← 普鲁塔克

罗马问题

§75-78

熄灭油灯与鞋上月牙饰及鸟占吉兆的由来

作者探讨了不吹灭油灯的原由、贵族鞋上的月牙形饰物、年归于朱庇特而月归于朱诺的缘由,以及罗马鸟占中左侧征兆被视为吉兆的诸种解释。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§75

διὰ τί λύχνον οὐκ ἐσβέννυσαν, ἀλλʼ αὐτὸν ὑφʼ ἑαυτοῦ περιεώρων μαραινόμενον; πότερον ὡς συγγενὲς καὶ ἀδελφικὸν σεβόμενοι τοῦ ἀσβέστου καὶ ἀθανάτου πυρός, ἢ καὶ τοῦτο σύμβολόν ἐστι τοῦ μὴ δεῖν τὸ ἔμψυχον, ἂν μὴ βλάπτῃ, διαφθείρειν μηδʼ ἀναιρεῖν, ὡς ζῴῳ τοῦ πυρὸς ἐοικότος;1 καὶ γὰρ τροφῆς δεῖται καὶ αὐτοκίνητόν ἐστιν καὶ σβεννύμενον φωνὴν ἀφίησιν ὥσπερ φονευόμενον. ἤ διδάσκει τὸ ἔθος ἡμᾶς ὅτι δεῖ μήτε πῦρ μήθʼ ὕδωρ μήτʼ ἄλλο τι τῶν ἀναγκαίων αὐτοὺς ἄδην ἔχοντας διαφθείρειν, ἀλλʼ ἐᾶν χρῆσθαι τοὺς δεομένους καὶ ἀπολείπειν ἑτέροις, ὅταν αὐτοὶ μηκέτι χρείαν ἔχωμεν;

为什么他们不吹灭油灯,而是任由它自行熄灭? 难道是因为他们将它作为不灭且永生之火的同类与兄弟般之物加以崇敬,抑或这也是一种象征,表明只要不造成损害,便不应毁灭或杀戮有生命之物,因为火类似于活物?火确实需要滋养,且能自行运动,熄灭时还会发出如同被杀戮者般的声音。 还是说这种习俗在教导我们:无论是火、水还是任何其他必需之物,我们都不应当在自身饱足时予以毁灭,而应当容许需要的人使用,并在我们自己不再需要时留给他人?

§76

διὰ τί τὰς ἐν τοῖς ὑποδήμασι σεληνίδας οἱ διαφέρειν δοκοῦντες εὐγενείᾳ φοροῦσιν; πότερον, ὡς Κάστωρ φησί, σύμβολόν ἐστι τοῦτο τῆς λεγομένης οἰκήσεως ἐπὶ τῆς σελήνης καὶ ὅτι μετὰ τὴν τελευτὴν αὖθις αἱ ψυχαὶ τὴν σελήνην ὑπὸ πόδας ἕξουσιν, ἢ τοῖς παλαιοτάτοις τοῦθʼ ὑπῆρχεν ἐξαίρετον; οὗτοι δʼ ἦσαν Ἀρκάδες τῶν ἀπʼ Εὐάνδρου Προσελήνων λεγομένων.2 ἢ, καθάπερ ἄλλα πολλά, καὶ τοῦτο τοὺς ἐπαιρομένους καὶ μέγα φρονοῦντας ὑπομιμνῄσκει τῆς ἐπʼ ἀμφότερον τῶν ἀνθρωπίνων μεταβολῆς παράδειγμα ποιουμένους τὴν σελήνην, ὡς "ἐξ ἀδήλου πρῶτον ἔρχεται νέα πρόσωπα καλλύνουσα καὶ πληρουμένη, χὤταν περ αὑτῆς εὐπρεπεστάτη φανῇ, πάλιν διαρρεῖ κἀπὶ μηδὲν ἔρχεται;" ἤ πειθαρχίας ἦν μάθημα βασιλευομένους μὴ δυσχεραίνειν, ἀλλʼ ὥσπερ ἡ σελήνη προσέχειν ἐν ἐθέλει τῷ κρείττονι καὶ δευτερεύειν "ἀεὶ παπταίνουσα πρὸς αὐγὰς ἠελίοιο" κατὰ τὸν Παρμενίδην, οὕτω τὴν δευτέραν τάξιν ἀγαπᾶν χρωμένους τῷ ἡγεμόνι καὶ τῆς ἀπʼ ἐκείνου δυνάμεως καὶ τιμῆς ἀπολαύοντας;

