← 普鲁塔克

罗马问题

§58-63

元老院称谓与赫拉克勒斯祭坛及诸祭司制度

探讨元老院“被登记的父亲们”之称谓、赫拉克勒斯与缪斯的共用祭坛、妇女被排除在赫拉克勒斯大祭坛之外、罗马守护神之隐秘、完全父者在费提亚利斯祭司中的尊贵地位,以及祭祀王被禁止参政与演说的缘由。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§58

διὰ τί τῶν συγκλητικῶν τοὺς μὲν πατέρας συγγεγραμμένους, τοὺς δʼ ἁπλῶς πατέρας προσηγόρευον; ἢ τοὺς μὲν ἐξ ἀρχῆς κατανεμηθέντας ὑπὸ τοῦ Ῥωμύλου πατέρας ἐκάλουν καὶ πατρικίους, οἷον εὐπατρίδας ὄντας, πατέρας αὑτῶν ἔχοντας ἀποδεῖξαι·1 τοὺς δʼ ὕστερον ἐπεγγραφέντας ἐκ τῶν δημοτικῶν συγγεγραμμένους πατέρας ὠνόμασαν;

为什么在元老院议员中,人们将一部分人称为“登记的父亲们”,而将另一部分人径直称为“父亲们”? 难道是因为他们将最初由罗慕路斯指派的人称为“父亲们”和“贵族”,因他们出身名门,能够指认自己的父亲;而后来从平民中补录入册的人,他们则命名为“登记的父亲们”?

§59

διὰ τί κοινὸς ἦν βωμὸς Ἡρακλέους καὶ Μουσῶν; ἢ ὅτι γράμματα τοὺς περὶ Εὔανδρον ἐδίδαξεν Ἡρακλῆς, ὡς Ἰόβας ἱστόρηκε; καὶ τὸ πρᾶγμα σεμνὸν ἐνομίζετο, φίλους καὶ συγγενεῖς διδασκόντων· ὀψὲ δʼ ἤρξαντο μισθοῦ διδάσκειν, καὶ πρῶτος ἀνέῳξε γραμματοδιδασκαλεῖον Σπόριος Καρβίλιος, ἀπελεύθερος Καρβιλίου τοῦ πρώτου γαμετὴν ἐκβαλόντος.

为什么赫拉克勒斯与缪斯们共享同一座祭坛? 难道是因为赫拉克勒斯曾将文字教授给埃万德罗斯周围的人,正如尤巴所记载的那样?在他们只教授朋友和亲属时,此事被视为高尚;但他们很晚才开始收取报酬进行教学,而最初休妻的卡尔维利乌斯的被释自由人斯普利乌斯·卡尔维利乌斯,是第一个开设识字学校的人。

§60

διὰ τί, δυοῖν βωμῶν Ἡρακλέους ὄντων, οὐ μεταλαμβάνουσι γυναῖκες οὐδὲ γεύονται τῶν ἐπὶ τοῦ μείζονος θυομένων; πότερον ὅτι τῶν ἱερῶν αἱ περὶ τὴν Καρμένταν ὑστέρησαν, ὑστέρησε δὲ καὶ τὸ Πιναρίων γένος· ὅθεν εἰργόμενοι τῆς θοίνης ἑστιωμένων τῶν ἄλλων Πινάριοι προσηγορεύθησαν· ἢ διὰ τὰ μυθολογούμενα περὶ τοῦ χιτῶνος καὶ τῆς Δηιανείρας;

为什么在赫拉克勒斯的两座祭坛中,妇女们既不分享也不品尝在大祭坛上献祭的祭品? 难道是因为卡尔门塔一系的妇女们在祭礼中迟到了,而皮纳利乌斯家族也迟到了;因此当其他人在宴饮时他们被排除在筵席之外,便被称为皮纳利乌斯人?抑或这是由于关于长袍和德伊阿尼拉的神话传说?

