← 普鲁塔克

罗马问题

§11-17

露头献祭与丧葬礼俗及勒科忒亚祭礼

作者探讨了向克罗诺斯与奥诺尔脱帽献祭的渊源、父母葬礼上子女遮头与露头的差异礼俗、特米努斯神的无血祭品,以及勒科忒亚圣所排斥惩戒女奴与替外甥侄子女祈福的传统缘由。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§11

διὰ τί τῷ Κρόνῳ θύουσιν ἀπαρακαλύπτῳ τῇ κεφαλῇ; πότερον ὅτι τὴν ἐγκάλυψιν Αἰνείας παρέδωκεν, ἡ δὲ τοῦ Κρόνου θυσία παμπάλαιός ἐστιν, ἢ ὅτι τοῖς οὐρανίοις ἐπικαλύπτονται, τὸν δὲ Κρόνον ἡγοῦνται θεὸν ὑπουδαῖον καὶ χθόνιον; ἢ ὅτι τῆς ἀληθείας οὐδὲν ἀπόκρυφον ἢ ἐπίσκιον, ἀληθείας δὲ νομίζουσι Ῥωμαῖοι πατέρα τὸν Κρόνον εἶναι;

为什么人们在向克罗诺斯献祭时头部不加遮盖? 是因为遮覆头部的做法是埃涅阿斯流传下来的,而对克罗诺斯的献祭则极为古老? 还是因为人们面对天神时遮蔽自身,却认为克罗诺斯是地底与冥界的神?抑或是因为真理毫无隐秘或阴影,而罗马人认为克罗诺斯是真理之父?

§12

διὰ τί δὲ τὸν Κρόνον πατέρα τῆς ἀληθείας νομίζουσι; πότερον, ὥσπερ ἔνιοι τῶν φιλοσόφων, χρόνον οἴονται τὸν Κρόνον εἶναι, τὸ δʼ ἀληθὲς εὑρίσκει χρόνος· ἢ τὸν μυθολογούμενον ἐπὶ Κρόνου βίον, εἰ δικαιότατος ἦν, εἰκός ἐστι μάλιστα μετέχειν ἀληθείας;

为什么他们认为克罗诺斯是真理之父? 是因为就像某些哲学家那样,他们认为克罗诺斯即是时间,而时间能揭示真理?还是因为传说中克罗诺斯统治下的生活若是最为公正的,理所当然便最能分有真理?

§13

διὰ τί καὶ τῷ λεγομένῳ Ὁνώρει θύουσιν ἀπαρακαλύπτῳ τῇ κεφαλῇ; τὸν δὲ Ὁνῶρεμ δόξαν ἄν τις ἢ τιμὴν μεθερμηνεύσειε. πότερον διότι λαμπρὸν ἡ δόξα καὶ περιφανὲς καὶ ἀναπεπταμένον, διʼ ἣν αἰτίαν τοῖς ἀγαθοῖς καὶ τιμωμένοις ἀνδράσιν ἀποκαλύπτονται, διὰ ταύτην καὶ τὸν ἐπώνυμον τῆς τιμῆς θεὸν οὕτω προσκυνοῦσιν;

为什么人们向被称为奥诺尔的神献祭时头部也不加遮盖?人们可以把奥诺尔意译为荣耀或尊崇。 是因为荣耀是辉煌、昭著且敞开的,而出于人们对贤良而受尊崇之士露出头部的同一原因,他们也出于此原因如此敬奉这位冠以尊崇之名的神?

