- 底本
- Plutarch. Moralia, Vol. IV. Babbitt, Frank Cole, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1936 (printing).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg084a.humanitext-grc3:64-69
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
本节探讨了餐桌留食的习俗、初夜置身黑暗的原因、弗拉米尼乌斯竞技场与执棒吏名称的起源、卢佩尔卡利亚节献祭狗的缘由,以及七山节期间禁止使用挽车的原因。
διὰ τί τὴν τράπεζαν οὐκ εἴων ἀναιρεῖσθαι κενήν, ἀλλὰ πάντως τινὸς ἐπόντος; πότερον αἰνιττόμενοι τὸ δεῖν ἀεί τι τοῦ παρόντος εἰς τὸ μέλλον ὑπολιπεῖν καὶ τῆς αὔριον ἐν τῇ σήμερον μνημονεύειν, ἢ νομίζοντες ἀστεῖον εἶναι τὸ συστέλλειν καὶ ἀνέχειν τὴν ὄρεξιν ἔτι παρούσης τῆς ἀπολαύσεως; ἧττον γὰρ ἐπιθυμοῦσι τῶν ἀπόντων ἐθισθέντες ἀπέχεσθαι τῶν παρόντων, ἢ καὶ πρὸς οἰκέτας φιλάνθρωπον τὸ ἔθος; οὐ γὰρ οὕτω λαμβάνοντες ὡς μεταλαμβάνοντες ἀγαπῶσι,1 κοινωνεῖν τρόπον τινὰ τραπέζης ἡγούμενοι τοῖς δεσπόταις. ἢ τῶν ἱερῶν οὐδέποτε δεῖ κενὸν οὐθὲν περιορᾶν, ἱερὸν δʼ ἡ τράπεζα;
为什么他们不容许餐桌被收拾得空无一物,而是必定要留下些许东西在上面? 难道这是在暗示应当始终为将来留存现存事物的一部分,在今日就牢记明日;抑或认为在享受仍在眼前时节制并克制食欲是一种美德?因为习惯于克制眼前之物的人,对未有之物的贪欲也会减少。 还是说这种习俗是对家仆的一种仁慈?因为他们并不因单纯的接受而高兴,反而因分享而欢喜,认为自己在某种程度上与主人共享了餐桌。 抑或是因为绝不可容忍神圣之物空无一物,而餐桌乃是神圣的?
διὰ τί τῇ νύμφῃ τὸ πρῶτον οὐκ ἐντυγχάνει μετὰ φωτὸς ὁ ἀνὴρ ἀλλὰ διὰ σκότους; πότερον ὅτι αἰδεῖται πρὶν ἢ συνελθεῖν ἀλλοτρίαν νομίζων, ἢ καὶ πρὸς ἰδίαν προσιέναι μετʼ αἰδοῦς ἐθιζόμενος; ἢ, καθάπερ ὁ Σόλων ἔγραψε μήλου κυδωνίου τὴν νύμφην ἐντραγοῦσαν εἰς τὸν θάλαμον βαδίζειν, ὅπως τὸ πρῶτον ἄσπασμα μὴ δυσχερὲς γένηται μηδʼ ἀχάριστον, οὕτως ὁ Ῥωμαῖος νομοθέτης, εἰ δή τι προσῆν ἄτοπον τῷ σώματι καὶ δυσχερές, ἔκρυψεν; ἢ διαβολὴ τίς ἐστιν ἀφροδισίων παρανόμων τὸ γιγνόμενον, ὡς καὶ τοῖς νομίμοις αἰσχύνης τινὸς προσούσης;
为什么丈夫起初与新娘相会不是在光亮之中,而是在黑暗之中? 难道是因为在结合之前将她视为外人而心怀羞涩;抑或是为了习惯于即使接近自己的妻子也怀有敬意与羞怯? 还是正如梭伦规定新娘应咀嚼榅桲果而后步入洞房,以免第一次亲吻变得令人不快或毫无愉悦;罗马的立法者也以此方式遮蔽了身体上可能存在的任何畸怪或令人不快之处? 抑或所行之事是对不法性交的一种谴责,暗示即便是合法的交媾也带有某种羞耻?