为什么那些被认为在门第出身方面卓尔不群的人要在鞋上佩戴小月牙形的饰物? 难道真如卡斯托尔所言,这是关于居住在月亮上的传说的象征,并且死后灵魂将再次把月亮踏在脚下;抑或是这属于最古老之人的特权?这些人乃是源于欧安德罗斯的阿卡迪亚人,即所谓的“先月之人”(普罗塞勒内人)。 或者像许多其他风俗一样,这也是以月亮为范例,提醒那些骄纵自大之人注意人事在两方面的更迭变迁?正如诗所云: “初时自隐晦之处以年轻之貌到来, 润饰其面容并趋于盈满, 而每当她显现得最为光彩动人, 便再次消逝归于乌有”;抑或这是一种顺从的训诫,教导受统治者不要心生怨忿,而是应当如月亮乐于顺从更卓越者并居于次席那样——正如巴门尼德所言: “始终凝望太阳的光辉”——乐于安守第二等的顺位,顺从首领,并分享源自于他的权能与尊荣?

§77

διὰ τί τὸν μὲν ἐνιαυτὸν τοῦ Διὸς νομίζουσι, τοὺς δὲ μῆνας τῆς Ἥρας; ἢ ὅτι τῶν μὲν ἀοράτων θεῶν καὶ νοητῶν βασιλεύουσι Ζεὺς καὶ Ἥρα, τῶν δʼ ὁρατῶν ἥλιος καὶ σελήνη; ποιεῖ δʼ ὁ μὲν ἥλιος τὸν ἐνιαυτόν, ἡ δὲ σελήνη τοὺς μῆνας. δεῖ δὲ μὴ νομίζειν ἁπλῶς εἰκόνας ἐκείνων τούτους, ἀλλʼ αὐτὸν ἐν ὕλῃ Δία τὸν ἥλιον, καὶ αὐτὴν τὴν Ἥραν ἐν ὕλῃ τὴν σελήνην. διὸ καὶ Ἰουνῶνεμ ἐπονομάζουσι τὴν Ἥραν, τὸ νέον ἢ τὸ νεώτερον ἐμφαίνοντος τοῦ ὀνόματος ἀπὸ τῆς σελήνης· καὶ Λουκῖναν Ἥραν καλοῦσιν οἷον φωτεινὴν ἢ φωτίζουσαν καὶ νομίζουσιν ἐν ταῖς λοχείαις καὶ ὠδῖσι βοηθεῖν, ὥσπερ καὶ τὴν σελήνην, "διὰ κυάνεον πόλον ἄστρων διὰ τʼ ὠκυτόκοιο σελάνας·" εὐτοκεῖν γὰρ ἐν ταῖς πανσελήνοις μάλιστα δοκοῦσιν.

为什么他们认为整年归属于朱庇特,而月份则归属于朱诺? 难道是因为不可见且可知之神由朱庇特与朱诺统辖,而可见之神则由太阳与月亮统辖?太阳造就了年,月亮造就了月。然而,不应仅仅将它们视为那些神祇的肖像,而应视太阳为质料中的朱庇特本身,视月亮为质料中的朱诺本身。因此他们还将朱诺冠以“尤诺”(Juno)之名,该名字从月亮出发表示“新”或“较年轻者”;他们还称朱诺为“卢基娜”(Lucina),意为光明的或发光的,并认为她在产育和阵痛中施以援手,正如月亮一般: “穿过星辰湛蓝的苍穹, 穿过顺产的月光”;因为人们认为在满月之时最容易顺产。