§14

διὰ τί τοὺς γονεῖς ἐκκομίζουσιν οἱ μὲν υἱοὶ συγκεκαλυμμένοι, αἱ δὲ θυγατέρες γυμναῖς ταῖς κεφαλαῖς καὶ ταῖς κόμαις λελυμέναις; πότερον ὅτι τιμᾶσθαι μὲν ὑπὸ τῶν ἀρρένων δεῖ τοὺς πατέρας ὡς θεούς, πενθεῖσθαι δʼ ὑπὸ τῶν θυγατέρων ὡς τεθνηκότας, ἑκατέρῳ τὸ οἰκεῖον ὁ νόμος ἀποδοὺς ἐξ ἀμφοτέρων ἐποίησε τὸ ἁρμόττον;1 ἢ πένθους μὲν οἰκεῖον τὸ μὴ σύνηθες, συνηθέστερον δὲ ταῖς μὲν γυναιξὶν ἐγκεκαλυμμέναις, τοῖς δʼ ἀνδράσιν ἀκαλύπτοις εἰς τὸ δημόσιον προϊέναι; καὶ γὰρ παρʼ Ἕλλησιν ὅταν δυστυχία τις γένηται, κείρονται μὲν αἱ γυναῖκες κομῶσι δʼ οἱ ἄνδρες, ὅτι τοῖς μὲν τὸ κείρεσθαι ταῖς δὲ τὸ κομᾶν σύνηθὲς ἐστιν. ἢ τοὺς μὲν υἱοὺς ἐπικαλύπτεσθαι διʼ ἣν εἰρήκαμεν αἰτίαν ἐνομίσθη; καὶ γὰρ ἐπὶ τῶν τάφων, ὥς φησι Βάρρων, περιστρέφονται, καθάπερ θεῶν ἱερὰ τιμῶντες τὰ τῶν πατέρων μνήματα, καὶ καύσαντες τοὺς γονεῖς, ὅταν ὀστέῳ πρῶτον ἐντύχωσι, θεὸν γεγονέναι τὸν τεθνηκότα λέγουσι. ταῖς δὲ γυναιξὶν οὐδʼ ὅλως ἐξῆν ἐπικαλύπτεσθαι τὴν κεφαλήν· ἱστορεῖται γοῦν ὅτι πρῶτος μὲν ἐξέβαλε γυναῖκα Σπόριος Καρβίλιος ἐπʼ ἀτεκνίᾳ, δεύτερος δὲ Σουλπίκιος Γάλλος ἐφελκυσαμένην ἰδὼν κατὰ κεφαλῆς τὸ ἱμάτιον, τρίτος δὲ Πόπλιος Σεμπρώνιος ἀγῶνα θεωρήσασαν ἐπιτάφιον.

为什么为父母送葬时,儿子们遮蔽身体,而女儿们则头颅裸露、披头散发? 是因为做父亲的应当被男子如神明般敬奉,却被女儿们作为死者来哀悼,而律法赋予各自合宜之责,便从两者之中促成了相宜的举止? 还是因为不合常理的做法正适于居丧,而女子出门通常遮头,男子则通常露头?事实上在希腊人当中,每当发生不幸时,女子剪发而男子蓄发,这是因为对男子而言剪发是常态,对女子而言蓄发是常态。 抑或是因为儿子们遮蔽头部是出于我们前面所说过的原因?正如瓦罗所言,他们在坟墓前转身,像敬奉神明的圣所一样敬奉父亲们的纪念碑;在火化父母之后,当他们第一次遇到遗骨时,便宣称死者已经成神。 而女子根本不允许遮蔽头部?无论如何,史书记载斯普里乌斯·卡尔维利乌斯因妻子不育而首开休妻先例;第二位休妻的是苏尔皮基乌斯·加卢斯,因看见妻子将外衣扯起遮在头上;第三位则是普布利乌斯·塞姆普罗尼乌斯,因妻子观看了葬礼竞技。

§15

διὰ τί τὸν Τέρμινον, ᾧ τὰ Τερμινάλια ποιοῦσι, θεὸν νομίζοντες οὐδὲν ἔθυον αὐτῷ ζῷον; ἢ Ῥωμύλος μὲν ὅρους οὐκ ἔθηκε τῆς χώρας, ὅπως ἐξῇ προϊέναι καὶ ἀποτέμνεσθαι καὶ νομίζειν πᾶσαν ἰδίαν, ὥσπερ ὁ Λάκων εἶπεν, ἧς ἂν τὸ δόρυ ἐφικνῆται,2 Νομᾶς δὲ Πομπίλιος, ἀνὴρ δίκαιος καὶ πολιτικὸς ὢν καὶ φιλόσοφος γενόμενος, τήν τε χώραν ὡρίσατο πρὸς τοὺς γειτνιῶντας καὶ τοῖς ὅροις ἐπιφημίσας τὸν Τέρμινον ὡς ἐπίσκοπον καὶ φύλακα φιλίας καὶ εἰρήνης ᾤετο δεῖν αἵματος καὶ φόνου καθαρὸν καὶ ἀμίαντον διαφυλάττειν;

为什么人们将掌管特米纳利亚节的特米努斯视为神明,却不向他献祭任何牲畜? 是因为罗穆路斯没有为国土设立边界,以便人们能够如斯巴达人所说的那样,凡长矛所及的一切土地都可以向前推进、分割并视作己有;而努马·庞皮利乌斯作为一位公正、深谙城邦治理且成为哲学家的君王,既为领土划定了与邻人的界限,又将特米努斯之名冠于界石之上,视其为友谊与和平的监督者与守护者,认为理应让他远离鲜血与杀戮,保持纯洁而不受玷污?

