- 底本
- Plutarch. Moralia, Vol. IV. Babbitt, Frank Cole, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1936 (printing).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg084a.humanitext-grc3:5-6
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
本节探讨误传战死者归来时须从屋顶进入家中的习俗渊源(瓦罗的传说与希腊“后定命者”再生仪式的对比),以及妇人亲吻男亲属的原因(禁酒查验、特洛伊妇人焚船和解的故事,以及禁止近亲通婚与表亲婚姻解禁的历史)。
διὰ τί τοὺς τεθνάναι φημισθέντας ἐπὶ ξένης ψευδῶς, κἂν ἐπανέλθωσιν, οὐ δέχονται κατὰ θύρας, ἀλλὰ τῷ κεράμῳ προσβαίνοντες εἴσω καθιᾶσιν αὐτούς; ὁ μὲν γὰρ Βάρρων αἰτίαν μυθικὴν ὅλως ἀποδίδωσι. φησὶ γάρ, ἐν τῷ περὶ Σικελίαν πολέμῳ ναυμαχίας μεγάλης γενομένης καὶ κατὰ πολλῶν φήμης οὐκ ἀληθοῦς ὡς ἀπολωλότων ῥυείσης, ἐπανελθόντας αὐτοὺς ὀλίγῳ χρόνῳ πάντας τελευτῆσαι, ἑνὶ δʼ εἰσιόντι τὰς θύρας ἀπαντῆσαι κλειομένας ἀπʼ αὐτομάτου καὶ μὴ χαλᾶν ἐπιχειροῦντος ἀνοίγειν. τὸν δʼ ἄνθρωπον αὐτοῦ καταδαρθόντα πρὸ τῶν θυρῶν ἰδεῖν κατὰ τοὺς ὕπνους ὄψιν ὑφηγουμένην αὐτῷ τὴν ὑπὲρ τὸ τέγος εἰς τὴν οἰκίαν καθίμησιν· ποιήσαντα δʼ οὕτως εὐτυχῆ γενέσθαι καὶ γηραιόν· ἐκ δὲ τούτου τὸ ἔθος καταστῆναι τοῖς ὕστερον. ὅρα δὲ μὴ καὶ ταῦτα τρόπον τινὰ τοῖς Ἑλληνικοῖς ἔοικεν·1 οὐ γὰρ ἐνόμιζον ἁγνοὺς οὐδὲ κατεμείγνυσαν ἑαυτοῖς οὐδʼ εἴων ἱεροῖς πλησιάζειν, οἷς ἐκφορὰ γεγόνει καὶ τάφος ὡς τεθνηκόσι.2 λέγεται δέ τινα τῶν ἐνόχων ταύτῃ τῇ δεισιδαιμονίᾳ γεγονότων Ἀριστῖνον εἰς Δελφοὺς ἀποστείλαντα δεῖσθαι τοῦ θεοῦ καὶ παραιτεῖσθαι τὰς παρούσας αὐτῷ διὰ τὸν νόμον ἀπορίας τὴν δὲ Πυθίαν εἰπεῖν "ὅσσαπερ ἐν λεχέεσσι γυνὴ τίκτουσα τελεῖται, ταῦτα πάλιν τελέσαντα θύειν μακάρεσσι θεοῖσιν.3" τὸν οὖν Ἀριστῖνον φρονήσαντα παρασχεῖν ἑαυτὸν ὥσπερ ἐξ ἀρχῆς τικτόμενον ταῖς γυναιξὶν ἀπολοῦσαι καὶ σπαργανῶσαι καὶ θηλὴν ἐπισχεῖν, οὕτω τε δρᾶν καὶ τοὺς ἄλλους ἅπαντας, ὑστεροπότμους προσαγορευομένους. ἔνιοι δὲ καὶ πρὸ τοῦ Ἀριστίνου ταῦτα γενέσθαι περὶ τοὺς ὑστεροπότμους καὶ τὸ ἔθος εἶναι παλαιόν. οὐδὲν οὖν θαυμαστὸν εἰ καὶ Ῥωμαῖοι τοῖς δοκοῦσιν ἅπαξ τεθάφθαι καὶ γεγονέναι τῆς τῶν φθιτῶν μερίδος οὐκ ᾤοντο δεῖν παριέναι τὴν αὔλειον, ᾗ θύσοντες ἐξίασι καὶ θύσαντες εἰσίασιν, ἀλλʼ ἄνωθεν ἐκέλευον εἰς τὰ ὕπαιθρα καταβαίνειν ἐκ τοῦ περιέχοντος· καὶ γάρ τοὺς καθαρμοὺς ἐπιεικῶς πάντας ἐν ὑπαίθρῳ τελοῦσιν.
