← 普鲁塔克

罗马问题

§79-82

凯旋将领的殊荣、保民官的服饰与束棒

作者探讨了凯旋将领遗骨在城内安葬的特权以及公宴上辞谢执政官的原因,随后论述了平民保民官因其非政务官、平民属性及不可侵犯性而不穿紫边长袍的缘由,最后分析了束棒上捆扎战斧的象征意义。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§79

διὰ τί τοῦ θριαμβεύσαντος εἶτʼ ἀποθανόντος καὶ καέντος ἐξῆν ὀστέον λαβόντας εἰς τὴν πόλιν εἰσφέρειν καὶ κατατίθεσθαι,1 ὡς Πύρρων ὁ Λιπαραῖος ἱστόρηκεν; ἢ τιμῆς ἕνεκα τοῦ τεθνηκότος; καὶ γὰρ ἄλλοις ἀριστεῦσι καὶ στρατηγοῖς ἔδωκαν οὐκ αὐτοὺς μόνον ἀλλὰ καὶ τοὺς ἀπʼ αὐτῶν ἐνθάπτεσθαι τῇ ἀγορᾷ, καθάπερ Οὐαλερίῳ καὶ Φαβρικίῳ· καὶ φασι τούτων ἀπογόνοις ἀποθανοῦσι καὶ κομισθεῖσιν εἰς ἀγορὰν ὑφίεσθαι δᾷδα καιομένην, εἶτʼ εὐθὺς αἴρεσθαι, χρωμένων ἀνεπιφθόνως τῇ τιμῇ καὶ τὸ ἐξεῖναι μόνον ἐκβεβαιουμένων.

为什么正如利帕拉的皮隆所记载的那样,当一位举行过凯旋式的人去世并被火化之后,人们获准取其一骨,带入城内并加以安葬? 难道是为了向死者致敬?因为他们确实不仅将安葬在广场上的特权赋予其他杰出之人与将领自身,还赋予了他们的后代,正如瓦莱里乌斯与法布里基乌斯那样。据说,当他们的后裔去世并被抬入广场时,人们会将点燃的火把放在其下方,随即立刻移开,以此在不招致嫉妒的情况下享用这份荣誉,并仅仅确认自身拥有该项权利。

§80

διὰ τί τοὺς θριαμβεύσαντας ἑστιῶντες ἐν δημοσίῳ παρῃτοῦντο τοὺς ὑπάτους,2 καὶ πέμποντες παρεκάλουν μὴ ἐλθεῖν ἐπὶ τὸ δεῖπνον; ἢ καὶ τόπον ἔδει τῷ θριαμβεύσαντι κλισίας τὸν ἐντιμότατον ἀποδίδοσθαι καὶ προπομπὴν μετὰ τὸ δεῖπνον; ταῦτα δʼ οὐκ ἔξεστιν ἑτέρῳ γίγνεσθαι τῶν ὑπάτων παρόντων, ἀλλʼ ἐκείνοις.

为什么在公开款待凯旋将领时,人们要辞谢执政官,并派人恳请他们不要前来赴宴? 难道是因为应当把宴席上最显赫的席位以及餐后的护送归于凯旋将领?而只要执政官在场,这些待遇便不可能给予他人,而只能归属于执政官。

