- 底本
- Plutarch. Moralia, Vol. 4. Babbitt, Frank Cole, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1936 (printing).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg087.humanitext-grc3:1.10
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
亚历山大尊崇荷马诗句与阿喀琉斯,厚遇诸位哲学家;作者借由他对狄奥根尼的著名言论,阐明他并非沉溺于言辞,而是一位以征伐和教化实践哲学的行动哲学家。
καὶ μὴν εἴ ποτε γένοιτο τῶν Ὁμήρου σύγκρισις ἐπῶν ἐν ταῖς διατριβαῖς ἢ παρὰ τὰ συμπόσια, ἄλλον ἄλλου στίχον προκρίνοντος, αὐτὸς ὡς διαφέροντα πάντων ἐνέκρινε τοῦτον, "ἀμφότερον βασιλεύς τʼ ἀγαθὸς κρατερός τʼ αἰχμητής," ὃν ἄλλος ἔπαινον τῷ χρόνῳ προέλαβε, τοῦτον αὑτῷ νόμον κεῖσθαι λογιζόμενος,1 ὥστʼ εἰπεῖν Ὅμηρον ὅτι2 τῷ αὐτῷ μέτρῳ τὴν μὲν Ἀγαμέμνονος ἀνδραγαθίαν κεκόσμηκε, τὴν δʼ Ἀλεξάνδρου μεμάντευται. διαβὰς τοίνυν τὸν Ἑλλήσποντον ἐθεᾶτο τὴν Τροίαν ἀνατυπούμενος τὰς ἡρωικὰς πράξεις· καί τινος αὐτῷ τῶν ἐγχωρίων ὑποσχομένου τὴν Πάριδος λύραν, εἰ βούλοιτο, δώσειν, οὐδέν, ἔφη, τῆς ἐκείνου δέομαι· τὴν γὰρ Ἀχιλλέως κέκτημαι, πρὸς ἣν ἐκεῖνος ἀνεπαύετο "ἄειδε δʼ ἄρα κλέα ἀνδρῶν·" ἡ δὲ Πάριδος πάντως μαλακήν τινα καὶ θήλειαν ἁρμονίαν ἐρωτικοῖς ἔψαλλε μέλεσι. Φιλοσόφου τοίνυν ἐστὶ ψυχῆς σοφίας ἐρᾶν καὶ σοφοὺς ἄνδρας θαυμάζειν μάλιστα· τοῦτο δʼ Ἀλεξάνδρῳ προσῆν ὡς οὐδενὶ τῶν βασιλέων. καὶ πῶς μὲν εἶχε πρὸς Ἀριστοτέλην εἴρηται· καὶ ὅτι τὸν μὲν ἁρμονικὸν Ἀνάξαρχον ἐντιμότατον τῶν φίλων ἐνόμιζε, Πύρρωνι δὲ τῷ Ἠλείῳ πρῶτον ἐντυχόντι μυρίους χρυσοῦς ἔδωκε, Ξενοκράτει δὲ τῷ Πλάτωνος συνήθει πεντήκοντα τάλαντα δωρεὰν ἔπεμψεν, Ὀνησίκριτον δὲ τὸν Διογένους τοῦ Κυνὸς μαθητὴν ὅτι ἄρχοντα τῶν κυβερνητῶν κατέστησεν ὑπὸ πλειόνων ἱστόρηται. Διογένει δʼ αὐτῷ περὶ Κόρινθον εἰς λόγους ἐλθὼν οὕτως ἔφριξε καὶ κατεπλάγη