← 普鲁塔克

罗马问题

§83-84

禁止人祭与将一日之始定于午夜的原因

讨论罗马人为何禁止布莱托内斯人献祭活人却曾亲自活埋异族(涉及西卜林神谕与维斯塔贞女丑闻),以及罗马人将一日之始定于午夜而非日出的各种原因(结合军事、准备逻辑与天文、感官上的矛盾)。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§83

διὰ τί τοὺς καλουμένους Βλετονησίους βαρβάρους ὄντας ἄνθρωπον τεθυκέναι θεοῖς πυθόμενοι, μετεπέμψαντο τοὺς ἄρχοντας αὐτῶν ὡς κολάσοντες, ἐπεὶ δὲ νόμῳ τινὶ τοῦτʼ ἐφαίνοντο πεποιηκότες, ἐκείνους μὲν ἀπέλυσαν, ἐκώλυσαν δὲ πρὸς τὸ λοιπόν; αὐτοὶ δʼ οὐ πολλοῖς ἔτεσιν ἔμπροσθεν δύο μὲν ἄνδρας δύο δὲ γυναῖκας ἐν τῇ βοῶν ἀγορᾷ λεγομένῃ, τοὺς μὲν Ἕλληνας, τοὺς δὲ Γαλάτας, ζῶντας κατώρυξαν φαίνεται γὰρ ἄτοπον ταῦτα μὲν ποιεῖν αὐτούς, ἐπιτιμᾶν δὲ βαρβάροις ὡς οὐχ ὅσια ποιοῦσι. πότερον τὸ μὲν θεοῖς θύειν ἀνθρώπους ἀνόσιον ἡγοῦντο, τὸ δὲ δαίμοσιν ἀναγκαῖον ἢ τοὺς μὲν ἔθει καὶ νόμῳ τοῦτο πράττοντας ἁμαρτάνειν ἐνόμιζον, αὐτοὶ δὲ προσταχθέντες ἐκ τῶν Σιβυλλείων ἔπραξαν; λέγεται γὰρ Ἐλβίαν τινὰ παρθένον ὀχουμένην ἐφʼ ἵππου βληθῆναι κεραυνῷ, καὶ γυμνὸν μὲν εὑρεθῆναι κείμενον τὸν ἵππον, γυμνὴν δʼ αὐτὴν ὡς ἐπίτηδες ἀνηγμένου τοῦ χιτῶνος ἀπὸ τῶν ἀπορρήτων, ὑποδημάτων δὲ καὶ δακτυλίων καὶ κεκρυφάλου διερριμμένων χωρὶς ἄλλων ἀλλαχόθι, τοῦ δὲ στόματος ἔξω προβεβληκότος τὴν γλῶσσαν.1 ἀποφηναμένων δὲ τῶν μάντεων δεινὴν μὲν αἰσχύνην ταῖς ἱεραῖς παρθένοις εἶναι καὶ γενήσεσθαι περιβόητον, ἅψεσθαι δέ τινα καὶ ἱππέων ὕβριν,2 ἐμήνυσε βάρβαρος τινὸς ἱππικοῦ θεράπων τρεῖς παρθένους τῶν ἑστιάδων, Αἰμιλίαν καὶ Λικινίαν καὶ Μαρκίαν, ὑπὸ ταὐτὸ διεφθαρμένας καὶ συνούσας πολὺν χρόνον ἀνδράσιν, ὧν εἷς ἦν Βετούτιος Βάρρος τοῦ μηνυτοῦ δεσπότης. ἐκεῖναι μὲν οὖν ἐκολάσθησαν ἐξελεγχθεῖσαι, τῆς δὲ πράξεως δεινῆς φανείσης, ἔδοξεν ἀνερέσθαι τὰ Σιβύλλεια τοὺς ἱερεῖς. εὑρεθῆναι δέ φασι χρησμοὺς ταῦτά τε προδηλοῦντας ὡς ἐπὶ κακῷ γενησόμενα, καὶ προστάττοντας ἀλλοκότοις τισὶ δαίμοσι καὶ ξένοις ἀποτροπῆς ἕνεκα τοῦ ἐπιόντος προέσθαι δύο μὲν Ἕλληνας, δύο δὲ Γαλάτας ζῶντας αὐτόθι κατορυγέντας.

