- 底本
- Plutarch. Moralia, Vol. IV. Babbitt, Frank Cole, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1936 (printing).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg084a.humanitext-grc3:96-99
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
本节讨论了活埋失贞维斯塔贞女的原因、十二月向马尔斯献祭战马及争夺马头的仪式、监察官就职时优先承包圣鹅饲养与神像修饰的缘由,以及占卜官职位终身不可剥夺的理由。
διὰ τί τῶν παναγῶν παρθένων τὰς διαφθαρείσας ἄλλως οὐ κολάζουσιν, ἀλλὰ ζώσας κατορύττουσι; πότερον ὅτι καίουσι τοὺς ἀποθανόντας, θάπτειν δὲ πυρὶ τὴν τὸ πῦρ τὸ θεῖον ὁσίως μὴ φυλάξασαν οὐκ ἦν δίκαιον; ἢ σῶμα ταῖς μεγίσταις καθωσιωμένον ἁγιστείαις ἀναιρεῖν καὶ προσφέρειν ἱερᾷ γυναικὶ χεῖρας οὐ θεμιτὸν ἐνόμιζον; αὐτὴν οὖν ἀποθανεῖν μηχανώμενοι διʼ αὑτῆς,1 κατεβίβαζον ὑπὸ γῆν εἰς οἴκημα πεποιημένον, ὅπου καὶ λύχνος ἔκειτο καιόμενος καὶ ἄρτος καὶ γάλακτός τι καὶ ὕδατος εἶτα γῇ τὸ οἴκημα κατέκρυπτον ἄνωθεν. καὶ οὐδὲ τοῦτον τὸν τρόπον ἀφοσιωσάμενοι τὴν δεισιδαιμονίαν ἐκπεφεύγασιν, ἀλλὰ μέχρι νῦν ἐναγίζουσιν οἱ ἱερεῖς ἐκεῖ βαδίζοντες ἐπὶ τὸν τόπον.
为什么对于完全圣洁的处女(维斯塔贞女)中失贞者,他们不以其他方式惩处,而是活埋? 难道是因为他们习惯火化死者,而用火埋葬一个未曾虔敬守护神圣之火的人是不公义的? 抑或是因为他们认为杀害一个奉献于最高神圣仪式之躯、对圣洁妇女施加暴力是不合神法的?因此,为了设法让她自行死去(而非直接受人杀害),他们将她带入地下一个预先造好的居室,室内放有一盏点燃的油灯、面包,以及少许乳汁和水,然后从上面用泥土将居室掩埋。然而,他们即便以这种方式免除了宗教忌讳,也未能摆脱对神罚的敬畏,直到如今,祭司们仍前往该处举行祭亡仪式。
διὰ τί ταῖς Δεκεμβρίαις εἰδοῖς ἱπποδρομίας γενομένης ὁ νικήσας δεξιόσειρος Ἄρει θύεται, καὶ τὴν μὲν οὐρὰν ἀποκόψας τις ἐπὶ τὴν Ῥηγίαν καλουμένην κομίζει καὶ τὸν βωμὸν αἱμάττει, περὶ δὲ τῆς κεφαλῆς οἱ μὲν ἀπὸ τῆς ἱερᾶς ὁδοῦ λεγομένης οἱ δʼ ἀπὸ τῆς Συβούρης καταβάντες διαμάχονται; πότερον, ὡς ἔνιοι λέγουσιν, ἵππῳ τὴν Τροίαν ἡλωκέναι νομίζοντες ἵππον