← 普鲁塔克

罗马问题

§91-95

贵族居住禁令与市民冠及鸟卜中的秃鹫

本节探讨了贵族为何不得居住在卡皮托利乌姆附近、为何将橡叶冠授予救人者、鸟卜为何多用秃鹫、阿斯克勒庇俄斯神庙为何建于城外,以及洁净礼中禁食豆类的缘由。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§91

διὰ τί τοῖς πατρικίοις οὐκ ἐξῆν περὶ τὸ Καπετώλιον κατοικεῖν; πότερον ὅτι Μᾶρκος Μάλλιος αὐτόθι κατοικῶν ἐπεχείρησε τυραννίδι, διʼ ὃν ἀπώμοτόν φασιν εἶναι τῷ οἴκῳ μηδενὶ Μαλλίων ὄνομα Μάρκου γενέσθαι.1 ἢ παλαιὸς ἦν φόβος οὗτος; Ποπλικόλαν γοῦν ἄνδρα δημοτικώτατον οὐκ ἐπαύσαντο διαβάλλοντες μὲν οἱ δυνατοὶ δεδιότες δʼ οἱ πολλοί, μέχρι οὗ τὴν οἰκίαν αὐτὸς κατέσκαψεν ἐπικεῖσθαι τῇ ἀγορᾷ δοκοῦσαν.

为什么贵族不被允许居住在卡皮托利乌姆周围? 难道是因为马尔库斯·曼利乌斯住在那里时图谋实行僭主统治,据说因他的缘故,曼利乌斯家族起誓该家族中绝不可有人起名为马尔库斯? 抑或是因为这是一种古已有之的恐惧?至少对于极力顺从民众的波普利科拉,权贵们不断加以诽谤,大众也惶惶不安,直到他亲自拆毁了那座看似凌驾于集市之上的房屋。

§92

διὰ τί τῷ σώσαντι πολίτην ἐν πολέμῳ δρύινον διδόασι στέφανον; πότερον ὅτι πανταχοῦ καὶ ῥᾳδίως ἔστιν εὐπορῆσαι δρυὸς ἐπὶ στρατείας; ἢ ὅτι Διὸς καὶ Ἥρας ἱερὸς ὁ στέφανός ἐστιν, οὓς πολιούχους νομίζουσιν; ἢ παλαιὸν ἀπʼ Ἀρκάδων τὸ ἔθος, οἷς ἔστι τις συγγένεια πρὸς τὴν δρῦν; πρῶτοι γὰρ ἀνθρώπων γεγονέναι δοκοῦσιν ἐκ γῆς, ὥσπερ ἡ δρῦς τῶν φυτῶν.

为什么他们要把橡叶冠授予在战争中救了公民性命的人? 难道是因为在行军出征时,橡树随处可见且容易取得? 抑或是因为这冠冕献给宙斯和赫拉,而他们被视为城邦的守护神? 或者这是源于阿卡迪亚人的古老习俗,他们与橡树有某种亲缘关系?因为他们被认为是人类中最初从大地生出的,正如橡树在植物中也是如此。