为什么在外乡被误传身亡的人,即便返回,人们也不通过大门接纳他们,而是爬上瓦顶将他们往里面放下去? 瓦罗给出了一个完全神话性质的原因。他说,在关于西西里的战争中发生了一场大海战,流传着关于许多人已经丧生的不实传闻,当他们返回后不久便全都死去了;但有一人正要进门时,门却自动合上挡住了他,任他如何试图推开也不松动。那人遂在门前睡去,在梦中见到了一个幻象,指示他从房顶上降入屋中;他照做之后变得富足幸运且得享高寿,从此这一习俗在后世便确立了下来。 不过请考虑一下,这些做法在某种程度上是否也与希腊人的习俗相似?因为希腊人并不认为那些如死者般经历过出殡和埋葬的人是纯洁的,既不与他们往来,也不允许他们接近圣所。相传陷入这种迷信禁忌的人中有一位名叫阿里斯提诺斯,他派人前往德尔斐祈求神明,请求解除因这一风俗而加于自身的困顿,皮提亚便说道: “凡妇人临盆产子在卧榻上所行的一切, 再次履行这一切后,向福乐的诸神献祭。” 于是阿里斯提诺斯聪明地理会了其意,将自己交予妇人们,如同重新出生一样让她们为之洗浴、裹上襁褓并予以哺乳,而所有其他被称为“后定命者”的人也都照此行事。有些人说,甚至在阿里斯提诺斯之前,关于“后定命者”的这些事便已存在,这一习俗由来已久。因此,如果罗马人也认为那些被视为一度葬入坟墓、归属于亡者之列的人不应穿过前院的大门——人们正是经过此门外出献祭并在献祭后返回——而是命令他们从上方的空中下到露天场所,那便不足为奇了;因为他们几乎所有的净化仪式都是在露天举行的。
διὰ τί τοὺς συγγενεῖς τῷ στόματι φιλοῦσιν αἱ γυναῖκες; πότερον, ὡς οἱ πλεῖστοι νομίζουσιν, ἀπειρημένον ἦν πίνειν οἶνον ταῖς γυναιξίν· ὅπως οὖν αἱ πιοῦσαι μὴ λανθάνωσιν ἀλλʼ ἐλέγχωνται περιτυγχάνουσαι τοῖς οἰκείοις, ἐνομίσθη καταφιλεῖν; ἢ διʼ ἣν Ἀριστοτέλης ὁ φιλόσοφος αἰτίαν ἱστόρηκε; τὸ γὰρ πολυθρύλητον ἐκεῖνο καὶ πολλαχοῦ γενέσθαι λεγόμενον ὡς ἔοικεν ἐτολμήθη ταῖς Τρῳάσι καὶ περὶ τὴν Ἰταλίαν. τῶν γὰρ ἀνδρῶν, ὡς προσέπλευσαν, ἀποβάντων ἐνέπρησαν τὰ πλοῖα, πάντως ἀπαλλαγῆναι τῆς πλάνης δεόμεναι καὶ τῆς θαλάττης· φοβηθεῖσαι δὲ τοὺς ἄνδρας ἠσπάζοντο τῶν συγγενῶν καὶ οἰκείων μετὰ τοῦ καταφιλεῖν καὶ περιπλέκεσθαι τοὺς προστυγχάνοντας. παυσαμένων δὲ τῆς ὀργῆς καὶ διαλλαγέντων, ἐχρῶντο καὶ τὸ λοιπὸν ταύτῃ τῇ φιλοφροσύνῃ πρὸς αὐτούς. ἢ μᾶλλον ἐδόθη τοῦτο ταῖς γυναιξὶν ὡς τιμὴν ἅμα καὶ δύναμιν αὐταῖς φέρον, εἰ φαίνοιντο πολλοὺς καὶ ἀγαθοὺς ἔχουσαι συγγενεῖς καὶ οἰκείους; ἤ, μὴ νενομισμένου συγγενίδας γαμεῖν, ἄχρι φιλήματος ἡ φιλοφροσύνη προῆλθεν καὶ τοῦτο μόνον ἀπελείφθη