διὰ τί τῶν ἱπποδρόμων εἷς Φλαμίνιος καλεῖται; ἢ ὅτι, Φλαμινίου τινὸς τῶν παλαιῶν τῇ πόλει χώραν ἐπιδόντος, ἐχρῶντο ταῖς προσόδοις εἰς τοὺς ἱππικοὺς ἀγῶνας· ἔτι δὲ περιόντων χρημάτων, κατεσκεύασαν ὁδόν, ἣν καὶ αὐτὴν Φλαμινίαν προσηγόρευσαν;
为什么其中一个赛马场被称为“弗拉米尼乌斯”? 难道是因为古代某位名叫弗拉米尼乌斯的人将土地捐赠给城邦,人们便将其收入用于赛马竞技;而后由于尚有剩余款项,他们便修建了一条道路,并将该路同样命名为弗拉米尼亚大道?
διὰ τί λικτώρεις τοὺς ῥαβδούχους ὀνομάζουσι; πότερον ὅτι καὶ συνέδεον τοὺς ἀκολασταίνοντας οὗτοι καὶ τῷ Ῥωμύλῳ παρηκολούθουν ἱμάντας ἐν τοῖς κόλποις κομίζοντες; τὸ δὲ δεσμεύειν ἀλλιγᾶρε λέγουσιν οἱ πολλοὶ Ῥωμαίων, οἱ δὲ καθαρεύοντες ἐν τῷ διαλέγεσθαι λιγᾶρε. ἢ νῦν μὲν παρέγκειται τὸ κ, πρότερον δὲ λιτώρεις ἐκαλοῦντο, λειτουργοί τινες ὄντες περὶ τὸ δημόσιον; ὅτι γὰρ λῇτον ἄχρι νῦν τὸ δημόσιον ἐν πολλοῖς τῶν Ἑλλήνων νόμων γέγραπται, οὐδένα ὡς ἔπος εἰπεῖν λέληθε.
为什么他们将执棒吏称为“利克托”? 难道是因为这些人也负责捆绑胡作非为之人,并怀揣皮带侍从罗慕路斯?捆绑一词大多数罗马人称作“阿里加雷”,而讲求纯正语言者则称作“利加雷”。 还是说如今插进了一个卡帕字母,而先前他们被称为“利托尔”,即某些掌管公共事务的公役?因为直到今天,在希腊人的许多法律中“利同”被写作指代公共事物,这可以说是无人不知的。
διὰ τί κύνα θύουσιν οἱ Λούπερκοι; Λούπερκοι δʼ εἰσὶν οἱ τοῖς Λουπερκαλίοις γυμνοὶ διαθέοντες ἐν περιζώμασι καὶ καθικνούμενοι σκύτει τῶν ἀπαντώντων. πότερον ὅτι καθαρμός ἐστι τῆς πόλεως τὰ δρώμενα; καὶ γὰρ τὸν μῆνα Φεβρουάριον καλοῦσι καὶ νὴ Δία τὴν ἡμέραν ἐκείνην φεβράτην, καὶ φεβρᾶρε τό τινι σκυτῶν εἴδει καθικνεῖσθαι, τοῦ ῥήματος τὸ καθαίρειν σημαίνοντος· τῷ δὲ κυνὶ πάντες ὡς ἔπος εἰπεῖν Ἕλληνες ἐχρῶντο καὶ χρῶνταί γε μέχρι νῦν ἔνιοι σφαγίῳ πρὸς τοὺς καθαρμούς· καὶ τῇ Ἑκάτῃ σκυλάκια μετὰ τῶν ἄλλων καθαρσίων ἐκφέρουσι καὶ περιμάττουσι σκυλακίοις τοὺς ἁγνισμοῦ δεομένους, περισκυλακισμὸν τὸ τοιοῦτον γένος τοῦ καθαρμοῦ καλοῦντες. ἢ λύκος μὲν ὁ λοῦπός ἐστι καὶ Λύκαια τὰ Λουπερκάλια, λύκῳ δὲ κύων πολέμιος καὶ διὰ τοῦτο θύεται τοῖς Λυκαίοις; ἢ ὅτι τοὺς Λουπέρκους ὑλακτοῦσι καὶ παραλυποῦσιν οἱ κύνες ἐν τῇ πόλει διαθέοντας; ἢ Πανὶ μὲν ἡ θυσία γίγνεται, Πανὶ δὲ κύων προσφιλὲς διὰ τὰ αἰπόλια;
为什么卢佩尔库斯人要献祭一条狗?卢佩尔库斯人便是在卢佩尔卡利亚节上腰系遮阴布赤身奔跑、用皮条击打沿途相遇之人的人。 难道是因为所举行的仪式乃是对城邦的净化?因为他们确实将这个月称为“费布鲁阿里乌斯”,并且指宙斯起誓,将那一天称为“费布拉塔”,将用某种皮条击打称为“费布拉雷”,该动词意为净化;而且可以说几乎所有的希腊人都曾用狗,甚至直到如今某些人仍用狗作为净化的牺牲祭品;他们也将小狗连同其他净化之物一同献给赫卡忒,并用小狗摩拭需要洁净之人,将这种形式的净化称为“小狗环摩净化”。 抑或狼被称为“卢普斯”,而卢佩尔卡利亚节相当于吕凯亚节,且狗与狼为敌,因此在吕凯亚节献祭狗? 还是因为当卢佩尔库斯人在城中奔跑时,狗会向他们吠叫并造成骚扰? 抑或是因为这一祭祀是献给潘神的,而对潘神而言,因羊群之故狗是可亲近的?
