← 普鲁塔克

罗马问题

§7-10

夫妻间赠礼的禁忌与归家通报及覆头礼仪

探讨了夫妻间及姻亲间禁止赠礼的缘由、丈夫归家时预先派人告知妻子的习俗,以及敬奉神明时遮头而面对可敬之人时露头的礼仪原因。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§7

διὰ τί δὲ δῶρον λαβεῖν ἀνδρὶ παρὰ γυναικὸς καὶ γυναικὶ παρʼ ἀνδρὸς ἀπείρηται; πότερον, ὡς Σόλων γράψας τὰς δόσεις κυρίας εἶναι τῶν τελευτώντων, πλὴν εἰ μή τις1 ἀνάγκῃ συνεχόμενος ἢ γυναικὶ πειθόμενος τὴν μὲν ἀνάγκην ὡς βιαζομένην ὑπεξείλετο, τὴν δʼ ἡδονὴν ὡς παραλογιζομένην, οὕτως ὑπενοήθησαν αἱ γυναικῶν καὶ ἀνδρῶν δόσεις; ἢ φαυλότατον ἡγούμενοι σημεῖον εὐνοίας τὸ διδόναι διδόασι γὰρ καὶ ἀλλότριοι καὶ μὴ φιλοῦντες ἐκ τοῦ γάμου τὴν τοιαύτην ἀρέσκειαν ἀνεῖλον, ὅπως ἄμισθον ᾖ καὶ προῖκα καὶ διʼ αὑτὸ μὴ διʼ ἄλλο τὸ φιλεῖσθαι καὶ φιλεῖν; ἤ, ὅτι τῷ λαμβάνειν διαφθειρόμεναι μάλιστα προσίενται τοὺς ἀλλοτρίους, σεμνὸν ἐφάνη τὸ μὴ διδόντας ἀγαπᾶν τοὺς ἰδίους; ἢ μᾶλλον ὅτι δεῖ καὶ γυναιξὶ κοινὰ τὰ ἀνδρῶν εἶναι καὶ ἀνδράσι τὰ γυναικῶν; μανθάνει γὰρ ὁ λαβὼν τὸ δοθὲν ἀλλότριον ἡγεῖσθαι τὸ μὴ δοθέν,2 ὥστʼ ὀλίγον διδόντες ἀλλήλοις τὸ πᾶν ἀφαιροῦνται.

为什么禁止丈夫收受妻子的礼物,也禁止妻子收受丈夫的礼物? 是因为就像梭伦立法规定临终者的赠与有效,除非有人是迫于必然之势或受妇人蛊惑——他将必然之势作为强迫性因素予以排除,将享乐作为误导性因素予以排除——夫妇间的赠与也同样受到怀疑? 还是说,由于他们认为送礼是善意中最微不足道的表现——因为陌生人和不怀爱意的人也会送礼——便从婚姻中排除了这种谄媚讨好,从而使去爱与被爱是无偿且自发的,是因其自身而非为了外物? 抑或是因为妇人最容易因收受财物而堕落并亲近外人,所以在自己的丈夫不给予的情况下爱他们才显得庄重高尚? 还是更因为丈夫之物对妻子而言、妻子之物对丈夫而言理应共有?因为那收下所赠之物的人,便学会了将未赠之物视为外人所有,以至于在彼此互赠微末之物时,却剥夺了整体。

§8

διὰ τί δὲ παρὰ γαμβροῦ καὶ παρὰ πενθεροῦ λαβεῖν ἐκείνοις κεκώλυται δῶρον; ἢ παρὰ γαμβροῦ μέν, ἵνα μὴ δόξῃ διὰ τοῦ πατρὸς εἰς τὴν γυναῖκα περιχωρεῖν τὸ δῶρον παρὰ πενθεροῦ δέ, ὅτι τὸν μὴ διδόντα δίκαιον ἐφάνη μηδὲ λαμβάνειν;

为什么禁止他们从女婿和岳父那里收受礼物? 是否不从女婿处收受,是为了不让人觉得礼物是通过父亲转归妻子;而不从岳父处收受,则是因为不给者也不受,这显得合乎公理?

