- 底本
- Plutarch. Moralia, Vol. IV. Babbitt, Frank Cole, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1936 (printing).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg084a.humanitext-grc3:70-74
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
本段探讨了将犯罪奴隶称为“富尔基费尔”的语源、在好斗公牛角上系干草的习俗及克拉苏的相关轶事、观鸟占卜祭司须使用无盖提灯且身有创伤者不得入座占卜的缘由,以及塞尔维乌斯·图利乌斯国王建立“小福尔图娜”神庙的原因。
διὰ τί τοὺς κατεγνωσμένους ἐπὶ κλοπαῖς ἢ δουλικοῖς τισιν ἄλλοις ἁμαρτήμασι φουρκιφέρους καλοῦσιν; ἢ καὶ τοῦτο τῆς τῶν παλαιῶν ἐπιμελείας τεκμήριόν ἐστιν; ὁ γὰρ οἰκότριβος ἰδίου καταγνούς τινα μοχθηρίαν1 ἐκέλευε διπλοῦν ξύλον, ὃ ταῖς ἁμάξαις ὑφιστᾶσιν, ἀράμενον διὰ τῆς συνοικίας ἢ τῆς γειτνιάσεως διεξελθεῖν ὑπὸ πάντων ὁρώμενον, ὅπως ἀπιστοῖεν αὐτῷ καὶ φυλάττοιντο πρὸς τὸ λοιπὸν τὸ δὲ ξύλον ἡμεῖς μὲν στήριγμα, Ῥωμαῖοι δὲ φοῦρκαν ὀνομάζουσι· διὸ καὶ φουρκίφερ ὁ τοῦτο περιενεγκὼν καλεῖται.
为什么他们把因盗窃或某些其他奴隶般的罪过而被定罪的人称为“叉枷背负者”(富尔基费尔)? 难道这也是古人审慎留心的一个证据?因为凡判定自己家生奴隶有某种恶行的人,都会命令他扛起那根两股的木架——即人们置于大车之下用作支撑之物——穿过街坊或邻里,在众人注视下走过,以便大家往后不再信任他并对他有所提防。这种木架我们称之为支柱,而罗马人称之为“富尔卡”;因此辗转背负此物的人便被称为“富尔基费尔”。
διὰ τί τῶν κυριττόντων βοῶν ὑπὲρ τοῦ φυλάττεσθαι τὸν ἐντυγχάνοντα χόρτον τῷ κέρατι προσδοῦσιν, ἢ διὰ κόρον καὶ πλησμονὴν ἐξυβρίζουσι καὶ βόες καὶ ἵπποι καὶ ὄνοι καὶ ἄνθρωποι; ὥς που καὶ Σοφοκλῆς πεποίηκε "σὺ δὲ σφαδᾴζεις πῶλος ὣς εὐφορβίᾳ, γαστήρ τε γάρ σου καὶ γνάθος πλήρης πέλει." διὸ καὶ Μᾶρκον Κράσσον οἱ Ῥωμαῖοι χόρτον ἔχειν ἔφασαν ἐφυλάττοντο γάρ αὐτὸν οἱ τοὺς ἄλλους ἐν τῇ πολιτείᾳ σπαράττοντες ὡς ἀμυντικὸν καὶ δυσεπιχείρητον. οὐ μὴν ἀλλʼ ὕστερον ἐλέχθη πάλιν, ὅτι Κράσσου Καῖσαρ ἀφῃρήκει τὸν χόρτον ἀντέστη γὰρ αὐτῷ πρῶτος ἐν τῇ πολιτείᾳ καὶ κατεφρόνησε.