σύμβολον καὶ κοινώνημα τῆς συγγενείας; πρότερον γὰρ οὐκ ἐγάμουν τὰς ἀφʼ αἵματος, ὥσπερ οὐδὲ νῦν τηθίδας οὐδʼ ἀδελφὰς γαμοῦσιν, ἀλλʼ ὀψὲ συνεχώρησαν ἀνεψιαῖς συνοικεῖν ἐκ τοιαύτης αἰτίας ἀνὴρ χρημάτων ἐνδεὴς τὰ δʼ ἄλλα χρηστὸς καὶ παρʼ ὁντινοῦν τῷ δήμῳ τῶν πολιτευομένων ἀρέσκων, ἐπίκληρον ἀνεψιὰν ἔχων ἔδοξε καὶ πλουτεῖν ἀπʼ αὐτῆς· ἐπὶ τούτῳ δὲ γενομένης αὐτοῦ κατηγορίας, ὁ δῆμος ἀφεὶς τὴν αἰτίαν ἐλέγχειν ἔλυσε τὸ ἔγκλημα, ψηφισάμενος πᾶσιν ἐξεῖναι γαμεῖν ἄχρι ἀνεψιῶν, τὰ δʼ ἀνωτέρω κεκωλῦσθαι.4
为什么妇人们要亲吻亲属的嘴? 是如多数人所认为的那样,由于妇人被禁饮酒,为了使饮酒者不致隐瞒,而在遇到自家亲戚时被当场察觉,才形成了亲吻的习俗? 抑或是由于哲学家亚里士多德所记载的那个原因?因为那件广为流传、相传在许多地方发生过的事,特洛伊妇人们似乎在意大利一带也同样斗胆为之。当男人们驾船靠岸并登陆后,妇人们极度渴望摆脱漂泊与大海,便焚毁了船只;由于惧怕男人们,她们在遇见亲属和族人时便一面亲吻一面包围拥抱以示迎接。当男人们平息了怒气并达成和解后,妇人们往后便一直对他们行这种亲爱之礼。 还是说,由于妇人若显出拥有众多且优秀的亲属和族人,能为她们带来荣耀与权威,因此才赋予她们这一待遇? 抑或由于向来不准娶同族女子,亲爱之情便仅止于接吻,这成了亲属关系的唯一象征与纽带?因为先前他们并不娶有血缘关系的女子,正如现今他们也不娶姑母、姨母和姐妹一样,但后来却因如下缘由允许与表姐妹同居:有一个男子缺乏资财,但其他方面品质高尚,在从政者中比任何人都更受民众喜爱,他娶了作为女继承人的表妹并似乎因此致富。当他就此事遭到指控时,民众放弃了对案情的审查并撤销了罪名,投票决议所有人均可与直到表姐妹一辈的亲属通婚,但更亲近的血亲联姻仍受禁止。
- 264eὅρα δὲ μὴ καὶ ταῦτα τρόπον τινὰ τοῖς Ἑλληνικοῖς ἔοικεν
ὅρα μή 结构接直陈式(此处为完成时 ἔοικεν),表面上表示审慎的疑虑,实际上表达说话者倾向肯定的推断(“且看这是否在某种程度上正与希腊习俗相似”),用以引出作者推崇的文化类比。
- 264eοἷς ἐκφορὰ γεγόνει καὶ τάφος ὡς τεθνηκόσι
关系代词 οἷς 在此作所有或与格利益成分,取决于 ἐκφορὰ γεγόνει καὶ τάφος;其先行词为前句中一系列否定动词(ἐνόμιζον、κατεμείγνυσαν、εἴων)未明说出来的宾语(τούτους),指那些已经被当作死者举行过出殡和葬礼的人。
- 265aταῦτα πάλιν τελέσαντα θύειν μακάρεσσι θεοῖσιν
皮提亚六音步神谕的后半句。不定式 θύειν 用作祈使(命令不定式),分词 τελέσαντα 则作不定式的隐含逻辑主语(指阿里斯提诺斯),故采用宾格形式。
- 265eτὰ δʼ ἀνωτέρω κεκωλῦσθαι
由 ψηφισάμενος(表决通过)所引导的间接引语。完成时被动态不定式 κεκωλῦσθαι 的主语是中性复数宾格短语 τὰ ἀνωτέρω(“更上位/更亲近的血亲等级”),表明对更近亲属通婚的禁令依旧维持。