§81

διὰ τί περιπόρφυρον ὁ δήμαρχος οὐ φορεῖ, τῶν ἄλλων ἀρχόντων φορούντων; ἢ τὸ παράπαν οὐδʼ ἐστὶν ἄρχων; οὐδὲ γὰρ ῥαβδούχους ἔχουσι οὐδʼ ἐπὶ δίφρου καθήμενοι χρηματίζουσιν, οὐδʼ ἔτους ἀρχῇ καθάπερ οἱ λοιποὶ πάντες ἄρχοντες εἰσίασιν, οὐδὲ παύονται δικτάτωρος αἱρεθέντος ἀλλὰ πᾶσαν ἀρχὴν ἐκείνου μετατιθέντος εἰς ἑαυτὸν αὐτοὶ μόνοι διαμένουσιν, ὥσπερ οὐκ ὄντες ἄρχοντες ἀλλʼ ἑτέραν τινὰ τάξιν ἔχοντες. ὡς δὲ τῶν ῥητόρων ἔνιοι τὴν παραγραφὴν οὐ βούλονται δίκην εἶναι, τοὐναντίον τῇ δίκῃ δρῶσαν ἡ μὲν γὰρ εἰσάγει καὶ ποιεῖ κρίσιν, ἡ δʼ ἀναιρεῖ καὶ λύει· τὸν αὐτὸν τρόπον οἴονται τὴν δημαρχίαν κώλυσιν ἀρχῆς μᾶλλον εἶναι καὶ πρὸς ἀρχὴν ἀντίταξιν ἢ ἀρχήν. τὸ γὰρ ἐνστῆναι πρὸς δύναμιν ἄρχοντος καὶ τὴν ἄγαν ἐξουσίαν ἀφελεῖν ἐξουσία καὶ δύναμίς ἐστιν αὐτῆς. ἢ ταῦτα μὲν ἄν τις εἴποι καὶ τὰ τοιαῦτα χρώμενος εὑρησιλογίᾳ· τῆς δὲ δημαρχίας τὴν γένεσιν ἐκ τοῦ δήμου λαμβανούσης τὸ δημοτικὸν ἰσχυρόν ἐστι, καὶ μέγα τὸ μὴ μεῖζον φρονεῖν τῶν λοιπῶν ἀλλʼ ὁμοιοῦσθαι καὶ σχήματι καὶ στολῇ καὶ διαίτῃ τοῖς ἐπιτυγχάνουσι τῶν πολιτῶν. ὁ γὰρ ὄγκος ὑπάτῳ προσήκει καὶ στρατηγῷ, τὸν δὲ δήμαρχον, ὡς Γάιος Κουρίων ἔλεγε, καταπατεῖσθαι δεῖ, καὶ μὴ σεμνὸν εἶναι τῇ ὄψει μηδὲ δυσπρόσοδον μηδὲ τοῖς πολλοῖς χαλεπόν, ἀλλʼ ὑπὲρ τῶν ἄλλων ἄοκνον τοῖς δὲ πολλοῖς εὐμεταχείριστον. ὅθεν οὐδʼ οἰκίας αὐτοῦ κλείεσθαι νενόμισται θύραν, ἀλλὰ καὶ νύκτωρ ἀνέῳγε καὶ μεθʼ ἡμέραν ὥσπερ λιμὴν καὶ καταφυγὴ τοῖς δεομένοις. ὅσῳ δὲ μᾶλλον ἐκταπεινοῦται τῷ σχήματι, τοσούτῳ μᾶλλον αὔξεται τῇ δυνάμει. κοινὸν γὰρ αὐτὸν ἀξιοῦσι τῇ χρείᾳ καὶ πᾶσιν ἐφικτὸν ὥσπερ βωμὸν εἶναι, τῇ δὲ τιμῇ ποιοῦσιν ἱερὸν καὶ ἅγιον καὶ ἄσυλον ὅπου κἂν βαδίζων ἐν δημοσίῳ πάθῃ τι, νόμος ἐστὶ καθαίρεσθαι καὶ ἁγνίζεσθαι τὸ σῶμα καθάπερ μεμιασμένον.

为什么在其他政务官身着紫边长袍时,平民保民官却不穿? 抑或是因为保民官根本就不是政务官?因为他们既没有扈从,也不坐在象牙椅上处理公务,更不像所有其他政务官那样在年初就任;当独裁官被选出时,他们亦不卸任,反而在独裁官将所有统治权收归自身之时,唯独保民官得以留任,宛如他们并非政务官,而是拥有某种另外的地位。正如某些修辞学家不愿将抗辩(paragraphe)视为一种诉讼,因为它所起的作用与诉讼恰恰相反——一者引入并确立审判,另一者则撤销并化解审判——他们同样认为保民官职与其说是政务官职,倒不如说是对政务官职的阻碍以及针对政务官职的对立力量。因为抵制政务官的权力并剥夺其过度的特权,正是保民官职的特权与力量所在。 或者,人们虽然可以凭借巧辩讲出这些理由及类似之辞,但保民官职既然发端于平民,其平民性质本就极强,且在仪态、服饰和生活方式上不自视高人一等,而是与普通公民保持一致,这乃是重中之重?因为威仪适合于执政官和大法官,而保民官正如盖乌斯·库里奥所言,应当甘于受人践踏,在外表上既不威严庄重,也不难以接近,亦不对大众苛刻严厉,而是为他人奔走不知疲倦,并让普通民众易于亲近。因此,按照习俗,保民官甚至不得关闭自家的大门,而是日夜敞开,如同需要帮助之人的港湾与避难所。保民官在外表形貌上越是谦抑自卑,其权能便越发增强。因为人们要求他在实用上公之于众,如同祭坛一般人人可及,而在尊荣上则使其成为神圣不可侵犯的圣洁之身;倘若保民官在公共场所行走时遭遇任何侵害,依照法律,其身体就必须像受到玷污一样接受涤除与净化。