为什么在好抵人的公牛角上系上干草,以便相遇的人有所防备? 抑或是由于饱餍和充塞,公牛、马、驴乃至人类都会放纵狂暴?正如索福克勒斯在某处所作的诗句: “你却像在丰盛饲料中的马驹般狂跳乱蹦, 因你的肚腹和下颚皆已饱足。” 因此罗马人也曾说马尔库斯·克拉苏〔角上〕有干草;因为在城邦政治中撕咬其他人的政客都戒备他,视他为极具反击力且难以招惹之人。然而后来人们又说,恺撒剥去了克拉苏的干草;因为恺撒在城邦政治中第一个挺身抗拒他并鄙视他。
διὰ τί τῶν ἐπʼ οἰωνοῖς ἱερέων, οὓς Αὔσπικας πρότερον Αὔγουρας δὲ νῦν καλοῦσιν, ᾤοντο δεῖν ἀεὶ τοὺς λαμπτῆρας ἀνεῳγμένους εἶναι καὶ τὸ πῶμα μὴ ἐπικεῖσθαι; ἢ καθάπερ οἱ Πυθαγορικοὶ μικρὰ μεγάλων ἐποιοῦντο σύμβολα κωλύοντες ἐπὶ χοίνικος καθῆσθαι καὶ πῦρ μαχαίρᾳ μὴ σκαλεύειν, οὕτως οἱ παλαιοὶ πολλοῖς αἰνίγμασιν ἐχρῶντο καὶ μάλιστα πρὸς τοὺς ἱερεῖς, οἷόν ἐστι καὶ τὸ τοῦ λαμπτῆρος, ἔοικε γὰρ ὁ λαμπτὴρ τῷ περιέχοντι τὴν ψυχὴν σώματι. φῶς γάρ ἐστιν ἡ ἐντὸς ψυχὴ καὶ δεῖ τὸ συνετὸν καὶ φρόνιμον ἀεὶ ἀναπεπταμένον αὐτῆς εἶναι καὶ δεδορκὸς καὶ μηδέποτε συγκεκλεῖσθαι μηδʼ ἄποπτον μένειν. πνευμάτων δʼ ὄντων, οὐκ εὐσταθοῦσιν οἱ ὄρνιθες οὐδὲ βέβαια σημεῖα παρέχουσι διὰ τὴν πλάνην καὶ τὴν ἀνωμαλίαν. διδάσκουσιν οὖν τῷ ἔθει μὴ πνευμάτων ὄντων ἀλλὰ νηνεμίας καὶ καταστάσεως ἐπὶ ταῦτα προϊέναι τοὺς οἰωνοπόλους, ὅτε δύνανται τοῖς λαμπτῆρσιν ἀνεῳγμένοις χρῆσθαι.
为什么对于那些观鸟占卜的祭司——先前称作奥斯佩克斯,如今称作奥古尔——人们认为他们的提灯必须始终打开,不可覆上盖子? 难道正如毕达哥拉斯派将细微之事作为重大事理的象征,禁止人们“坐在量斗上”以及“用刀剑拨火”那样,古人也运用许多谜语般的隐喻,尤其是对祭司,提灯之事便属此类?因为提灯犹如包裹灵魂的肉体。内在的灵魂乃是光芒,其明澈通达的部分必须始终开敞并注视,绝不可被封闭或处于看不见的状态。 此外,在有风之时,鸟类的飞行不稳,由于迷乱与失常而无法提供可靠的兆头。因此他们以这一习俗教导占卜者,不应在狂风肆虐时,而应在风平浪静、能够开着提灯使用时,再去进行观鸟占卜。
διὰ τί δʼ ἀπείρητο τοῖς ἕλκος ἔχουσιν ἱερεῦσιν ἐπʼ οἰωνῶν καθέζεσθαι; πότερον καὶ τοῦτο σύμβολόν ἐστι τοῦ μηδὲν δακνομένους μηδʼ οἷον ἕλκος ἴδιον καὶ πάθος ἔχοντας ἐν τῇ ψυχῇ τὰ θεῖα χρηματίζειν, ἀλλʼ ἀλύπους καὶ ἀκεραίους καὶ ἀπερισπάστους ὄντας; ἢ κατὰ λόγον ἐστίν, εἰ μήθʼ ἱερείῳ χρήσαιτʼ ἄν τις ἕλκος ἔχοντι πρὸς θυσίαν μήτʼ ὄρνισι πρὸς οἰωνισμόν, ἔτι μᾶλλον ἐφʼ ἑαυτῶν φυλάττεσθαι τὰ τοιαῦτα, καὶ καθαροὺς γενομένους καὶ ἀσινεῖς καὶ ὁλοκλήρους ἐπὶ τὰ παρὰ τῶν θεῶν σημαινόμενα βαδίζειν; τὸ γὰρ ἕλκος ἔοικε πήρωσὶς τις εἶναι καὶ μιασμὸς τοῦ σώματος.