§16

διὰ τί δούλαις τὸ τῆς Λευκοθέας ἱερὸν ἄβατόν ἐστι, μίαν δὲ μόνην αἱ γυναῖκες εἰσάγουσαι παίουσιν ἐπὶ κόρρης καὶ ῥαπίζουσιν; ἢ τὸ μὲν ταύτην ῥαπίζεσθαι σύμβολόν ἐστι τοῦ μὴ ἐξεῖναι, κωλύουσι δὲ τὰς ἄλλας διὰ τὸν μῦθον; ἡ γὰρ Ἰνὼ ζηλοτυπήσασα δούλην ἐπὶ τῷ ἀνδρὶ λέγεται περὶ τὸν υἱὸν ἐκμανῆναι· τὴν δὲ δούλην Ἕλληνες Αἰτωλίδα γένει φασὶν εἶναι, καλεῖσθαι δʼ Ἀντιφέραν. διὸ καὶ παρʼ ἡμῖν ἐν Χαιρωνείᾳ πρὸ τοῦ σηκοῦ τῆς Λευκοθέας ὁ νεωκόρος λαβὼν μάστιγα κηρύττει, μὴ δοῦλον εἰσιέναι μὴ δούλαν,3 μὴ Αἰτωλὸν μὴ Αἰτωλάν.

为什么勒科忒亚的圣所对女奴是禁入之地,妇人们只带入一名女奴并击打她的面颊、扇她耳光? 是对这一名女奴施以耳光象征着不许进入,而她们因神话的缘故阻止其余的人?因为据说伊诺由于丈夫的缘故嫉妒一名女奴,便因儿子的事发了狂;希腊人称那名女奴出身埃托利亚,名叫安提费拉。因此在我们喀罗尼亚,在勒科忒亚的圣所前,司庙执鞭宣告: “男奴不得入内,女奴不得入内,埃托利亚男子不得入内,埃托利亚女子不得入内。”

§17

διὰ τί παρὰ τῇ θεῷ ταύτῃ τοῖς μὲν ἰδίοις τέκνοις οὐκ εὔχονται τἀγαθὰ τοῖς δὲ τῶν ἀδελφῶν; πότερον ὅτι φιλάδελφος μέν τις ἡ Ἰνὼ καὶ τὸν ἐκ τῆς ἀδελφῆς ἐτιθηνήσατο, αὐτὴ δὲ περὶ τοὺς ἑαυτῆς παῖδας ἐδυστύχησεν ἢ καὶ ἄλλως ἠθικὸν καὶ καλὸν τὸ ἔθος καὶ πολλὴν παρασκευάζον εὔνοιαν ταῖς οἰκειότησι;

为什么在这位女神面前,人们不为自己的子女祈求福祉,却为兄弟姐妹的子女祈求? 是因为伊诺深爱姊妹,曾抚育过姊妹的孩子,而她自己在亲生骨肉方面却遭逢不幸?抑或在其他方面,这种习俗也合乎道德且高尚,并在亲属之间培育了极深的善意?

语法注3 条
  1. 267aἑκατέρῳ τὸ οἰκεῖον ὁ νόμος ἀποδοὺς ἐξ ἀμφοτέρων ἐποίησε τὸ ἁρμόττον

    分词短语 ἑκατέρῳ τὸ οἰκεῖον ... ἀποδούς(“赋予各自合宜之责”)置于主语 ὁ νόμος(“律法”)之前,主动词 ἐποίησε(“促成/造成”)带宾格宾语 τὸ ἁρμόττον(“适宜的状态”)。前句中 τιμᾶσθαι... ὡς θεούς 与 πενθεῖσθαι... ὡς τεθνηκότας 的对照,在此由 ἑκατέρῳ 与 ἐξ ἀμφοτέρων 对应承接。

  2. 267cἧς ἂν τὸ δόρυ ἐφικνῆται

    在关系从句 ἧς ἂν τὸ δόρυ ἐφικνῆται 之前省略了先行词指示代词([ταύτης]),用以同位修饰或补充前文的 πᾶσαν [χώραν]。关系代词 ἧς 采用属格,是因为动词 ἐφικνέομαι(达到、触及)支配属格补足语。

  3. 267dμὴ δοῦλον εἰσιέναι μὴ δούλαν

    不定词 εἰσιέναι 具有祈使或禁止的语气(命令式不定词),这是法令、通告以及圣所清规(sacred laws)中的典型程式化表达。其逻辑主语由宾格(δοῦλον, δούλαν)表示。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg084a.humanitext-grc3:11-17