← 普鲁塔克

罗马问题

§85-90

婚姻诸习俗与奎利纳利亚节及赫拉克勒斯祭仪

本节探讨了罗马人古时不让妻子磨面做饭的习俗、避开五月结婚的缘由、用矛尖挑开新娘头发的风俗、剧场开销“卢卡尔”的词源、奎利纳利亚节被称为愚人节的原因,以及在赫拉克勒斯祭仪中不称其他神名且禁犬入内的起源。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§85

διὰ τί τὰς γυναῖκας οὔτʼ ἀλεῖν εἴων οὔτʼ ὀψοποιεῖν τὸ παλαιόν; ἢ τὰς συνθήκας διαμνημονεύοντες, ἃς ἐποιήσαντο πρὸς τοὺς Σαβίνους; ἐπεὶ γὰρ ἥρπασαν τὰς θυγατέρας αὐτῶν εἶτα πολεμήσαντες διηλλάγησαν, ἐν ταῖς ἄλλαις ὁμολογίαις καὶ τοῦτʼ ἐγράφη, μήτʼ ἀλεῖν ἀνδρὶ Ῥωμαίῳ γυναῖκα μήτε μαγειρεύειν.1

为什么古时他们既不许妻子磨面,也不许她们做饭? 难道是因为他们牢记着与萨宾人订立的条约?因为在掠夺了萨宾人的女儿们并在战后达成和解时,在其他协议条款中也写明了这一条:妻子不得为罗马人丈夫磨面,也不得做饭。

§86

διὰ τί τοῦ Μαΐου μηνὸς οὐκ ἄγονται γυναῖκας; πότερον ὅτι μέσος ἐστὶ τοῦ Ἀπριλλίου καὶ τοῦ Ἰουνίου μηνός, ὧν τὸν μὲν Ἀφροδίτης τὸν δʼ Ἥρας, γαμηλίων θεῶν, ἱερὸν νομίζοντες προλαμβάνουσι μικρὸν ἢ περιμένουσιν; ἢ ὅτι τῷ μηνὶ τούτῳ τὸν μέγιστον ποιοῦνται τῶν καθαρμῶν, νῦν μὲν εἴδωλα ῥιπτοῦντες ἀπὸ τῆς γεφύρας εἰς τὸν ποταμὸν πάλαι δʼ ἀνθρώπους; διὸ καὶ τὴν Φλαμινίκαν, ἱερὰν τῆς Ἥρας εἶναι δοκοῦσαν, νενόμισται σκυθρωπάζειν, μήτε λουομένην τηνικαῦτα μήτε κοσμουμένην. ἢ ὅτι πολλοὶ Λατίνων ἐν τῷ μηνὶ τούτῳ τοῖς κατοιχομένοις ἐναγίζουσι; καὶ διὰ τοῦτʼ ἴσως Ἑρμῆν ἐν αὐτῷ σέβονται καὶ Μαίας ἐπώνυμός ἐστιν. ἤ, καθάπερ ἔνιοι λέγουσιν, ὁ μὲν Μάιος ἀπὸ τῆς πρεσβυτέρας, ὁ δʼ Ἰούνιος ἀπὸ τῆς νεωτέρας ἡλικίας ὠνόμασται; γάμῳ δὲ ἁρμοδιώτερον τὸ νέον, ὡς καὶ Εὐριπίδης φησὶν "ἀλλʼ ἦ τὸ γῆρας τὴν Κύπριν χαίρειν ἐᾷ, ἥ τʼ Ἀφροδίτη τοῖς γέρουσιν ἄχθεται." οὐ γαμοῦσιν οὖν ἐν τῷ Μαΐῳ, περιμένοντες τὸν Ἰούνιον, ὃς εὐθύς ἐστι μετὰ τὸν Μάιον.