§93

διὰ τί γυψὶ χρῶνται μάλιστα πρὸς τοὺς οἰωνισμούς; πότερον ὅτι καὶ Ῥωμύλῳ δώδεκα γῦπες ἐφάνησαν ἐπὶ τῇ κτίσει τῆς Ῥώμης; ἢ ὅτι τῶν ὀρνίθων ἥκιστα συνεχὴς καὶ συνήθης οὗτος; οὐδὲ γὰρ νεοττιᾷ γυπὸς ἐντυχεῖν ῥᾳδίως ἔστιν, ἀλλὰ πόρρωθέν ποθεν ἐξαπίνης καταίρουσι· διὸ καὶ σημειώδης ἡ ἄψις αὐτῶν ἐστιν. ἢ καὶ τοῦτο παρʼ Ἡρακλέους ἔμαθον; εἰ λέγει ἀληθῶς Ἡρόδωρος, ὅτι πάντων μάλιστα γυψὶν ἐπὶ πράξεως ἀρχῇ φανεῖσιν ἔχαιρεν Ἡρακλῆς, ἡγούμενος δικαιότατον εἶναι τὸν γῦπα τῶν σαρκοφάγων ἁπάντων· πρῶτον μὲν γὰρ οὐδενὸς ἅπτεται ζῶντος οὐδʼ ἀποκτίννυσιν ἔμψυχον οὐδὲν ὡς ἀετοὶ καὶ ἱέρακες καὶ τὰ νυκτίνομα· χρῆται δὲ τοῖς ἄλλως ἀποθανοῦσιν. ἔπειτα καὶ τούτων τὰ ὁμόφυλα παρίησι πετεινοῦ γὰρ οὐδεὶς ἑώρακε γῦπα γευόμενον, ὡς ἀετοὶ καὶ ἱέρακες μάλιστα τὰ συγγενῆ διώκουσι καὶ κόπτουσι. καίτοι κατʼ Αἰσχύλον "ὄρνιθος ὄρνις πῶς ἂν ἁγνεύοι φαγών;" ἀνθρώποις δʼ ὡς ἔπος εἰπεῖν ἀβλαβέστατός ἐστιν, οὔτε καρπὸν ἀφανίζων οὔτε φυτὸν οὔτε ζῷον ἥμερον κακουργῶν. εἰ δʼ, ὡς Αἰγύπτιοι μυθολογοῦσι, θῆλυ πᾶν τὸ γένος ἐστὶ καὶ κυΐσκονται δεχόμενοι2 καταπνέοντα τὸν ἀπηλιώτην ὥσπερ τὰ δένδρα τὸν ζέφυρον, καὶ παντάπασιν ἀπλανῆ τὰ σημεῖα καὶ βέβαια γίγνεσθαι πιθανόν ἐστιν ἀπʼ αὐτῶν. ἐν δὲ τοῖς ἄλλοις αἱ περὶ τὰς ὀχείας σοβήσεις ἔτι δʼ ἁρπαγαὶ καὶ φυγαὶ καὶ διώξεις πολὺ τὸ θορυβῶδες καὶ ἀκατάστατον ἔχουσι.

为什么在鸟卜中他们最常使用秃鹫? 难道是因为在罗马建城时,也有十二只秃鹫向罗穆卢斯显现?抑或是因为在鸟类中,这种鸟最不常见、最不频繁出现?因为哪怕要碰上一只秃鹫的巢也不容易,它们总是突然从远处某个地方飞来;因此见到它们便极具预兆意义。 或者这也是他们从赫拉克勒斯那里学来的?倘若赫罗多罗斯所言属实,即赫拉克勒斯在行动之初最喜见秃鹫显现,认为秃鹫在一切食肉动物中最公正。因为首先,它不触碰任何活着的东西,也不杀害任何有生之灵(不像鹰、隼和夜行飞禽那样),而是以因其他原因死去的尸体为食。其次,即便在这些尸体中,它也放过同类;因为没有人见过秃鹫啄食飞禽,而鹰和隼则专好追逐并撕啄同类。然而正如埃斯库罗斯所云: “食鸟之鸟,岂能得清白?” 况且对人类而言,可以说秃鹫最为无害,它既不破坏庄稼,也不毁损植物,亦不伤害家畜。如果真如埃及人传说的那样,整个种族皆为雌性,它们通过承受自上吹下的东风而受孕,正如树木受孕于西风那般,那么来自它们的征兆全然不易出错且十分可靠,便合情合理了。而在其他鸟类中,因交配引起的冲动,加之抢夺、逃窜与追逐,都带来了许多骚动与无常。

§94

διὰ τί τοῦ Ἀσκληπιοῦ τὸ ἱερὸν ἔξω τῆς πόλεώς ἐστι; πότερον ὅτι τὰς ἔξω διατριβὰς ὑγιεινοτέρας ἐνόμιζον εἶναι τῶν ἐν ἄστει; καὶ γὰρ Ἕλληνες ἐν τόποις καὶ καθαροῖς καὶ ὑψηλοῖς ἐπιεικῶς ἱδρυμένα τὰ Ἀσκληπιεῖα ἔχουσιν. ἢ ὅτι τὸν θεὸν ἐξ Ἐπιδαύρου μετάπεμπτον ἥκειν νομίζουσιν, Ἐπιδαυρίοις δʼ οὐ κατὰ πόλιν ἀλλὰ πόρρω τὸ Ἀσκληπιεῖόν ἐστιν; ἢ ὅτι τοῦ δράκοντος ἐκ τῆς τριήρους κατὰ τὴν νῆσον ἀποβάντος καὶ ἀφανισθέντος αὐτὸν ᾤοντο τὴν ἵδρυσιν ὑφηγεῖσθαι τὸν θεόν;

