- 底本
- Plutarch. Moralia, Vol. IV. Babbitt, Frank Cole, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1936 (printing).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg084a.humanitext-grc3:100-102
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
探讨了八月伊杜斯日奴隶节日与妇女洗头习俗的起源、儿童佩戴布拉项饰的由由,以及男婴与女婴分别在第九天与第八天命名的原因。
διὰ τί ταῖς Αὐγούσταις εἰδοῖς, Σεξτιλίαις δὲ πρότερον λεγομέναις, ἑορτάζουσιν αἵ τε δοῦλαι καὶ οἱ δοῦλοι πάντες, αἱ δὲ γυναῖκες μάλιστα ῥύπτεσθαι τὰς κεφαλὰς καὶ καθαίρειν ἐπιτηδεύουσιν; ἢ διὰ τὸ Σερούιον τὸν βασιλέα κατὰ ταύτην τὴν ἡμέραν ἐξ αἰχμαλώτου γενέσθαι θεραπαινίδος ἄδειαν ἔργων ἔχουσιν οἱ θεράποντες, τὸ δὲ πλύνειν τὰς κεφαλὰς ἀρξάμενον ἀπὸ τῶν θεραπαινίδων διὰ τὴν ἑορτὴν ἄχρι τῶν ἐλευθέρων προῆλθεν;
为什么在八月的伊杜斯日(此前称为塞克斯提利斯月),所有的女奴和男奴都要过节,而妇女们尤其习惯于洗涤和清洁头部? 难道是因为塞尔维乌斯国王在这一天由一名被俘的女奴所生,因此仆从们免除劳作,而洗头之风由女奴因节日而起,进而推广到了自由妇女?
διὰ τί κοσμοῦσι τοὺς παῖδας τοῖς περιδεραίοις, ἃ βούλλας καλοῦσι; πότερον ἐπὶ τιμῇ τῶν ἡρπασμένων γυναικῶν, ὥσπερ ἄλλα πολλά, καὶ τοῦτʼ ἐψηφίσαντο τοῖς ἐξ αὐτῶν γεννωμένοις ὑπάρχειν; ἢ τὴν Ταρκυνίου τιμῶντες ἀνδραγαθίαν; λέγεται γὰρ ἔτι παῖς ὢν ἐν τῇ μάχῃ τῇ πρὸς Λατίνους ἅμα καὶ Τυρρηνοὺς ἐμβαλεῖν εἰς τοὺς πολεμίους, ἀπορρυεὶς δὲ τοῦ ἵππου καὶ τοὺς ἐπιφερομένους ἰταμῶς ὑποστὰς ἐπιρρῶσαι τοὺς Ῥωμαίους·1 γενομένης δὲ λαμπρᾶς τροπῆς τῶν πολεμίων καὶ μυρίων ἑξακισχιλίων ἀναιρεθέντων, τοῦτο λαβεῖν ἀριστεῖον παρὰ τοῦ πατρὸς καὶ βασιλέως. ἢ τοῖς παλαιοῖς οἰκετῶν μὲν ἐρᾶν ὥραν ἐχόντων οὐκ ἦν ἄδοξον οὐδʼ αἰσχρόν, ὡς ἔτι νῦν αἱ κωμῳδίαι μαρτυροῦσιν, ἐλευθέρων δὲ παίδων ἰσχυρῶς ἀπείχοντο, καὶ ὅπως μηδὲ γυμνοῖς ἐντυχόντες ἀμφιγνοήσειαν, ἐφόρουν οἱ παῖδες τὸ παράσημον; ἢ καὶ πρὸς εὐταξίαν ἐστὶ φυλακτήριον τοῦτο, καὶ τρόπον τινὰ τοῦ ἀκολάστου χαλινός, αἰσχυνομένων ἀνδροῦσθαι πρὶν ἢ τὸ παιδικὸν ἀποθέσθαι παράσημον; ὅ μὲν γὰρ οἱ περὶ Βάρρωνα λέγουσιν οὐ πιθανόν ἐστι, τῆς βουλῆς ὑπὸ Αἰολέων βόλλας προσαγορευομένης, τοῦτο σύμβολον εὐβουλίας περιτίθεσθαι τοὺς παῖδας. ἀλλʼ ὅρα μὴ καὶ τοῦτο διὰ τὴν σελήνην φοροῦσι.2 τὸ γὰρ φαινόμενον σχῆμα τῆς σελήνης, ὅταν ᾖ διχόμηνος, οὐ σφαιροειδὲς ἀλλὰ φακοειδές ἐστι καὶ δισκοειδές, ὡς δʼ Ἐμπεδοκλῆς οἴεται, καὶ τὸ ὑποκείμενον.
