- 底本
- Plutarch. Moralia, Vol. 4. Babbitt, Frank Cole, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1936 (printing).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg087.humanitext-grc3:1.1-1.3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者反驳了认为亚历山大的功绩全凭“命运”所赐的观点,指出亚历山大是凭借美德、承受重伤与逆境才成就霸业,并列举其出征时严峻的内外交困局势及极其匮乏的兵粮盘缠以证明命运并非其盟友。
οὗτος ὁ τῆς Τύχης λόγος ἐστίν, ἴδιον καὶ μόνης αὑτῆς ἔργον ἀποφαινομένης Ἀλέξανδρον. δεῖ δʼ ἀντειπεῖν ὑπὲρ φιλοσοφίας, μᾶλλον δʼ ὑπὲρ Ἀλεξάνδρου δυσχεραίνοντος καὶ ἀγανακτοῦντος, εἰ προῖκα δόξει καὶ παρὰ τῆς Τύχης λαβεῖν τὴν ἡγεμονίαν, ἣν ὤνιον αἵματος πολλοῦ καὶ τραυμάτων ἐπαλλήλων κτώμενος "πολλὰς μὲν ἀύπνους νύκτας ἴαυεν, ἤματα δʼ αἱματόεντα διέπρησσεν πολεμίζων" πρὸς ἀμάχους δυνάμεις καὶ ἄπειρα φῦλα καὶ ποταμοὺς ἀπεράτους καὶ πέτρας ἀτοξεύτους, εὐβουλίᾳ καὶ καρτερίᾳ καὶ ἀνδρείᾳ καὶ σωφροσύνῃ παραπεμπόμενος.
这是“命运”的说辞,她宣称亚历山大乃是她自己一人的独有造就。然而我们必须为哲学挺身辩护,或者不如说是为亚历山大辩护,若有人认为他是平白无故地从“命运”那里获得这统驭之权,他必将深感愤懑与不平;这霸业是他付出无数鲜血与连绵创伤为代价换来的,当时他 “度过了许多不眠之夜, 在征战中消磨了喋血的白昼”,面对着不可战胜的军队、无数的部族、难渡的河流和箭矢莫及的高崖,一路凭借着深谋远虑、坚忍不拔、刚毅英勇与克制节制相伴而行。
οἶμαι δʼ ἂν αὐτὸν εἰπεῖν1 πρὸς τὴν Τύχην τοῖς κατορθώμασιν αὑτὴν ἐπιγράφουσαν, μή μου διάβαλλε τὴν ἀρετὴν μηδʼ ἀφαιροῦ περισπῶσα τὴν δόξαν. Δαρεῖος ἦν σὸν ἔργον, ὃν ἐκ δούλου καὶ ἀστάνδου βασιλέως κύριον Περσῶν ἐποίησας· καὶ Σαρδανάπαλλος, ᾧ τὸ διάδημα τῆς βασιλείας πορφύραν ξαίνοντι περιέθηκας. ἐγὼ δʼ εἰς Σοῦσα νικῶν διʼ Ἀρβήλων ἀναβέβηκα, καὶ Κιλικία μοι πλατεῖαν ἀνέῳξεν Αἴγυπτον, Κιλικίαν δὲ Γράνικος, ὃν Μιθριδάτῃ καὶ Σπιθριδάτῃ νεκροῖς ἐπιβὰς διεπέρασα. κόσμει σεαυτὴν καὶ σεμνύνου βασιλεῦσιν ἀτρώτοις καὶ ἀναιμάκτοις· ἐκεῖνοι γὰρ εὐτυχεῖς ἦσαν, Ὦχοι καὶ Ἀρταξέρξαι, οὓς εὐθὺς