§61

διὰ τί τὸν θεὸν ἐκεῖνον, ᾧ μάλιστα τὴν Ῥώμην σῴζειν προσήκει καὶ φυλάττειν, εἴτʼ ἐστὶν ἄρρην εἴτε θήλεια, καὶ λέγειν ἀπείρηται καὶ ζητεῖν καὶ ὀνομάζειν;2 ταύτην δὲ τὴν ἀπόρρησιν ἐξάπτουσι δεισιδαιμονίας, ἱστοροῦντες Οὐαλέριον Σωρανὸν ἀπολέσθαι κακῶς διὰ τὸ ἐξειπεῖν. πότερον, ὡς τῶν Ῥωμαϊκῶν τινες ἱστορήκασιν, ἐκκλήσεις εἰσὶ καὶ γοητεῖαι θεῶν, αἷς νομίζοντες καὶ αὐτοὶ θεούς τινας ἐκκεκλῆσθαι παρὰ τῶν πολεμίων καὶ μετῳκηκέναι πρὸς αὑτοὺς ἐφοβοῦντο τὸ αὐτὸ παθεῖν ὑφʼ ἑτέρων; ὥσπερ οὖν Τύριοι δεσμοὺς ἀγάλμασι λέγονται περιβαλεῖν, ἕτεροι δʼ αἰτεῖν ἐγγυητὰς ἐπὶ λουτρὸν ἢ καθαρμόν τινα προπέμποντες, οὕτως ᾤοντο Ῥωμαῖοι τὸ ἄρρητον καὶ τὸ ἄγνωστον ἀσφαλεστάτην εἶναι θεοῦ καὶ βεβαιοτάτην φρουράν. ἢ καθάπερ Ὁμήρῳ πεποίηται τὸ "γαῖα δʼ ἔτι ξυνὴ πάντων" ὅπως οἱ ἄνθρωποι τοὺς θεοὺς πάντας σέβωνται καὶ τιμῶσι τὴν γῆν κοινῶς ἔχοντας, οὕτως ἀπεκρύψαντο τὸν κύριον τῆς σωτηρίας οἱ παλαιοὶ Ῥωμαῖοι, βουλόμενοι μὴ μόνον τοῦτον ἀλλὰ πάντας ὑπὸ τῶν πολιτῶν τοὺς θεοὺς τιμᾶσθαι;

为什么对于那位最应当保佑和守护罗马的神明,无论其为男性还是女性,不仅禁止谈论,而且禁止探寻和指名?人们将这一禁忌归因于宗教敬畏,并记载瓦勒里乌斯·索拉努斯因将其说出而惨死。 难道如某些罗马历史学者所记载的那样,存在着对诸神的召唤和魅惑之术,他们相信自己也是借此从敌人那里召唤出某些神明并使其迁居到自己这里的,因而惧怕遭受他人同样的对待?正如据说提尔人曾用绳索捆绑神像,而另一些人在送出神像沐浴或进行某种净化时要求提供担保人一样,罗马人也同样认为,对神明的隐秘与不可知乃是最安全且最稳固的防范手段。 抑或正如荷马所写的那句:“但大地仍为诸神所共有”,为了让凡人尊崇并敬奉所有的神明,因为他们共同拥有这片土地,古罗马人也以同样的方式隐匿了拯救之主神,希望公民们不仅尊崇这位神明,而且尊崇所有的神灵?

§62

διὰ τί τῶν λεγομένων Φιτιαλέων, Ἑλληνιστὶ δʼ οἷον εἰρηνοποιῶν καὶ σπονδοφόρων, ὁ καλούμενος πάτερ πατρᾶτος ἐνομίζετο μέγιστος; ἔστι δʼ οὗτος, ᾧ πατὴρ ζῇ καὶ παῖδες εἰσὶν ἔχει δὲ καὶ νῦν προνομίαν τινὰ καὶ πίστιν οἱ γάρ στρατηγοὶ τὰ διʼ εὐμορφίαν καὶ ὥραν ἐπιμελοῦς δεόμενα καὶ σώφρονος φυλακῆς σώματα τούτοις παρακατατίθενται. πότερον ὅτι τὸ αἰδεῖσθαι τοὺς παῖδας αὐτοῖς καὶ τὸ φοβεῖσθαι τοὺς πατέρας πρόσεστιν· ἢ τοὔνομα τὴν αἰτίαν ὑπαγορεύει; βούλεται γὰρ εἶναι τὸ πατρᾶτον οἱονεὶ συμπεπερασμένον καὶ πεπερατωμένον, ὡς τελειοτέρου τῶν ἄλλων ὄντος συμβέβηκε πατέρα κεκτημένῳ πατρὶ γενέσθαι.3 ἢ δεῖ τὸν ὅρκων καὶ εἰρήνης προιστάμενον ἅμα πρόσω καὶ ὀπίσω καθʼ Ὅμηρον ὁρᾶν; εἴη δʼ ἂν μάλιστα τοιοῦτος, ᾧ παῖς ἔστιν ὑπὲρ οὗ βουλεύεται, καὶ πατὴρ μεθʼ οὗ βουλεύεται.