§9

διὰ τί, κἂν ἐξ ἀγροῦ κἂν ἀπὸ ξένης ἐπανίωσιν, ἔχοντες οἴκοι γυναῖκας προπέμπουσι δηλοῦντες αὐταῖς ὅτι παραγίγνονται; πότερον ὅτι τοῦτο πιστεύοντός ἐστι τὴν γυναῖκα μηδὲν ῥᾳδιουργεῖν, τὸ δʼ ἐξαίφνης καὶ ἀπροσδοκήτως οἷον ἐνέδρα καὶ παρατήρησει,3 καὶ σπεύδουσιν ὡς ποθούσαις καὶ προσδεχομέναις εὐαγγελίζεσθαι περὶ αὑτῶν; ἢ μᾶλλον αὐτοὶ περὶ ἐκείνων πυθέσθαι ποθοῦσιν, εἰ σῳζομένας καὶ ποθούσας ἐπὶ τῆς οἰκίας καταλαμβάνουσιν; ἢ πλείονες ταῖς γυναιξὶν οἰκονομίαι καὶ ἀσχολίαι, τῶν ἀνδρῶν ἀπόντων, τυγχάνουσι καὶ διαφοραὶ καὶ ὁρμαὶ πρὸς τοὺς ἔνδον· ἵνʼ οὖν ἀπαλλαγεῖσα τούτων ἀθόρυβον τῷ ἀνδρὶ παρέχῃ τὴν ὑποδοχὴν καὶ ἡδεῖαν, ἡ προδήλωσις γίγνεται, διὰ τί τοὺς θεοὺς προσκυνοῦντες ἐπικαλύπτονται τὴν κεφαλήν, τῶν δʼ ἀνθρώπων τοῖς ἀξίοις τιμῆς ἀπαντῶντες, κἂν τύχωσιν ἐπὶ τῆς κεφαλῆς ἔχοντες τὸ ἱμάτιον, ἀποκαλύπτονται; τοῦτο γὰρ ἔοικε κἀκείνην ἐπιτείνειν τὴν ἀπορίαν. εἰ μὲν οὖν ὁ περὶ Αἰνείου λεγόμενος λόγος ἀληθής ἐστιν, ὅτι τοῦ Διομήδους παρεξιόντος ἐπικαλυψάμενος τὴν θυσίαν ἐπετέλεσε, λόγον ἔχει καὶ ἀκολουθεῖ τῷ συγκαλύπτεσθαι πρὸς τοὺς πολεμίους τὸ τοῖς φίλοις καὶ ἀγαθοῖς ἐντυγχάνοντας ἀποκαλύπτεσθαι· τὸ γὰρ πρὸς τοὺς θεοὺς οὐκ ἴδιόν ἐστιν ἀλλὰ κατὰ συμβεβηκός, καὶ ἀπʼ ἐκείνου μεμένηκε τηρούμενον. εἰ δʼ ἄλλο τι λέγειν χρή, σκόπει μὴ μόνον ἐκεῖνο δεῖ ζητεῖν,4 διʼ ὃ τοὺς θεοὺς προσκυνοῦντες ἐπικαλύπτονται, θάτερον δʼ ἀκόλουθόν ἐστι. τῶν γὰρ ἀνθρώπων ἀποκαλύπτονται τοῖς δυνατωτέροις, οὐ τιμὴν αὐτοῖς προστιθέντες, ἀλλὰ τὸν φθόνον αὐτῶν μᾶλλον ἀφαιροῦντες, ἵνα μὴ δόξωσι τὰς αὐτὰς τοῖς θεοῖς τιμὰς ἀπαιτεῖν μηδʼ ὑπομένειν μηδὲ χαίρειν θεραπευόμενοι παραπλησίως ἐκείνοις. τοὺς δὲ θεοὺς οὕτω προσεκύνουν ἢ ταπεινοῦντες ἑαυτοὺς τῇ ἐπικρύψει τῆς κεφαλῆς, ἢ μᾶλλον εὐλαβούμενοί τινα φωνὴν προσπεσεῖν αὐτοῖς ἔξωθεν εὐχομένοις ἀπαίσιον καὶ δύσφημον ἄχρι τῶν ὤτων ἀνελάμβανον τὸ ἱμάτιον· ὅτι γὰρ ἰσχυρῶς ἐφυλάττοντο ταῦτα, δῆλόν ἐστι τῷ προσιόντας ἐπὶ μαντείαν χαλκωμάτων πατάγῳ περιψοφεῖσθαι. ἢ ὡς Κάστωρ λέγει τὰ Ῥωμαϊκὰ τοῖς Πυθαγορικοῖς συνοικειῶν, τὸν ἐν ἡμῖν δαίμονα δεῖσθαι τῶν ἐκτὸς θεῶν καὶ ἱκετεύειν, τῇ τῆς κεφαλῆς ἐπικαλύψει τὴν τῆς ψυχῆς αἰνιττόμενος ὑπὸ τοῦ σώματος ἐγκάλυψιν καὶ ἀπόκρυψιν.5