ἐκ γενετῆς τῷ Κύρου θρόνῳ ἐνίδρυσας. τοὐμὸν δὲ σῶμα πολλὰ σύμβολα φέρει Τύχης ἀνταγωνιζομένης οὐ συμμαχούσης. πρῶτον ἐν Ἰλλυριοῖς λίθῳ τὴν κεφαλήν, ὑπέρῳ δὲ τὸν τράχηλον ἠλοήθην·2 ἔπειτα περὶ Γράνικον τὴν κεφαλὴν βαρβαρικῇ μαχαίρᾳ διεκόπην, ἐν δʼ Ἰσσῷ ξίφει τὸν μηρόν· πρὸς δὲ Γάζῃ τὸ μὲν σφυρὸν ἐτοξεύθην, τὸν δʼ ὦμον ἐκπεσὼν ἐξ ἕδρας βαρὺς περιεδίνησα· πρὸς δὲ Μαρακανδάνοις τοξεύματι τὸ τῆς κνήμης ὀστέον διεσχίσθην τὰ λοιπὰ δʼ Ἰνδῶν πληγαὶ καὶ βίαι λιμῶν· ἐν Ἀσπασίοις ἐτοξεύθην τὸν ὦμον, ἐν δὲ Γανδρίδαις τὸ σκέλος· ἐν Μαλλοῖς βέλει μὲν ἀπὸ τόξου τὸ στέρνον ἐνερεισθέντι καὶ καταδύσαντι τὸν σίδηρον, ὑπέρου δὲ πληγῇ παρὰ τὸν τράχηλον, ὅτε προστεθεῖσαι τοῖς τείχεσιν αἱ κλίμακες ἐκλάσθησαν· ἐμὲ δʼ ἡ Τύχη μόνον συνεῖρξεν οὐδὲ λαμπροῖς ἀνταγωνισταῖς, ἀλλὰ βαρβάροις ἀσήμοις χαριζομένη τηλικοῦτον ἔργον· εἰ δὲ μὴ Πτολεμαῖος ὑπερέσχε τὴν πέλτην, Λιμναῖος δὲ πρὸ ἐμοῦ μυρίοις ἀπαντήσας βέλεσιν ἔπεσεν, ἤρειψαν δὲ θυμῷ καὶ βίᾳ Μακεδόνες τὸ τεῖχος, ἔδει τάφον Ἀλεξάνδρου τὴν βάρβαρον ἐκείνην καὶ ἀνώνυμον κώμην γενέσθαι.3
我想,亚历山大自己也会对那企图将自身名号镌刻于其功勋之上的“命运”说道: “休要诋毁我的美德,休要剥夺并撕裂我的荣光!大流士才是你的造就,你把一个做过奴隶和国王信使的人变成了波斯人的主宰;萨达那帕鲁斯也是,当他还在梳理紫色羊毛时,你便将王冠加于其首。而我,是经过阿贝拉,一路克敌进军到苏萨的;奇里乞亚为我敞开了辽阔的埃及,而格拉尼库斯战役又为我开启了奇里乞亚——那条河我是踩着米特里达梯和斯皮特里达梯的尸骨渡过去的。去用那些毫发无损、未流寸血的国王们来装点并炫耀你自己吧!因为他们才是幸运儿,那些奥科斯们和阿尔塔薛西斯们,你自他们降生之初就将其安放在居鲁士的宝座之上。然而我的身躯却带着诸多印记,证明‘命运’乃是与我敌对者,而非我的盟友。起初在伊利里亚人之中,我的头颅被巨石击伤,颈部遭木棍重击;随后在格拉尼库斯河畔,头颅又被蛮族的弯刀砍中;在伊苏斯,大腿被佩剑刺穿;在加沙前线,脚踝中箭,人从鞍座重重跌落而扭脱了肩膀;在马拉坎达,小腿骨被飞箭劈裂;其余的则是印度人造成的创伤和饥馑的折磨。在阿斯帕西奥伊人那里,我肩部中箭;在甘德里代人那里,小腿中箭;在马洛伊人那里,长弓射出的利箭深插胸膛,铁镞没入皮肉,颈部又遭棍棒打击,那时架在城墙上的云梯已被折断;而‘命运’却将我独自围困其中,不肯将这等功绩赐予光彩夺目的强敌,却偏偏送给无名蛮族。若非托勒密举盾护住我,林奈欧斯迎面抵挡万箭倒在我身前,马其顿军又带着狂怒和勇力砸毁了城墙,那个野蛮而无名的村落本该成为亚历山大的坟墓!”