为什么他们要用被称为布拉(bulla)的颈饰装扮儿童? 难道是为了向那些被掠夺的妇女表示敬意,如同在许多其他事情上一样,他们也表决通过让她们所生的后代拥有此物? 抑或是为了表彰塔尔克维尼乌斯的勇武?因为据说他还是个孩子的时候,在同时对抗拉丁人和伊特鲁里亚人的战斗中冲入敌阵,虽然坠马,却悍勇地迎击扑上来的敌人,从而振奋了罗马人;在敌军大溃败且有一万六千人被歼灭之后,他从身为国王的父亲那里获得了这一殊勋奖赏。 抑或是在古人看来,爱恋正值妙龄的家奴并非不光彩或可耻之事(正如如今的喜剧仍旧证明的那样),但他们极力避免染指自由民的孩子,为了使他们即便在赤身相遇时也不至认错,孩子们才佩戴这种标志? 或者这本身也是维持端正规矩的护身标志,并在某种程度上是对放荡的拘束,使他们在卸下童年标志之前羞于做出成年男子的举动? 因为瓦罗等人所说的并不可信——即由于议事在爱奥里斯方言中被称为波拉,孩子们佩戴此物乃是作为善于谋断的象征。 然而,且看他们佩戴此物是否也因为月亮的缘故。因为月亮在望日所显现的形状并非球形,而是扁豆形和圆盘形,并且正如恩培多克勒所认为的,其本质形体也是如此。
διὰ τί τῶν παίδων τοῖς μὲν ἄρρεσιν ἐναταίοις, τοῖς δὲ θήλεσιν ὀγδοαίοις τὰ ὀνόματα τίθενται; ἢ τὸ μὲν προτέροις τοῖς θήλεσιν αἰτίαν ἔχει τὴν φύσιν; καὶ γὰρ αὔξεται τὸ θῆλυ καὶ ἀκμάζει καὶ τελειοῦται πρότερον τοῦ ἄρρενος. τῶν δʼ ἡμερῶν τὰς μετὰ τὴν ἑβδόμην λαμβάνουσιν· ἡ γὰρ ἑβδόμη σφαλερὰ τοῖς νεογνοῖς πρός τε τἄλλα καὶ τὸν ὀμφαλόν· ἑβδομαῖος γὰρ ἀπολύεται τοῖς πλείστοις· ἕως δʼ ἀπολυθῇ, φυτῷ μᾶλλον ἢ ζῴῳ προσέοικε τὸ νήπιον. ἢ καθάπερ οἱ Πυθαγορικοὶ τοῦ ἀριθμοῦ τὸν μὲν ἄρτιον θῆλυν ἄρρενα δὲ τὸν περιττὸν ἐνόμιζον; γόνιμος γάρ ἐστι καὶ κρατεῖ τοῦ ἀρτίου συντιθέμενος, καὶ διαιρουμένων εἰς τὰς μονάδας ὁ μὲν ἄρτιος καθάπερ τὸ θῆλυ χώραν μεταξὺ κενὴν ἐνδίδωσι, τοῦ δὲ περιττοῦ μόριον ἀεί τι πλῆρες ὑπολείπεται· διὸ τὸν μὲν ἄρρενι τὸν δὲ θήλει πρόσφορον νομίζουσιν. ἢ ὅτι τῶν ἀριθμῶν ἁπάντων τὰ μὲν ἐννέα πρῶτός ἐστι, τετράγωνος ἀπὸ περιττοῦ καὶ τελείου τῆς τριάδος, τὰ δʼ ὀκτὼ πρῶτος κύβος ἀπὸ ἀρτίου τῆς δυάδος; δεῖ δὲ τὸν μὲν ἄνδρα τετράγωνον εἶναι καὶ περιττὸν καὶ τέλειον, τὴν δὲ γυναῖκα καθάπερ τὸν κύβον ἑδραῖον καὶ οἰκουρὸν καὶ δυσμετακίνητον. τοῦτο δὲ προσληπτέον ὅτι τὰ μὲν ὀκτὼ κύβος ἐστὶν ἀπὸ δυάδος,3 τὰ δʼ ἐννέα τετράγωνος ἀπὸ τριάδος· χρῶνται δὲ δυσὶ μὲν ὀνόμασιν αἱ θήλειαι τρισὶ δʼ οἱ ἄρρενες.
为什么在孩子们当中,他们给男童在第九天命名,而给女童在第八天命名? 难道女童先行是因为自然之理?因为女性比起男性成长、发育并成熟得更早。而在天数中他们选取第七天之后的天数,是因为第七天对于新生儿而言,无论在其他方面还是关于脐带都是凶险的;因为对大多数婴儿而言,脐带在第七天脱落,但在脱落之前,婴儿更像植物而非动物。 抑或是如同毕达哥拉斯学派认为的那样,在数字中偶数为雌,奇数为雄?因为奇数具有生殖力,与偶数组合时能够胜过偶数,并且在细分为单子时,偶数如同雌性一样在中间留出空位,而奇数则总会留下一份充实的部分;因此他们认为一个适合男性,另一个适合女性。 还是因为在所有数字中,九是出自奇数且完全的数字(即三)的第一个平方数,而八是出自偶数(即二)的第一个立方数?而男人应当如平方般方正、奇特且完全,女人则应当如立方体般稳固、守家且不易动摇。此外还应当加上这一点:八是源于二的立方,九是源于三的平方,而女性使用两个名字,男性则使用三个名字。
- 288aἀπορρυεὶς δὲ τοῦ ἵππου καὶ τοὺς ἐπιφερομένους ἰταμῶς ὑποστὰς ἐπιρρῶσαι τοὺς Ῥωμαίους
属于由λέγεται引导的主格加不定式结构(包含并列的不定式ἐμβαλεῖν、ἐπιρρῶσαι及后文的λαβεῖν)。分词ἀπορρυείς(第二不定过去时被动分词)与ὑποστάς(第二不定过去时主动分词)充当修饰主语的状语,与不定式ἐπιρρῶσαι构成动作的先后承接。
- 288bἀλλʼ ὅρα μὴ καὶ τοῦτο διὰ τὴν σελήνην φοροῦσι
ὅρα μή句型,用以引出委婉的推测或提醒(“且看是否……”)。此处接陈述式现在时φοροῦσι而非虚拟式,表达说话人认为现实中极有可能确是如此。
- 288eτοῦτο δὲ προσληπτέον ὅτι τὰ μὲν ὀκτὼ κύβος ἐστὶν ἀπὸ δυάδος
由动词性形容词προσληπτέον构成的无人称结构(“应当补足的一点是……”)。后面的ὅτι从句作其实质主语/表述内容,补充说明数论象征与古罗马男女名字数量(女用二名,男用三名)之间的对应关联。