为什么无论从乡村还是外邦归来,只要家中有妻子的人,都会预先派人告知她们自己即将到达? 这是因为信任妻子毫无不轨之人方才如此,而突然意外归来犹如埋伏和窥探;并且他们急于向渴望并等待着他们的妇人通报关于自己的佳音? 还是更因为他们自己渴望得知关于妻子的消息,看能否在家里发现她们安然无恙并思念着自己?抑或是当丈夫外出不在时,妇人家中恰好有更多的家务琐事与忙碌,以及针对家奴的纠纷与怒火;为了让妻子摆脱这些烦扰,从而给丈夫提供一个平和愉悦的迎接,才进行预先通知?为什么人们在敬奉神明时遮蔽头部,而在遇见值得敬重的人时,即便头上恰好裹着外衣,也会露出头部? 因为这似乎正加剧了那个疑问。一方面,如果关于埃涅阿斯的传说是真实的,即当狄奥墨得斯经过时,他遮覆头部完成了献祭,那么在面对敌人时遮蔽自身,与在遇见朋友和贤良之士时露出头部,二者便合乎常理且彼此照应;因为面对神明遮头并非本意,而是出于偶然,并从那时起作为惯例流传了下来。 另一方面,如果应当提出别的解释,请考虑是否只须探究敬神时遮蔽头部的原因,而另一做法则是顺理成章的推论。人们对更有权势者脱帽露头,并非为了增添他们的荣耀,而是为了从他们身上消除嫉妒,以免他们显得要求与神明同等的荣耀,或坦然接受,抑或因受到类似神明的侍奉而感到欣喜。至于人们敬奉神明时如此行事,要么是通过遮蔽头部来贬抑自谦,要么更是由于戒备在祈祷时外界传入某种不吉利和凶险的声音,因而将外衣拉到了耳部;因为他们极其防范这些事,这一点从人们前去求取神谕时四周敲击青铜器发出轰鸣便可见一斑。 抑或如卡斯托尔在将罗马习俗与毕达哥拉斯学说相融合时所言,是我们内心的神灵在向外界的诸神祈求与恳求,以此遮蔽头部来隐喻灵魂被肉体所包裹和掩蔽?

语法注5 条
  1. 7πλὴν εἰ μή τις

    短语 πλὴν εἰ μή 是表示“除非/除……之外”的惯用双重否定表达。在 πλὴν εἰ(除……之外)之后加上否定词 μή,用于明确限定遗嘱生效的例外情形(受强迫或妇人蛊惑)。

  2. 266aμανθάνει γὰρ ὁ λαβὼν τὸ δοθὲν ἀλλότριον ἡγεῖσθαι τὸ μὴ δοθέν

    由 ἡγεῖσθαι 支配的双宾格结构。ὁ λαβὼν τὸ δοθὲν(“收下所赠之物的人”)是主句主语;在不定式短语内部,τὸ μὴ δοθέν(“未赠之物”)作宾格宾语,ἀλλότριον(“外人所有的/非自有的”)作宾格补足语,表明“收礼会让人将未受之物视作他人之物”的逻辑后果。

  3. 266bτὸ δʼ ἐξαίφνης καὶ ἀπροσδοκήτως οἷον ἐνέδρα καὶ παρατήρησει

    带有主谓或分词省略的结构。τὸ δʼ ἐξαίφνης καὶ ἀπροσδοκήτως(“突然且意外地到来”)作为带冠词的副词性实质主语短语,与前文的 τοῦτο(预先通知)相对比;紧随的 οἷον ἐνέδρα καὶ παρατήρησει 作方式/情态与格,意为“犹如处于埋伏与窥探之中”。

  4. 266cσκόπει μὴ μόνον ἐκεῖνο δεῖ ζητεῖν

    由表示考量/审视的动词 σκόπει 引出的 μή 从句,后接现在直陈式 δεῖ。该惯用句型表示一种委婉的推测或提请思考的论点(“考虑是否只应当……”)。

  5. 266eτῇ τῆς κεφαλῆς ἐπικαλύψει τὴν τῆς ψυχῆς αἰνιττόμενος ὑπὸ τοῦ σώματος ἐγκάλυψιν καὶ ἀπόκρυψιν

    分词 αἰνιττόμενος(“隐喻/暗示”)与主语 Κάστωρ(卡斯托尔)在性数格上一致。与格短语 τῇ τῆς κεφαλῆς ἐπικαλύψει(“借由头部的遮蔽”)表示手段,宾格短语 τὴν τῆς ψυχῆς... ἐγκάλυψιν καὶ ἀπόκρυψιν(“灵魂被肉体所包裹和掩蔽”)作其直接宾语,阐释了外部仪式动作对毕达哥拉斯主义灵魂受肉寓意的象征表达。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg084a.humanitext-grc3:7-10