καὶ μὴν τὰ μὲν αὐτῆς τῆς στρατείας, χειμῶνες, αὐχμοί, βάθη ποταμῶν, ἄορνα ὕψη, θηρίων ὑπερφυεῖς ὄψεις, ἄγριοι δίαιται, μεταβολαὶ δυναστῶν, παλιμπροδοσίαι τὰ δὲ πρὸ τῆς στρατείας, ἔτι τοῖς Φιλιππικοῖς πολέμοις ἐπέσπαιρεν ἡ Ἑλλάς, ἀπεσείοντο δʼ αἱ Θῆβαι τῶν ὅπλων τὴν Χαιρωνικὴν κόνιν ἐκ τοῦ πτώματος ἀνιστάμεναι, καὶ συνῆπτον αἱ Ἀθῆναι τὰς χεῖρας ὀρέγουσαι· πᾶσα δʼ ὕπουλος ἦν Μακεδονία πρὸς Ἀμύνταν ἀποβλέπουσα καὶ τοὺς Ἀερόπου παῖδας· ἀνερρήγνυντο δʼ Ἰλλυριοί, καὶ τὰ Σκυθῶν ἐπῃωρεῖτο τοῖς προσοίκοις νεωτερίζουσι τὸ δὲ Περσικὸν χρυσίον διὰ τῶν ἑκασταχοῦ δημαγωγῶν ῥέον ἐκίνει τὴν Πελοπόννησον κενοὶ δʼ οἱ Φιλίππου θησαυροὶ χρημάτων, καὶ προσῆν ἔτι δάνειον, ὡς Ὀνησίκριτος ἱστορεῖ, διακοσίων ταλάντων. ἐν τοσαύτῃ πενίᾳ καὶ πράγμασι ταραχὰς ἔχουσι μειράκιον ἄρτι τὴν παιδικὴν παραλλάττον ἡλικίαν ἐθάρρησεν ἐλπίσαι Βαβυλῶνα καὶ Σοῦσα, μᾶλλον δὲ τὴν πάντων ἀνθρώπων ἀρχὴν εἰς νοῦν ἐμβαλέσθαι, τοῖς τρισμυρίοις οἷς ἔσχε πεζοῖς καὶ τετρακισχιλίοις ἱππεῦσι πιστεύσας τοσοῦτοι γὰρ ἦσαν, ὡς Ἀριστόβουλός φησιν ὡς δὲ Πτολεμαῖος ὁ βασιλεύς, τρισμύριοι πεζοὶ πεντακισχίλιοι δʼ ἱππεῖς· ὡς δʼ Ἀναξιμένης, τετρακισμύριοι πεζοὶ καὶ τρισχίλιοι, πεντακισχίλιοι δὲ καὶ πεντακόσιοι ἱππεῖς. τὸ δὲ λαμπρὸν αὐτῷ καὶ μέγα παρασκευασθὲν ὑπὸ τῆς Τύχης ἐφόδιον4 ἑβδομήκοντα τάλαντʼ ἦν, ὥς φησιν Ἀριστόβουλος· ὡς δὲ Δοῦρις, τριάκοντα μόνον ἡμερῶν ἐπισιτισμός.
不仅如此,单就远征本身而言,便有严寒、干旱、江河的渊深、飞鸟难渡的高峰、奇异狰狞的野兽、蛮荒的生活方式、诸侯的反复无常和接二连三的叛变;而在远征之前,希腊仍因腓力的征战而残喘挣扎,底比斯正从败亡中爬起,拍打掉战具上喀罗尼亚的尘土,雅典也正伸出双手与之联合;整个马其顿暗流涌动,人心皆指望于阿敏塔斯和阿埃洛普斯的子嗣;伊利里亚人发动叛乱,塞西亚人的威胁笼罩在图谋生事的邻邦头顶;波斯的黄金流经各地的蛊惑民心者之手,震荡着伯罗奔尼撒;腓力的国库空空如也,如奥内西克利托所记载的那样,还背负着二百塔兰同的债务。在如此赤贫与动荡的局势下,一个刚脱稚龄的少年竟敢于企望巴比伦与苏萨,甚至将统御全人类的大志置于胸中,而他所仰仗的,仅是他所拥有的三万步兵和四千骑兵——按阿里斯托布洛所言即是此数,按托勒密王所言则是步兵三万、骑兵五千,而按阿纳克西麦涅所言则是步兵四万三千、骑兵五千五百。至于“命运”为他准备的辉煌盛大的军资盘缠,据阿里斯托布洛说,只有七十塔兰同;据杜里斯说,不过是仅仅三十天的口粮。
- 326eοἶμαι δʼ ἂν αὐτὸν εἰπεῖν
助词 ἄν 修饰受思考动词 οἶμαι 支配的动词不定式 εἰπεῖν,相当于带有 ἄν 的希求语气或过去直陈语气,表示潜在或推测(“我想他自己也会说……”)。
- 327aἠλοήθην
被动语态动词 ἠλοήθην 除伴有表示工具的与格(λίθῳ, ὑπέρῳ)外,还带有两个宾格名词(τὴν κεφαλήν, τὸν τράχηλον)。这是典型的“关系宾格”(限制宾格),用于指明受创的具体身体部位。后文的 διεκόπην, ἐτοξεύθην 等动词均承袭同一句式结构。
- 327bἔδει τάφον Ἀλεξάνδρου τὴν βάρβαρον ἐκείνην καὶ ἀνώνυμον κώμην γενέσθαι
非真实条件句(前件为 εἰ δὲ μὴ... ὑπερέσχε... ἔπεσεν... ἤρειψαν)的后件(主句)。表示必然、义务的无人称动词过去时(ἔδει)通常无需搭配助词 ἄν,即可独立表示与过去事实相反的必然结果(“那个村落本该成为……”)。
- 327eτὸ δὲ λαμπρὸν αὐτῷ καὶ μέγα παρασκευασθὲν ὑπὸ τῆς Τύχης ἐφόδιον
此句在修辞上带有强烈的讽刺意味,与前文提及的巨额债务及宏大志向形成鲜明对照。整个名词短语(“‘命运’为他准备的辉煌盛大的军资盘缠”)作句子的主语,ἑβδομήκοντα τάλαντα 则为表语。