κολάζουσιν, ἅτε δὴ καὶ γεγονότες "Τρώων ἀγλαὰ τέκνα μεμιγμένα παισὶ Λατίνων·" ἢ ὅτι θυμοειδὲς καὶ πολεμικὸν καὶ ἀρήιον ὁ ἵππος ἐστὶ τὰ δὲ προσφιλῆ μάλιστα καὶ πρόσφορα θύουσι τοῖς θεοῖς, ὁ δὲ νικήσας θύεται διὰ τὸ νίκης καὶ κράτους οἰκεῖον εἶναι τὸν θεόν; ἢ μᾶλλον ὅτι τοῦ θεοῦ στάσιμον τὸ ἔργον ἐστὶ καὶ νικῶσιν οἱ μένοντες ἐν τάξει τοὺς μὴ μένοντας ἀλλὰ φεύγοντας, καὶ κολάζεται τὸ τάχος ὡς δειλίας ἐφόδιον, καὶ μανθάνουσι συμβολικῶς ὅτι σωτήριον οὐκ ἔστι τοῖς φεύγουσι;
为什么在十二月的伊杜斯日举行赛马时,获胜的右侧拉车马会被献祭给马尔斯,有人切下马尾带到所谓的王宫并用血染红祭坛,而为了争夺马头,从所谓的圣道下来的人与从苏布拉下来的人则相互争斗? 难道是如某些人所说,因为他们认为特洛伊是因一匹马而陷落的,所以惩罚马匹,毕竟他们也是: “特洛伊人光彩的子嗣,与拉丁人的后代相混合”? 抑或是因为马性情烈勇、尚武且属于军神,而人们通常将最受神明喜爱且合适之物献祭给神,获胜之马被献祭则是因为这位神与胜利和力量最为契合? 还是更因为这位神的功业在于坚守阵地,坚守战阵者战胜不能坚守而逃跑者,因而速度作为懦怯的手段而受罚,人们也象征性地学到逃跑者绝无生路?
διὰ τί οἱ τιμηταὶ τὴν ἀρχὴν παραλαβόντες οὐδὲν ἄλλο πράττουσι πρότερον ἢ τὴν τροφὴν ἀπομισθοῦσι τῶν ἱερῶν χηνῶν καὶ τὴν γάνωσιν τοῦ ἀγάλματος; πότερον ἀπὸ τῶν εὐτελεστάτων ἀρχόμενοι καὶ μὴ πολλῆς δεομένων δαπάνης μηδὲ πραγματείας; ἢ παλαιά τις αὕτη χάρις ἀπομνημονεύεται τοῖς ζῴοις ἀπὸ τῶν Κελτικῶν, ὅτι τοὺς βαρβάρους ὑπερβαίνοντας ἤδη τὸ περιτείχισμα τοῦ Καπετωλίου νύκτωρ οἱ χῆνες ᾔσθοντο τῶν κυνῶν καθευδόντων καὶ βοῇ τοὺς φύλακας ἐπήγειραν; ἢ φύλακες ὄντες οἱ τιμηταὶ τῶν μεγίστων, καὶ προσῆκον ἐπισκοπεῖν καὶ πολυπραγμονεῖν αὐτοῖς ἱερὰ καὶ δημόσια καὶ βίους καὶ ἤθη καὶ διαίτας, τὸ φυλακτικώτατον ζῷον εὐθὺς ἐν λόγῳ τίθενται, καὶ ἅμα τῇ τούτων ἐπιμελείᾳ προτρέπονται τοὺς πολίτας μὴ ἀμελεῖν μηδὲ ῥᾳθυμεῖν τῶν ἱερῶν; ἡ δὲ γάνωσις τοῦ ἀγάλματος ἀναγκαία· ταχὺ γὰρ ἐξανθεῖ τὸ μίλτινον, ᾧ τὰ παλαιὰ τῶν ἀγαλμάτων ἔχρωζον.