为什么罗马人听说被称为布莱托内斯人的蛮族向神明献祭活人,便传唤其首领意欲予以惩治,但当得知他们是依循某种法令行事后,便将他们释放,仅仅禁止今后再度如此?然而他们自己就在不久前,在所谓的牛市广场将两男两女活埋,其中一对是希腊人,另一对是高卢人;因为自己行此等事,却又谴责蛮族行事不敬,这看起来确属荒唐。 难道是因为他们认为向神明献祭活人是不敬的,但向鬼神献祭则是不可避免的?抑或他们认为依习俗与法令行此事者乃是犯罪,而他们自己则是因受西卜林书的命令才如此行事?据说有名叫赫尔维娅的处女骑马时遭雷击,人们发现那匹马赤裸倒地,而她自身亦全身赤裸,其短袍宛如被刻意从隐秘部位掀起,鞋子、戒指和发网各自分散抛掷于不同之处,口中舌头向外吐出。当占卜官宣告神圣处女们正蒙受可怕的耻辱且此耻辱必将广为人知、某种暴行亦将牵连骑士阶层时,某位骑士的蛮族仆从便告发三位维斯塔贞女——埃米莉亚、利基尼娅和玛尔基亚——同时遭到玷污,且长期与男子通奸,其中一人便是告发者的主人维图里乌斯·巴鲁斯。于是这几位贞女在罪证确凿后受到惩处,但由于事态显得极为严重,遂决定让祭司们去查阅西卜林书。据说人们查到了预言,不仅预先昭示这些灾异的发生乃是不祥之兆,而且命令为了避开迫在眉睫的祸患,应向某些怪异而异邦的鬼神献出两位希腊人和两位高卢人,将他们就地活埋。

§84

διὰ τί τὴν τῆς ἡμέρας ἀρχὴν ἐκ μέσης νυκτὸς λαμβάνουσι; πότερον ὅτι ἡ πολιτεία στρατιωτικὴν ἐν ἀρχῇ σύνταξιν εἶχε, τὰ δὲ πολλὰ νύκτωρ ἐν ταῖς στρατείαις προλαμβάνεται τῶν χρησίμων; ἢ πράξεως μὲν ἀρχὴν ἐποιοῦντο τὴν ἀνατολήν, παρασκευῆς δὲ τὴν νύκτα; δεῖ γὰρ παρασκευασαμένους πράττειν, ἀλλὰ μὴ παρασκευάζεσθαι πράττοντας, ὡς Μύσων πρὸς Χίλωνα τὸν σοφὸν εἰπεῖν λέγεται ἐν χειμῶνι θρίνακα τεκταινόμενος. ἢ καθάπερ ἡ μεσημβρία πέρας ἐστὶ τοῖς πολλοῖς τοῦ τὰ δημόσια καὶ σπουδαῖα πράττειν, οὕτως ἀρχὴν ἔδοξε ποιεῖσθαι τὸ μεσονύκτιον; τεκμήριον δὲ τούτου μέγα τὸ μὴ ποιεῖσθαι Ῥωμαῖον ἄρχοντα συνθήκας μηδʼ ὁμολογίας μετὰ μέσον ἡμέρας. ἢ δύσει μὲν καὶ ἀνατολῇ λαμβάνειν ἀρχὴν ἡμέρας καὶ τελευτὴν οὐ δυνατόν ἐστιν; ὡς μὲν γάρ οἱ πολλοὶ τῇ αἰσθήσει διορίζουσιν ἡμέρας μὲν ἀρχὴν τὴν πρώτην ἀνάσχεσιν τοῦ ἡλίου, νυκτὸς δὲ τὴν τελευταίαν ἀπόκρυψιν λαμβάνοντες, οὐχ ἕξομεν ἰσημερίαν, ἀλλʼ ἣν μάλιστα τῇ ἡμέρᾳ νύκτα παρισοῦσθαι δοκοῦμεν, αὕτη τῆς ἡμέρας ἐλάττων φανεῖται τῷ τοῦ ἡλίου μεγέθει. ὃ δʼ αὖ πάλιν οἱ μαθηματικοὶ ταύτην ἰώμενοι τὴν ἀτοπίαν τίθενται, τὸ τοῦ ἡλίου κέντρον, ὅταν ἅψηται τοῦ ὁρίζοντος, ἡμέρας διορισμὸν εἶναι καὶ νυκτός, ἀναίρεσίς ἐστι τῆς ἐναργείας.3 συμβήσεται γὰρ, ἔτι πολλοῦ φωτὸς ὑπὲρ γῆν ὄντος καὶ τοῦ ἡλίου καταλάμποντος ἡμᾶς, μηδέπω ἡμέραν ὁμολογεῖν ἀλλʼ ἔτι νύκτα εἶναι. ἐπεὶ τοίνυν ἐν ταῖς ἀνατολαῖς καὶ δύσεσι τοῦ ἡλίου δύσληπτός ἐστιν ἡ ἀρχὴ διὰ τὰς εἰρημένας ἀλογίας, ἀπολείπεται τὸ μεσουρανοῦν ἢ τὸ ἀντιμεσουρανοῦν αὐτοῦ λαμβάνειν ἀρχήν. βέλτιον δὲ τὸ δεύτερον· φέρεται γὰρ ἐκ μεσημβρίας ἐπὶ τὰς δύσεις ἀφʼ ἡμῶν, ἐκ δὲ μεσονυκτίου πρὸς ἡμᾶς ἐπὶ τὰς ἀνατολάς.

