ τὰς διαίτας, πατρίδα μὲν τὴν οἰκουμένην προσέταξεν ἡγεῖσθαι πάντας, ἀκρόπολιν δὲ καὶ φρουρὰν στρατόπεδον, συγγενεῖς δὲ τοὺς ἀγαθούς, ἀλλοφύλους δὲ τοὺς πονηρούς· τὸ δʼ Ἑλληνικὸν καὶ βαρβαρικὸν μὴ χλαμύδι μηδὲ πέλτῃ μηδʼ ἀκινάκῃ μηδὲ κάνδυι διορίζειν, ἀλλὰ τὸ μὲν Ἑλληνικὸν ἀρετῇ τὸ δὲ βαρβαρικὸν κακίᾳ τεκμαίρεσθαι· κοινὰς δʼ ἐσθῆτας ἡγεῖσθαι καὶ τραπέζας καὶ γάμους καὶ διαίτας, διʼ αἵματος καὶ τέκνων ἀνακεραννυμένους.2
此外,斯多亚学派创始人芝诺那备受赞誉的政制论,亦归结为这一个核心要旨:我们不应分居于各个城邦或各个村社,各自被私法所隔绝,而应将所有人都视为同乡与同胞公民,并且应当拥有一种生活方式与一种秩序,正如在共同法则下共同牧养的同群牲畜一般。芝诺写下这些,不过是勾勒出一种哲学式的良好秩序与政制的梦想或幻影;然而亚历山大却用行动践行了这一学说。因为他并没有如亚里士多德所建议的那样,以领袖之道对待希腊人,而以主奴之道对待蛮族,将前者视作朋友与至亲加以照料,把后者当作走兽或草木来处置,以致使他的帝国充满无数战争、流徙与暗藏的叛乱;相反,他自认是领受神命而来的天下共同治理者与和解者,对那些无法用言理联结之人便用武力加以约束,把来自各方的要素融汇于一处,犹如在友爱之杯中调和了生命、风俗、婚姻与生活方式,昭令天下人当以整个大地为祖国,以军营为卫城与驻防地,以善人为同胞,以恶人为异族;并且判定希腊人与蛮族不应凭短斗篷与轻盾,亦不应凭弯刀与宽袍来区分,而当以德性来判定希腊性,以恶德来判定蛮族性;还规定他们当共享衣饰、餐桌、婚姻与生活方式,通过血脉与子嗣融为一体。
Δημάρατος μὲν οὖν ὁ Κορίνθιος εἷς ὢν τῶν Φιλίππου ξένων καὶ φίλων, ὅτʼ Ἀλέξανδρον εἶδεν ἐν Σούσοις, περιχαρὴς γενόμενος καὶ δακρύσας μεγάλης ἔφη χαρᾶς ἐστερῆσθαι τοὺς ἔμπροσθεν τεθνηκότας Ἕλληνας, ὅτι Ἀλέξανδρον οὐκ εἶδον ἐν τῷ Δαρείου θρόνῳ καθεζόμενον. ἐγὼ δʼ οὐδὲ τούτου μὰ Δία τοῦ θεάματος ζηλῶ τοὺς ἰδόντας, ὃ καὶ τύχης ἦν καὶ κοινὸν ἑτέρων βασιλέων ἀλλʼ ἐκείνης ἡδέως ἄν μοι δοκῶ γενέσθαι τῆς καλῆς καὶ ἱερᾶς νυμφαγωγίας θεατής,3 ὅτε μιᾷ σκηνῇ χρυσωρόφῳ περιλαβών, ἐφʼ ἑστίας κοινῆς καὶ τραπέζης, ἑκατὸν Περσίδας νύμφας, ἑκατὸν νυμφίους Μακεδόνας καὶ Ἕλληνας, αὐτὸς ἐστεφανωμένος πρῶτος ἀναμέλπων τὸν ὑμέναιον, ὥσπερ φιλοτήσιον ἐπᾴδων μέλος, εἰς κοινωνίαν συνιοῦσι τοῖς μεγίστοις καὶ δυνατωτάτοις γένεσι, μιᾶς νυμφίος, πασῶν δὲ νυμφαγωγὸς ἅμα καὶ πατὴρ καὶ ἁρμοστὴς κατὰ ζυγὰ συνῆπτεν. ἡδέως γὰρ ἂν εἶπον, ὦ βάρβαρε Ξέρξη καὶ ἀνόητε καὶ μάτην πολλὰ περὶ τὴν Ἑλλησποντίαν πονηθεὶς γέφυραν, οὕτως ἔμφρονες βασιλεῖς Ἀσίαν Εὐρώπῃ συνάπτουσιν, οὐ ξύλοις οὐδὲ σχεδίαις οὐδʼ ἀψύχοις καὶ ἀσυμπαθέσι δεσμοῖς, ἀλλʼ ἔρωτι νομίμῳ καὶ γάμοις σώφροσι καὶ κοινωνίαις παίδων τὰ γένη συνάπτοντες.