为什么监察官就职时,在承包圣鹅的饲料供给以及为神像涂拭朱红之前,绝不先办理任何其他事务? 难道是因为他们从最廉价、既不需要巨额开销也不需要费尽周章的事情着手? 抑或是这是自高卢战争以来对这些动物保留的一份古老感恩,因为在夜间蛮族正翻越卡皮托利乌姆的防壁时,在狗都在沉睡之际,是鹅察觉到了他们,并以叫声惊醒了守卫? 还是因为监察官是至关重大事务的守护者,视察与稽核宗教圣事、公共事务、公民的生活、品行与日常起居是他们的职责,所以他们首先将最警惕的动物纳入考量,并同时借由对它们的照料来促使公民不要忽视或轻慢神圣事物? 神像的涂拭则是必需的,因为古老神像所涂染的朱砂很容易褪色。
διὰ τί τῶν ἄλλων ἱερέων τὸν καταδικασθέντα καὶ φυγόντα παύοντες ἕτερον αἱροῦνται, τοῦ δʼ αὔγουρος, ἕως ζῇ, κἂν ἐπὶ τοῖς μεγίστοις ἀδικήμασι καταγνῶσιν, οὐκ ἀφαιροῦνται τὴν ἱερωσύνην; αὔγουρας δὲ τοὺς ἐπὶ τῶν οἰωνῶν καλοῦσι. πότερον, ὡς ἔνιοι λέγουσι, βούλονται μηδένα τὰ τῶν ἱερῶν ἀπόρρητα γιγνώσκειν, ὃς οὐκ ἔστιν ἱερεύς; ἢ κατειλημμένον ὅρκοις τὸν αὔγουρα μηδενὶ φράσειν τὰ τῶν ἱερῶν ἀπολῦσαι τῶν ὅρκων οὐ θέλουσιν ἰδιώτην γενόμενον; ἢ τιμῆς οὐκ ἔστιν οὐδʼ ἀρχῆς ἀλλʼ ἐπιστήμης ὄνομα καὶ τέχνης ὁ αὔγουρ; ὅμοιον οὖν τῷ τὸν μουσικὸν ἀποψηφίσασθαι μουσικὸν μὴ εἶναι καὶ τὸν ἰατρὸν ἰατρὸν τὸ κωλύειν μάντιν εἶναι τὸν μάντιν,2 ἀφελέσθαι μὴ δυναμένους τὴν δύναμιν αὐτοῦ, κἂν ἀφέλωνται τὴν προσηγορίαν. ἄλλον δʼ οὐ καθιστᾶσιν εἰκότως τὸν ἐξ ἀρχῆς ἀριθμὸν τῶν αὐγούρων φυλάττοντες.
为什么对于其他祭司,他们会罢免被定罪并流放者而另选他人,但对于占卜官(奥古尔),只要他活着,哪怕在最重大的罪行上被定罪,他们也不剥夺其祭司职位? 他们将主管鸟卜的人称为奥古尔。 难道是如某些人所说,他们不希望任何非祭司者知晓神事的秘密? 抑或是因为他们不愿让这位立誓绝不向任何人泄露神事秘密的占卜官,在沦为平民后免除誓言? 或者说,“奥古尔”不是一种尊荣或官职的名称,而是一种学识与技艺的名称?因此,阻止一位预言家成为预言家,正如投票表决音乐家不是音乐家、医生不是医生一样,即使他们剥夺其头衔,也无法夺走其能力。而他们为了维持占卜官自始确立的定额,理所当然地不再另行任命他人。
- 96αὐτὴν οὖν ἀποθανεῖν μηχανώμενοι διʼ αὑτῆς
διʼ αὑτῆς(“通过她自身”)并非指积极的自杀,而是指一种宗教律法上的考量,即避免他人直接动手流血或杀害,使她在隔离中通过自身身体的自然衰竭(饥渴)而走向死亡,以避开杀害圣职人员的宗教罪责。
- 287eὅμοιον οὖν τῷ τὸν μουσικὸν ἀποψηφίσασθαι μουσικὸν μὴ εἶναι καὶ τὸν ἰατρὸν ἰατρὸν τὸ κωλύειν μάντιν εἶναι τὸν μάντιν
该句的语法主语是带有定冠词的不定式短语 τὸ κωλύειν μάντιν εἶναι τὸν μάντιν(“阻止预言家成为预言家”),谓语是 ὅμοιον [ἐστί] τῷ...(“等同于……”)。与格定冠词 τῷ 引出不定式 ἀποψηφίσασθαι,其下并列统辖两个“宾格+不定式”结构:τὸν μουσικὸν ... μὴ εἶναι 与 τὸν ἰατρὸν ἰατρὸν [μὴ εἶναι](“投票裁定音乐家不是音乐家,医生不是医生”)。