为什么身上有伤溃的祭司被禁止入座进行观鸟占卜? 难道这也是一种象征,表明他们在处置神圣事务时不应遭受任何痛苦的螫刺,灵魂中也不应带有任何自身的创伤或受难,而应毫无悲苦、纯洁无瑕且心无旁骛? 抑或是合乎情理的:如果没有任何人会用带有创伤的牺牲去献祭,也不用带有创伤的鸟类去占卜,那么对于自身更当防范此类缺陷,唯有在变得洁净、无伤且完整之后,才去探求神明所示的征兆?因为创伤似乎是肉体的一种残缺与玷污。
διὰ τί μικρᾶς Τύχης ἱερὸν ἱδρύσατο Σερούιος Τούλλιος ὁ βασιλεὺς ἣν βρέβεμ καλοῦσι; πότερον ὅτι μικρὸς ὢν ἐν ἀρχῇ καὶ ταπεινὰ πράττων καὶ γεγονὼς ἐκ μητρὸς αἰχμαλώτου διὰ τὴν τύχην ἐβασίλευσε τῆς Ῥώμης· ἢ αὕτη μὲν ἡ μεταβολὴ μέγεθος ἐμφαίνει τύχης μᾶλλον ἢ μικρότητα, πάντων δὲ μάλιστα Σερούιος ἔοικε τὴν τῆς τύχης ἐκθειάσας δύναμιν ἐπιφημίσαι πράξεσιν ἁπάσαις; οὐ γὰρ μόνον Τύχης εὐέλπιδος καὶ ἀποτροπαίου καὶ μειλιχίας καὶ πρωτογενείας καὶ ἄρρενος ἱερὰ κατεσκεύασεν, ἀλλʼ ἔστιν ἰδίας Τύχης ἱερόν, ἕτερον δʼ ἐπιστρεφομένης, ἄλλο παρθένου· καὶ τί ἄν τις ἐπεξίοι τὰς ἄλλας ἐπωνυμίας, ὅπου Τύχης ἰξευτρίας ἱερόν ἐστιν, ἣν βισκᾶταν ὀνομάζουσιν, ὡς πόρρωθεν ἡμῶν ἁλισκομένων ὑπʼ αὐτῆς καὶ προσισχομένων τοῖς πράγμασιν; ὅρα δὴ μὴ καταμαθὼν τὸ παρὰ μικρὸν ἀεὶ τῆς τύχης μέγα δυνάμενον, καὶ ὅτι τῷ γενέσθαι τι μικρὸν ἢ μὴ γενέσθαι τι πολλάκις ὑπῆρξεν ἐνίοις τυχεῖν ἢ διαμαρτεῖν τῶν μεγίστων, μικρᾶς Τύχης ἱερὸν ἱδρύσατο,2 προσέχειν διδάσκων τοῖς πράγμασι καὶ μὴ καταφρονεῖν διὰ μικρότητα τῶν ἐντυγχανόντων.
为什么国王塞尔维乌斯·图利乌斯建立了“小福尔图娜”(他们称之为布雷维斯)的神庙? 难道是因为他起初弱小且出身微贱,由俘虏之母所生,全凭命运而统治了罗马?抑或这种转变表明了命运的宏大而非微小,并且塞尔维乌斯似乎比任何人都更将命运的力量神圣化,并将命运之名加诸一切行事?因为他不仅修建了吉望福尔图娜、禳灾福尔图娜、温良福尔图娜、始生福尔图娜与雄健福尔图娜的神庙,而且还有私己福尔图娜神庙、回转福尔图娜神庙以及童贞福尔图娜神庙;既然连用粘鸟胶捕鸟的福尔图娜(他们称之为维斯卡塔,意指我们从远处便被她捕获并黏附于世事)的神庙都有,又有谁能尽数其其余的称号呢? 那么,请思考一下,是否正是因为他领悟到命运中细微之处往往具有巨大的力量,并且常常由于某件微小之事的发生与否,便决定了某些人能否获得或错失最重大的事物,他才建立了小福尔图娜的神庙,以此教导人们留心万事,切莫因其细微而轻视临头之事?
- 70ὁ γὰρ οἰκότριβος ἰδίου καταγνούς τινα μοχθηρίαν
冠词 ὁ 与分词 καταγνούς 结合构成名词化短语(“判定……有罪的人”,即主人),中间插入受 καταγιγνώσκω 支配、表被定罪对象的属格短语 οἰκότριβος ἰδίου(第三变格名词 οἰκότριψ[家生奴隶]的单数属格 + ἰδίου);τινα μοχθηρίαν 为表罪名的宾格。
- 281eὅρα δὴ μὴ καταμαθὼν ... ἱδρύσατο
此处为 ὅρα μή 后接直陈语气过去时(ἱδρύσατο)的句式。该表达由原先带虚拟语气表示警示的句法(“留心切莫……”)演变而来,用以引出委婉而审慎的推测(“请考虑是否正是因为……他才建立了……”)。分词 καταμαθὼν 作状语(表原因),修饰ἱδρύσατο 的主语塞尔维乌斯。