当时,作为腓力的宾友之一,科林斯人德玛拉托斯在苏萨见到亚历山大时,喜极而泣,宣称在此之前死去的希腊人错失了一桩莫大的快事,因为他们未曾得见亚历山大端坐在大流士的宝座之上。然而凭宙斯起誓,我甚至绝不艳羡目睹那一奇观的人,因为那既是机运的赐予,亦是与其他君王共通之事;依我看来,我倒宁愿成为那场崇高而神圣的婚礼大典的见证者。彼时,他在同一座金顶帐篷下,围绕着同一祭灶与餐桌,聚拢了一百位波斯新娘和一百位马其顿及希腊新郎;他自己头戴花冠,率先领唱婚礼之歌,犹如吟唱一曲友爱之颂,在最伟大、最强盛的诸民族走向联合之际,他虽仅为其中一人的新郎,却同时作为所有新娘的引婚人、父亲与仲裁者,将他们一对对结为连理。因为我真愿畅快地说道: “野蛮而愚蠢的薛西斯啊,你在赫勒斯滂海峡的桥梁上徒然承受了诸多劳苦!明达的君王正是这般将亚洲与欧洲联结起来的:绝非凭借木材、浮桥,抑或那些毫无生命与感应的锁链,而是通过正当的情爱、节制的婚姻以及子嗣的共通,将各民族融为一体。”
- 329bοὐ γάρ, ὡς Ἀριστοτέλης συνεβούλευεν αὐτῷ... πολέμων πολλῶν καὶ φυγῶν ἐνέπλησε καὶ στάσεων ὑπούλων τὴν ἡγεμονίαν· · ἀλλὰ
此处构成强烈的转折对比结构:οὐ γάρ... ἐνέπλησε... ἀλλά... προσέταξεν。否定词 οὐ 统摄整个前半句,意即他并未遵循亚里士多德的建议致使帝国充斥战争与叛乱(οὐ γάρ... ἐνέπλησε),相反(ἀλλά)下令(προσέταξεν)四海一家。
- 329dδιʼ αἵματος καὶ τέκνων ἀνακεραννυμένους
分词 ἀνακεραννυμένους(宾格复数阳性)与不定词 ἡγεῖσθαι 的逻辑主语一致,修饰前文的 πάντας(所有人)或融合中的希腊人与蛮族,属中被动态分词,表示相互交融的状态:“通过血脉与子嗣融为一体”。
- 329dἡδέως ἄν μοι δοκῶ γενέσθαι τῆς καλῆς καὶ ἱερᾶς νυμφαγωγίας θεατής
δοκῶ μοι 搭配不定词(及 ἄν)是古典希腊语中表示“我自以为乐于……”的习惯性人称构式。小词 ἄν 在句法上修饰不定词 γενέσθαι,表达虚拟或潜在语气(“我很乐意成为……的见证者”)。