§78

διὰ τί τῶν οἰωνῶν ὁ καλούμενος ἀριστερὸς αἴσιος; πότερον οὐκ ἔστι τοῦτʼ ἀληθές, ἀλλὰ παρακρούεται πολλοὺς ἡ διάλεκτος; τὸ γὰρ ἀριστερὸν σίνιστρον ὀνομάζουσι, τὸ δʼ ἐφεῖναι σίνερε καὶ σίνε λέγουσιν, ὅταν ἐφεῖναι παρακαλῶσι. τὸν οὖν ἐφιέντα τὴν πρᾶξιν οἰωνὸν σινιστέριον ὄντα σίνιστρον οὐκ ὀρθῶς ὑπολαμβάνουσιν οἱ πολλοὶ καὶ ὀνομάζουσιν. ἢ, καθάπερ Διονύσιός φησιν, Ἀσκανίῳ τῷ Αἰνείου παραταττομένῳ πρὸς Μεζέντιον ἀστραπῆς ἐν ἀριστερᾷ νικηφόρου γενομένης οἰωνισάμενοις3 καὶ πρὸς τὸ λοιπὸν οὕτω παραφυλάττουσιν; ἤ, ὡς ἄλλοι τινές, Αἰνείᾳ τούτου συμπεσόντος; καὶ γὰρ Θηβαῖοι τῷ ἀριστερῷ κέρατι τρεψάμενοι τοὺς πολεμίους καὶ κρατήσαντες ἐν Λεύκτροις, διετέλεσαν ἐν πάσαις ταῖς μάχαις τῷ ἀριστερῷ τὴν ἡγεμονίαν ἀποδιδόντες. ἤ μᾶλλον, ὡς Ἰόβας φησί, τοῖς πρὸς τὰς ἀνατολὰς ἀποβλέπουσιν ἐν ἀριστερᾷ γίγνεται τὸ βόρειον, ὃ δὴ τοῦ κόσμου δεξιὸν ἔνιοι τίθενται καὶ καθυπέρτερον; ὅρα δὲ μὴ φύσει τοῖς εὐωνύμοις ἀσθενεστέροις οὖσιν οἱ προϊστάμενοι τῶν οἰωνῶν οἷον ἀναρρωννύουσι4 καὶ ὑπερείδουσι τὸ ἐλλιπὲς τῆς δυνάμεως ἐπανισοῦντες. ἢ τὰ ἐπίγεια καὶ θνητὰ τοῖς οὐρανίοις καὶ θείοις ἀντικεῖσθαι νομίζοντες ᾤοντο τὰ πρὸς ἡμᾶς ἀριστερὰ τοὺς θεοὺς ἀπὸ τῶν δεξιῶν προπέμπειν;

为什么在鸟占的征兆中,被称为“左侧”的反而吉利? 难道这不是实情,而是语言误导了大众?因为他们称左侧为“西尼斯图姆”(sinistrum),而把“允许”称为“西内雷”(sinere),在祈求允许时称“西内”(sine)。因此,对于允许行动的征兆(西尼斯泰里翁),大众不加正确理解便误认为并称呼为“西尼斯图姆”(左侧)。 或者正如狄奥尼修斯所言,当埃涅阿斯的儿子阿斯卡尼乌斯面对梅曾提乌斯列阵时,左侧出现了带来胜利的雷电,以此为吉兆后,往后便依此观察?抑或如其他某些人所说,是因为这发生于埃涅阿斯?事实上,忒拜人以左翼击溃敌人并在留克特拉获胜之后,在所有的战役中也始终将统帅权赋予左翼。 或者更应如尤巴所言,对于面向东方的人而言,北方位于其左侧,而某些人确实将北方定为宇宙的右侧与上位? 再请思考一下:是否由于左侧在天性上较为虚弱,掌管鸟占者便好似在补强并支撑它,从而平衡其力量的缺失? 抑或是他们认为尘世与必死之物与天上及神圣之物相对立,因而认为神明是从他们自己的右侧将相对于我们在左侧之物发送出来?

语法注4 条
  1. 75ὡς ζῴῳ τοῦ πυρὸς ἐοικότος

    带有表原因的连词 ὡς 的独立属格结构(τοῦ πυρὸς ἐοικότος),分词 ἐοικότος 带与格补足语 ζῴῳ,意为“因为火类似于活物”。

  2. 282aτῶν ἀπʼ Εὐάνδρου Προσελήνων λεγομένων

    修饰名词 Ἀρκάδες(阿卡迪亚人)的限定短语,其中介词短语 τῶν ἀπʼ Εὐάνδρου(源自欧安德罗斯的人)限定分词 λεγομένων(被称为)及其补足成分 Προσελήνων(先月之人),意为“源自欧安德罗斯的被称为先月之人的阿卡迪亚人”。

  3. 282dἀστραπῆς ἐν ἀριστερᾷ νικηφόρου γενομένης οἰωνισάμενοις

    ἀστραπῆς ... γενομένης 为独立属格结构。其后的与格复数分词 οἰωνισάμενοις 语义上指涉罗马人,但与主句限定动词 παραφυλάττουσιν(第三人称复数)在句法配合上脱节,构成了格的脱落与破格句(anacoluthon)。

  4. 282eὅρα δὲ μὴ ... οἷον ἀναρρωννύουσι

    ὅρα μή 伴随直陈式或虚拟式,用于提出谨慎的推测或假设:“请思考一下是否……”。此处接直陈式现在时 ἀναρρωννύουσι,提示了一种极为现实的设想。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg084a.humanitext-grc3:75-78