为什么他们在五月里不娶妻? 难道是因为五月介于四月和六月之间,而他们认为四月献给阿佛洛狄忒,六月献给赫拉——这两位司婚姻的神祇——因此他们要么稍作提前,要么等待延后? 抑或是因为他们在这个月举行规模最大的净化仪式,如今是从桥上将人偶投入河中,古时则是活人?因此,被视为奉献给赫拉的弗拉米尼卡也依习俗在这期间面容忧戚,既不沐浴也不盛装打扮。 或者是因为许多拉丁人在这个月向亡魂献祭?或许正因如此,他们在此月敬奉赫尔墨斯,且该月得名于迈阿。 抑或正如某些人所言,五月得名于年长之辈,而六月得名于年轻一辈?而青春更适宜婚姻,正如欧里庇得斯所说: “然而衰老令塞浦路斯女神离去, 阿佛洛狄忒亦厌弃老人。” 因此他们不在五月结婚,而是等待紧接五月之后的六月。

§87

διὰ τί τῶν γαμουμένων αἰχμῇ δορατίου τὴν κόμην διακρίνουσιν; ἆρα σύμβολόν ἐστι τοῦτο τοῦ βίᾳ καὶ μετὰ πολέμου γαμηθῆναι τὰς πρώτας, ἢ μανθάνουσιν ἀνδράσι, συνοικοῦσαι μαχίμοις καὶ πολεμικοῖς ἄθρυπτον καὶ ἄθηλυν καὶ ἀφελῆ προσίεσθαι καλλωπισμόν;2 ὥσπερ ὁ Λυκοῦργος ἀπὸ πρίονος καὶ πελέκεως κελεύσας τὰ θυρώματα ταῖς οἰκίαις ποιεῖν καὶ τὰς ὀροφάς, ἄλλῳ δὲ μὴ χρῆσθαι τὸ παράπαν ἐργαλείῳ, πᾶσαν ἐξέβαλε περιεργίαν καὶ πολυτέλειαν. ἢ τὴν διάστασιν αἰνίττεται τὸ γιγνόμενον, ὡς μόνῳ σιδήρῳ τοῦ γάμου διακριθησομένου;3 ἢ τὰ μὲν πλεῖστα τῶν γαμικῶν εἰς τὴν Ἥραν ἀνῆπτο; Ἥρας δʼ ἱερὸν τὸ δόρυ νενόμισται, καὶ τῶν ἀγαλμάτων αὐτῆς δόρατι στηρίζεται τὰ πλεῖστα καὶ Κυρῖτις ἡ θεὸς ἐπωνόμασται, τὸ γὰρ δόρυ κύριν ἐκάλουν οἱ παλαιοί· διὸ καί φασι Κυρῖνον ὀνομασθῆναι τὸν Ἐνυάλιον.

为什么他们要用矛尖挑开新娘的头发? 这难道象征着最初的新娘是通过暴力与战争娶来的?抑或她们在与尚武好战的丈夫共同生活时,懂得接受一种毫不娇柔、不带女气且朴素自然的修饰?正如吕库古命令人们仅凭锯子和斧头来建造房屋的门框与屋顶,完全不用其他工具,从而驱逐了一切繁冗与奢靡。 或者这一做法暗指离异,意指唯有利刃才能将婚姻剖断? 抑或是因为婚姻之事多与赫拉相关?

§88

διὰ τί τὸ τελούμενον εἰς θέας Λοῦκαρ καλοῦσιν; ἢ ὅτι πολλὰ ἔστιν ἄλση περὶ τὴν πόλιν ἀνειμένα θεοῖς, ἃ καλοῦσι λούκους, καὶ τὴν ἀπὸ τούτων πρόσοδον εἰς τὰς θέας ἀνήλισκον;

而矛被视为赫拉的圣物,她的神像大多倚矛而立,这位女神也被冠以奎利提斯之名;因为古人称矛为“屈里斯”,据说战神亦因此得名奎里努斯。 为什么他们把用于戏剧表演的开销称为“卢卡尔”?

§89

διὰ τί τὰ Κυρινάλια μωρῶν ἑορτὴν ὀνομάζουσιν; ἢ ὅτι τὴν ἡμέραν ταύτην ἀποδεδώκεσαν, ὡς Ἰόβας φησί, τοῖς τὰς αὑτῶν φρατρίας ἀγνοοῦσιν; ἢ τοῖς μὴ θύσασιν, ὥσπερ οἱ λοιποί, κατὰ φυλὰς ἐν τοῖς Φουρνικαλίοις διʼ ἀσχολίαν ἢ ἀποδημίαν ἢ ἄγνοιαν ἐδόθη τῇ ἡμέρᾳ ταύτῃ τὴν ἑορτὴν ἐκείνην ἀπολαβεῖν;4

难道是因为城周围有许多奉献给神明的圣林,他们称之为“卢库斯”,并将出自这些圣林的收入用于演出? 为什么他们称奎里纳利亚节为“愚人节”? 难道是因为正如尤巴所言,他们把这一天留给那些不知道自己所属库里亚的人?