为什么他们将一天的开始定在午夜? 难道是因为他们的政体最初具有军事体制,而在军事征伐中许多有益之事都是在夜间提前准备的?抑或他们将日出作为行动的起点,而将夜晚作为准备的起点?因为人们应当准备就绪而后行动,而非边行动边准备,正如据说迈森在冬天制作扬谷箕时对智者奇隆所说的那样。 或者,正如正午对大多数人而言是处理公共和重大事务的终点,午夜因此被认为适宜作为起点?这一点的有力证据在于:罗马政务官在正午之后不订立任何契约或协议。 抑或是因为以日落和日出作为一天的始末是不可能的?因为如果像大众凭感官所区分的那样,以太阳的初次升起作为白天的开始,以太阳的最终隐没作为夜晚的开始,我们将无法得到昼夜平分,而我们认为与白天最为相等的夜晚,在表象上也会因太阳的体积而短于白天。反之,数学家为了纠正这一荒谬现象所提出的主张——即当太阳中心触及地平线时作为昼夜的分界——乃是对直观明晰性的推翻。因为这会导致在地面上尚有大量光明且太阳照耀着我们时,我们却还不能承认那是白天,而必须承认仍是夜晚。因此,既然在太阳升落之时因上述不合理性而难以把握起点,便只剩下以太阳处于天顶正中或处于天底正中作为起点。而后者更为合适;因为从正午起太阳离开我们奔向日落,而从午夜起太阳则朝向我们奔向日出。

语法注3 条
  1. 284aτοῦ δὲ στόματος ἔξω προβεβληκότος τὴν γλῶσσαν

    属格独立结构。完成时能动分词 προβεβληκότος 作及物动词用,带直接宾语 τὴν γλῶσσαν。语境上虽表达为“舌头伸出”,但句法上是“口将舌头伸向外部”。

  2. 284bἅψεσθαι δέ τινα καὶ ἱππέων ὕβριν

    间接引语中的不定式从句。主语为 τινα ὕβριν(某种不法/耻辱),ἅψεσθαι 为中动态将来时不定式,支配属格 ἱππέων(“波及/触及骑士们”)。

  3. 284eὃ δʼ αὖ πάλιν οἱ μαθηματικοὶ ταύτην ἰώμενοι τὴν ἀτοπίαν τίθενται, τὸ τοῦ ἡλίου κέντρον, ὅταν ἅψηται τοῦ ὁρίζοντος, ἡμέρας διορισμὸν εἶναι καὶ νυκτός, ἀναίρεσίς ἐστι τῆς ἐναργείας

    全句骨干为“ὃ δʼ ... τίθενται [主语从句], ... ἀναίρεσίς ἐστι [主谓语] τῆς ἐναργείας”。关系代词 ὃ 的具体内容由同格短语“τὸ τοῦ ἡλίου κέντρον ... εἶναι”(以太阳中心触及地平线作为昼夜分界)予以说明。因同格从句的插入,使得主语成分与表语名词 ἀναίρεσις 之间产生了显著的分隔。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg084a.humanitext-grc3:83-84