τὸν βίον καὶ τὸ ἀξίωμα τοῦ ἀνδρός, ὥστε πολλάκις αὐτοῦ μνημονεύων λέγειν, εἰ μὴ Ἀλέξανδρος ἤμην,3 Διογένης ἂν ἤμην, τουτέστιν ἠσχολούμην ἂν περὶ λόγους, εἰ μὴ διʼ ἔργων ἐφιλοσόφουν. οὐκ εἶπεν, εἰ μὴ βασιλεὺς ἤμην, Διογένης ἂν ἤμην, οὐδʼ, εἰ μὴ πλούσιος καὶ Ἀργεάδης· οὐ γὰρ προέκρινε τὴν τύχην τῆς σοφίας οὐδὲ τὴν πορφύραν καὶ τὸ διάδημα τῆς πήρας καὶ τοῦ τρίβωνος· ἀλλʼ εἶπεν, εἰ μὴ Ἀλέξανδρος ἤμην, Διογένης ἂν ἤμην, τουτέστιν εἰ μὴ τὰ βαρβαρικὰ τοῖς Ἑλληνικοῖς κεράσαι διενοούμην καὶ πᾶσαν ἤπειρον ἐπιὼν ἐξημερῶσαι, καὶ πέρατα γῆς ἀνερευνῶν καὶ θαλάττης ὠκεανῷ προσερεῖσαι Μακεδονίαν, καὶ τὴν Ἑλλάδος σπεῖραι καὶ καταχέασθαι γένους παντὸς εὐδικίαν καὶ εἰρήνην, οὐκ ἂν ἐν ἀπράκτῳ τρυφῶν ἐξουσίᾳ καθήμην, ἀλλʼ ἐζήλουν ἂν τὴν Διογένους εὐτέλειαν. νῦν δὲ σύγγνωθι, Διόγενες, Ἡρακλέα μιμοῦμαι καὶ Περσέα ζηλῶ, καὶ τὰ Διονύσου μετιὼν ἴχνη, θεοῦ γενάρχου καὶ προπάτορος, βούλομαι πάλιν ἐν Ἰνδίᾳ νικῶντας Ἕλληνας ἐγχορεῦσαι καὶ τοὺς ὑπὲρ Καύκασον ὀρείους καὶ ἀγρίους τῶν βακχικῶν κώμων ἀναμνῆσαι. κἀκεῖ τινες εἶναι λέγονται στερρᾶς καὶ γυμνήτιδος σοφίας ἐθάδες ἄνδρες ἱεροὶ καὶ αὐτόνομοι, θεῷ σχολάζοντες, εὐτελέστεροι Διογένους, οὐδὲν πήρας δεόμενοι· τροφὴν γὰρ οὐκ ἀποτίθενται, πρόσφατον ἀεὶ καὶ νέαν ἀπὸ γῆς ἔχοντες· ποτὸν δὲ ποταμοὶ ῥέουσι· φύλλα δʼ αὐτοῖς δένδρων ἀποχυθέντα καὶ πόα γῆς ἐγκατακλιθῆναι. διʼ ἐμὲ κἀκεῖνοι Διογένη γνώσονται καὶ Διογένης ἐκείνους. δεῖ κἀμὲ νόμισμα παρακόψαι καὶ παραχαράξαι τὸ βαρβαρικὸν Ἑλληνικῇ πολιτείᾳ.4