§90

διὰ τί τῷ Ἡρακλεῖ γιγνομένης θυσίας ἄλλον οὐδένα θεῶν ὀνομάζουσιν οὐδὲ φαίνεται κύων ἐντὸς τῶν περιβόλων, ὡς Βάρρων ἱστόρηκεν; ἢ θεὸν μὲν ἄλλον οὐκ ὀνομάζουσι διὰ τὸ τοῦτον ἡμίθεον νομίζειν; ὡς δέ φασιν ἔνιοι, καὶ μετὰ τῶν ἀνθρώπων ὄντος ἔτι βωμὸν ἱδρύσασθαι τὸν Εὔανδρον αὐτοῦ καὶ θυσίαν προσαγαγεῖν. κυνὶ δὲ πάντων μάλιστα τῶν ζῴων ἐπολέμησε· καὶ γὰρ οὗτος αὐτῷ ἀεὶ πολλὰ πράγματα παρέσχʼ ὡς ὁ Κέρβερος καὶ ἐπὶ πᾶσι, τοῦ Λικυμνίου παιδὸς Οἰωνοῦ διὰ κύνα φονευθέντος ὑπὸ τῶν Ἱπποκοωντιδῶν, ἀναγκασθεὶς μάχην συνάψαι τῶν τʼ ἄλλων φίλων πολλοὺς ἀπέβαλε καὶ τὸν ἀδελφὸν Ἰφικλέα.

或者是因为那些因事务缠身、外出旅行或蒙昧无知而在福尔纳卡利亚节未能如其他人那样按部族献祭的人,被允许在这一天补行那个节日? 为什么在向赫拉克勒斯献祭时,他们不提及任何其他神祇,且如瓦罗所记,在围墙之内见不到狗的踪影? 难道是因为认为他是半神,故而不提及其他神祇?正如有些人所说,甚至在他仍处于凡人之间时,埃万德罗斯就已为他筑起祭坛并献上牺牲。而在一切动物中,赫拉克勒斯与狗结仇最深;因为这种动物总是给他带来诸多麻烦,例如刻耳柏洛斯;尤其当利库姆尼奥斯之子奥欧诺斯因一条狗而被希波科翁之子们杀害时,赫拉克勒斯被迫交战,失去了许多其他友人以及兄弟伊菲克勒斯。

语法注4 条
  1. 85μήτʼ ἀλεῖν ἀνδρὶ Ῥωμαίῳ γυναῖκα μήτε μαγειρεύειν

    间接引语中的不定式短语。γυναῖκα 是不定式 ἀλεῖν 和 μαγειρεύειν 的主语宾格(逻辑主语)。与格 ἀνδρὶ Ῥωμαίῳ 作利益与格或关系与格(“为罗马人丈夫”)。

  2. 285cἀνδράσι, συνοικοῦσαι μαχίμοις καὶ πολεμικοῖς ἄθρυπτον καὶ ἄθηλυν καὶ ἀφελῆ προσίεσθαι καλλωπισμόν

    带有交错配列(hyperbaton)的复杂语序。与格短语 ἀνδράσι ... μαχίμοις καὶ πολεμικοῖς 修饰分词 συνοικοῦσαι(“与尚武好战的丈夫共同生活”)。不定式 προσίεσθαι 作 μανθάνουσιν 的补足语(“学会接受”),其宾语为 ἄθρυπτον καὶ ἄθηλυν καὶ ἀφελῆ ... καλλωπισμόν。

  3. 285cὡς μόνῳ σιδήρῳ τοῦ γάμου διακριθησομένου

    由 ὡς 引导的属格独立结构,表主观原因或象征意图。分词 διακριθησομένου 为将来被动态(“宛如唯有利刃才能将婚姻解除”)。

  4. 285dἐδόθη τῇ ἡμέρᾳ ταύτῃ τὴν ἑορτὴν ἐκείνην ἀπολαβεῖν

    非人称被动句式 ἐδόθη 接不定式 ἀπολαβεῖν(“被准许……重新举行该节日”)。逻辑主语为前文的与格短语 τοῖς μὴ θύσασιν(“给那些未曾献祭的人”),τῇ ἡμέρᾳ ταύτῃ 为时间与格。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg084a.humanitext-grc3:85-90