διὰ τί τῷ καλουμένῳ Σεπτομουντίῳ παρεφύλαττον ὀχήμασι ζευκτοῖς μὴ χρῆσθαι, καὶ μέχρι νῦν οἱ τῶν παλαιῶν μὴ καταφρονοῦντες παραφυλάττουσι ; τὸ δὲ σεπτομούντιον ἄγουσιν ἐπὶ τῷ τὸν ἕβδομον λόφον τῇ πόλει προσκατανεμηθῆναι2 καὶ τὴν Ῥώμην ἑπτάλοφον γενέσθαι. πότερον, ὡς ἔνιοι τῶν Ῥωμαϊκῶν ἐπινοοῦσι, διὰ τὸ μήπω συνεζεῦχθαι τοῖς μέρεσι παντελῶς τὴν πόλιν; ἢ τοῦτο μὲν ἄλλως οὐ πρὸς Διόνυσόν3 ἐστιν ἔργου δὲ μεγάλου τοῦ πρὸς τὸν συνοικισμὸν ἐκτελεσθέντος, οἰόμενοι τὴν πόλιν ἤδη πεπαῦσθαι προϊοῦσαν εἰς τὸ πρόσθεν, ἔπαυσαν μὲν αὑτοὺς ἀνέπαυσαν δὲ τῶν ὑποζυγίων τὰ συμπονήσαντα καὶ παρέσχον ἀπολαῦσαι τῇ σχολῇ τῆς κοινῆς ἑορτῆς; ἢ πᾶσαν μὲν ἐβούλοντο κοσμεῖν ἀεὶ καὶ τιμᾶν ἑορτὴν τοὺς πολίτας παρόντας, μάλιστα δὲ τὴν ἐπὶ τῷ συνοικισμῷ τῆς πόλεως ἀγομένην ἵνʼ οὖν τὴν πόλιν, ἧς ἐστιν ἡ ἑορτή, μὴ ἀπολείπωσιν, οὐκ ἐφεῖτο χρῆσθαι ζεύγεσιν ἐκείνην τὴν ἡμέραν;
为什么在所谓的“七山节”时,他们谨慎防范不使用套具挽拉的车辆,且直到如今不蔑视古俗之人仍恪守此规?他们庆祝七山节是由于第七座山丘被划入城邦,罗马成为七丘之城。 难道真如某些罗马著述家所设想的那样,是因为城邦的各部分当时尚未完全联合在一起? 抑或这种说法完全是“与狄奥尼索斯无关”,而是由于聚居合并的宏大工程已经完成,人们认为城邦如今已停止向前扩张,于是既让自己休息,也让共同劳作的驮兽得以歇息,使它们得以借闲暇享受共同的节日? 还是说,他们希望公民们始终以亲临来光耀并尊崇每一个节日,尤其是为城邦聚居合并而举行的庆典;因此,为了不让他们离开节日所属的城邦,那一天才不允许使用挽车?
- 279eοὐ γὰρ οὕτω λαμβάνοντες ὡς μεταλαμβάνοντες ἀγαπῶσι
λαμβάνοντες(单纯接受)与 μεταλαμβάνοντες(共同分享)形成对比。前缀 μετά 突出了“共同、分享”的含义,指明了仆人单纯接受施舍与感受自己与主人共享餐桌之间的心理差异。
- 280dἐπὶ τῷ τὸν ἕβδομον λόφον τῇ πόλει προσκατανεμηθῆναι
介词 ἐπί 接带冠词不定式(τῷ ... προσκατανεμηθῆναι)的与格,表示原因或契机(“因……之际/缘由”)。宾格 τὸν ἕβδομον λόφον 充当该被动不定式的逻辑主语。
- 280dοὐ πρὸς Διόνυσον
希腊语著名的成语俗谚,字面意为“与狄奥尼索斯无关”。在此语境中用作习惯表达,意在驳斥前文所提的解释(即城邦各部分尚未联合之说)乃是“风马牛不相及”或“不得要领”。