况且,每逢在研讨中或酒席间发生对荷马诗句的比较、众人各自推重不同诗行之时,他自己则将这句定为冠绝群芳之作: “既是一位贤良的君王,又是一位强健的矛士。” 他认为这句他人已在岁月之中先得的赞辞,对他自身而言乃是一条既定的律法,以至于人们可以说,荷马以同一种尺度(韵律),既颂扬了阿伽门农的英勇,又预言了亚历山大的武功。因此,当他渡过赫勒斯滂海峡后,便巡视特洛伊,在心中重构英雄们的功业;当地有一人答应若他愿意便可将帕里斯的竖琴献给他,他却说道: “我丝毫不希罕那人的竖琴; 因为我已拥有阿喀琉斯的那把,他曾伴随琴声憩息, ‘高歌英雄们的显赫功名’; 而帕里斯的那把,全然只是配着艳曲弹奏某种软弱而阴柔的曲调罢了。” 因此,热爱智慧并极其尊崇智者,本就属于哲学家的胸怀;而亚历山大兼具此种品质,非任何君王所能及。他对待亚里士多德的态度已如前述;至于他将追求和谐的阿那克萨库斯视为最可敬重的朋友,初遇伊利斯人皮浪便赏赐万枚金币,向柏拉图的挚友色诺克拉底赠送五十塔兰同的馈赠,并将犬儒派狄奥根尼的门徒奥内西克里图斯任命为领航长,这些均见诸于诸多记载。 当他在科林斯附近与狄奥根尼本人交谈时,对这位智者的生活方式和崇高尊严感到如此肃然起敬与震撼,以至于他常常追忆起他并说道: “若我不是亚历山大,我便愿是狄奥根尼。” 这意思是说: “若非我正借由行动践行哲学,我便会投身于言辞。” 他并未说: “若我不是国王,我便愿是狄奥根尼”,亦未说: “若我并非富有且出身阿吉德家族”;因为他并没有将机运置于智慧之上,亦未将紫袍与王冠置于布袋与粗斗篷之上;相反,他说道: “若我不是亚历山大,我便愿是狄奥根尼”,这意思是说: “若非我意图将蛮族的风貌与希腊的文明融为一体,踏遍每一片大陆加以教化,探寻大地与海洋的极境而将马其顿与大洋相连,并将希腊的公义与和平播撒倾注于每一个种族,我绝不会在虚掷岁月的权柄中坐享安逸,而是会效法狄奥根尼的质朴。但如今请宽恕我,狄奥根尼,我效法赫拉克勒斯,追随珀尔修斯,追寻神圣始祖与先祖狄奥尼索斯的足迹,希望再次让获胜的希腊人在印度起舞,唤醒高加索之外凶悍的山民对巴克科斯狂欢的记忆。”据说在那边,亦有一些习惯于坚毅裸行智慧的神圣自足之人,专心侍奉神明,比狄奥根尼更为简朴,丝毫不需要布袋;因为他们不贮存食物,总是从大地获取新鲜的供养;江河为他们奔流着饮水,树木落下的叶片与大地青草便是他们的卧榻。“通过我,他们亦将认识狄奥根尼,而狄奥根尼亦将认识他们。我也必须重铸货币,以希腊的政制重塑蛮族的印记。”
- 331dὃν ἄλλος ἔπαινον τῷ χρόνῳ προέλαβε, τοῦτον αὑτῷ νόμον κεῖσθαι λογιζόμενος
此处出现先行词并入关系从句(inverse attraction)的结构:原本应作 τοῦτον τὸν ἔπαινον, ὃν...,名词 ἔπαινον 被拉入从句之中。主句的不定式短语中,指示代词 τοῦτον 充当 κεῖσθαι 的宾格主语,意为“认为这句他人在岁月上先得的赞辞,对他自身而言乃是一条既定的律法”。
- 331dὥστʼ εἰπεῖν Ὅμηρον ὅτι
此为 ὥστε 引导的不定式结果从句。不定式 εἰπεῖν 的逻辑主语为泛指的“人们”,而 Ὅμηρον 则是从后随的 ὅτι 从句中提出来的前置宾格(prolepsis),整体结构表示:“以至于人们可以说,荷马以同一种尺度……”
- 331eεἰ μὴ Ἀλέξανδρος ἤμην, Διογένης ἂν ἤμην
采用未完成过去时直陈式构成的非真实条件句(与现在事实相反的假定与结果)。普鲁塔克在此将这句名言解释为两种哲学实践方式的选择,而非君王地位与穷困生活的对比:即“若我不是在以实际行动践行哲学(作为亚历山大),我便会在言辞上践行哲学(作为狄奥根尼)”。
- 332cδεῖ κἀμὲ νόμισμα παρακόψαι καὶ παραχαράξαι τὸ βαρβαρικὸν Ἑλληνικῇ πολιτείᾳ.
此处借用了犬儒派关于狄奥根尼的著名典故(神谕命其“重铸/篡改货币” παρακόπτειν τὸ νόμισμα)。在句法上,τὸ βαρβαρικόν 充当 παραχαράξαι 的直接宾语,Ἑλληνικῇ πολιτείᾳ 则是手段与格,表达“我也必须重铸货币,以希腊的政制重新印刻蛮族的世界”。