为什么阿斯克勒庇俄斯的神庙位于城外? 难道是因为他们认为城外的逗留比起城内的逗留更有益于健康?因为希腊人也通常把阿斯克勒庇俄斯神庙建在既洁净又高耸的地方。 抑或是因为他们认为这位神明是从埃皮达鲁斯召请而来的,而对埃皮达鲁斯人来说,阿斯克勒庇俄斯神庙也不在城内,而在远郊? 还是因为当巨蛇从三列桨战船上来到岛上并消失不见时,他们认为神明亲自指明了建庙的地点?

§95

διὰ τί νενόμισται τοὺς ἁγνεύοντας ὀσπρίων ἀπέχεσθαι; πότερον, ὡς οἱ Πυθαγορικοὶ, τοὺς μὲν κυάμους ἀφωσιοῦντο διὰ τὰς λεγομένας αἰτίας, τὸν δὲ λάθυρον καὶ τὸν ἐρέβινθον ὡς παρωνύμους τοῦ ἐρέβους καὶ τῆς λήθης;3 ἢ ὅτι πρὸς τὰ περίδειπνα καὶ τὰς προκλήσεις τῶν νεκρῶν μάλιστα χρῶνται τοῖς ὀσπρίοις; ἢ μᾶλλον ὅτι δεῖ πρὸς τὰς ἁγνείας καὶ ἁγιστείας καθαρὰ καὶ λιτὰ τὰ σώματα ἔχειν; ἔστι δὲ τὰ ὄσπρια πνευματώδη καὶ περίττευμα ποιεῖ πολλῆς καθάρσεως δεόμενον. ἢ ὅτι καὶ πρὸς συνουσίαν παρορμᾷ διὰ τὸ φυσῶδες καὶ πνευματικόν;

为什么依照习俗,行洁净礼者要远离豆类? 难道是因为他们像毕达哥拉斯学派那样,因众所周知的原因对蚕豆怀有禁忌,而对野豌豆和鹰嘴豆则因其名称派生自厄瑞玻斯与忘却之河而加以避忌? 抑或是因为他们在悼亡宴和招引亡魂的仪式中多使用豆类? 还是因为为了举行洁净礼和宗教圣事,必须使身体保持洁净而轻盈?而豆类易产生胀气,并制造需要大量排泄的残留杂质。 或者是因为因其胀气与生风的性质,它还会催发性欲?

语法注3 条
  1. 91ἀπώμοτόν φασιν εἶναι τῷ οἴκῳ μηδενὶ Μαλλίων ὄνομα Μάρκου γενέσθαι

    非人称形容词 ἀπώμοτον(发誓禁止的)引导不定式短语 μηδενὶ ... ὄνομα ... γενέσθαι 作主语。与格 τῷ οἴκῳ 作关涉与格或施事与格(“对该家族而言”),与不定式结构内部的属有与格 μηδενὶ Μαλλίων 相应。

  2. 286cθῆλυ πᾶν τὸ γένος ἐστὶ καὶ κυΐσκονται δεχόμενοι

    主语 πᾶν τὸ γένος 语法上为中性单数(表语为 θῆλυ),而后随的分词 δεχόμενοι 却作阳性复数主格。这属于依意一致(constructio ad sensum),语法一致性转向了集合名词所指代的单个生物个体,采用了泛指的阳性复数形式。

  3. 286eὡς παρωνύμους τοῦ ἐρέβους καὶ τῆς λήθης

    形容词 παρωνύμους 作宾语补足语,与前文的宾格 τὸν δὲ λάθυρον καὶ τὸν ἐρέβινθον 一致,承前省略了支配动词(如前一分句的 ἀφωσιοῦντο)。此处解释了基于词源联想(λάθυρος 与 λήθη,ἐρέβινθος 与 ἔρεβος)而形成的禁忌。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg084a.humanitext-grc3:91-95