§82

διὰ τί τῶν στρατηγῶν αἱ ῥάβδοι συνδεδεμέναι προσηρτημένων τῶν πελέκεων φέρονται; πότερον ὅτι σύμβολόν ἐστι τοῦ μὴ δεῖν πρόχειρον εἶναι καὶ λελυμένην τὴν ὀργὴν τοῦ ἄρχοντος, ἢ διατριβὴν καὶ μέλλησιν ἐμποιοῦν τῇ ὀργῇ τὸ λύειν ἀτρέμα τὰς ῥάβδους πολλάκις ἐποίησε μεταγνῶναι3 περὶ τῆς κολάσεως; ἐπεὶ δὲ τῆς κακίας τὸ μὲν ἰάσιμόν ἐστι τὸ δʼ ἀνήκεστον, αἱ μὲν ῥάβδοι νουθετοῦσι τὸ μεταθέσθαι δυνάμενον, οἱ δὲ πελέκεις ἀποκόπτουσι τὸ ἀνουθέτητον.

为什么统帅们的束棒要与附着的战斧捆扎在一起携带? 难道这是一种象征,表明政务官的愤怒不应轻易发作且不受约束?抑或因为从容解开束棒这一举动给愤怒带来了耽搁与迟延,从而往往让人在惩治之事上改变初衷?既然罪恶有些是可以医治的,有些是无法救药的,那么束棒乃是告诫那能够改过自新者,而战斧则是斩除不可救药者?

语法注3 条
  1. 79τοῦ θριαμβεύσαντος εἶτʼ ἀποθανόντος καὶ καέντος ἐξῆν ὀστέον λαβόντας εἰς τὴν πόλιν εἰσφέρειν καὶ κατατίθεσθαι

    属格短语 τοῦ θριαμβεύσαντος εἶτʼ ἀποθανόντος καὶ καέντος 指代火化后的凯旋者,作属格修饰或关涉属格。而阳性宾格复数分词 λαβόντας 则充当由非人称动词 ἐξῆν 所引出的不定式 εἰσφέρειν καὶ κατατίθεσθαι 的泛指逻辑主语(即“人们取其一骨带入城内并安置”)。

  2. 283aπαρῃτοῦντο τοὺς ὑπάτους

    动词 παραιτέομαι 支配宾格 τοὺς ὑπάτους,意为“谢绝、请求某人免去(出席)”,紧随其后的 πέμποντες παρεκάλουν μὴ ἐλθεῖν(派人恳请他们不要前来)对此作出了同义的补充与解释。

  3. 283eδιατριβὴν καὶ μέλλησιν ἐμποιοῦν τῇ ὀργῇ τὸ λύειν ἀτρέμα τὰς ῥάβδους πολλάκις ἐποίησε μεταγνῶναι

    本句的主语是带有定冠词的不定式短语 τὸ λύειν ἀτρέμα τὰς ῥάβδους(从容解开束棒这一行为)。置于其前的中性单数分词短语 διατριβὴν καὶ μέλλησιν ἐμποιοῦν τῇ ὀργῇ 修饰该主语,并与主要动词 ἐποίησε 及不定式 μεταγνῶναι 构成使役结构(“致使改变主意”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg084a.humanitext-grc3:79-82