为什么在所谓的费提亚利斯祭司中(在希腊语中意为和平缔造者与缔约使节),被称为“完全父者”的人被视为地位最高?他是父亲健在且育有子女的人;即便在现今他也享有某种特权和信任,因为将军们将那些因美貌和青春而需要严密且节制之守护的人托付给这些人。 难道是因为他们既对子女知所羞耻,又对父亲怀有敬畏?抑或这名称本身揭示了原因?因为“完全者”的意思犹如“成就的”和“圆满的”,认为能在拥有父亲的同时自己也成为父亲的人,比其他人更加完满。 抑或主持誓约与和平的人必须像荷马所言“同时顾及前后”?而既拥有自己为其谋划的子女、又拥有与自己一同商议的父亲的人,最会是这样的人。

§63

διὰ τί τῷ καλουμένῳ ῥῆγι σακρώρουμ οὗτος δʼ ἐστὶ βασιλεὺς ἱερῶν ἀπείρηται καὶ ἄρχειν καὶ δημηγορεῖν; ἢ τὸ παλαιὸν οἱ βασιλεῖς τὰ πλεῖστα καὶ μέγιστα τῶν ἱερῶν ἔδρων καὶ τὰς θυσίας ἔθυον αὐτοὶ μετὰ τῶν ἱερέων; ἐπεὶ δʼ οὐκ ἐμετρίαζον ἀλλʼ ἦσαν ὑπερήφανοι καὶ βαρεῖς, τῶν μὲν Ἑλλήνων οἱ πλεῖστοι τὴν ἐξουσίαν αὐτῶν περιελόμενοι μόνον τὸ θύειν τοῖς θεοῖς ἀπέλιπον, Ῥωμαῖοι δὲ παντάπασι τοὺς βασιλεῖς ἐκβαλόντες ἄλλον ἐπὶ τὰς θυσίας ἔταξαν, οὔτʼ ἄρχειν ἐάσαντες οὔτε δημαγωγεῖν, ὅπως μόνον ἐν τοῖς ἱεροῖς βασιλεύεσθαι δοκῶσι καὶ βασιλείαν διὰ τοὺς θεοὺς ὑπομένειν. ἔστι γοῦν τις ἐν ἀγορᾷ θυσία πρὸς τῷ λεγομένῳ Κομιτίῳ πάτριος, ἣν θύσας ὁ βασιλεὺς κατὰ τάχος ἄπεισι φεύγων ἐξ ἀγορᾶς.

为什么被称为“祭祀王”(即掌管祭仪的国王)的人,既被禁止担任官职,又被禁止在民众集会上发表演说? 难道是因为在古代,国王们亲自与祭司们一同主持绝大多数且最重要的祭礼并献祭;但由于他们不知节制,傲慢而专横,希腊人中的大多数剥夺了他们的权力,只保留了向神明献祭之职,而罗马人则彻底驱逐了国王,另立他人掌管祭祀,既不许其掌权,也不许其引导民众,以便使他们看起来仅在祭仪中由国王统治,且仅仅是为了神明才容忍王权的存在?无论如何,广场上靠近所谓科米提乌姆有一项祖传的祭祀,祭献之后,国王便慌忙逃离广场。

语法注3 条
  1. 58πατέρας αὑτῶν ἔχοντας ἀποδεῖξαι

    分词 ἔχοντας 搭配不定式 ἀποδεῖξαι,表能力(“能够指认自己的父亲”)。在句法上反映了古代将贵族(patricius)词源解释为能指认其父亲(pater)之名门后裔的传统观点。

  2. 278eτὸν θεὸν ἐκεῖνον, ᾧ μάλιστα τὴν Ῥώμην σῴζειν προσήκει καὶ φυλάττειν, εἴτʼ ἐστὶν ἄρρην εἴτε θήλεια, καὶ λέγειν ἀπείρηται καὶ ζητεῖν καὶ ὀνομάζειν;

    先行词 τὸν θεὸν ἐκεῖνον 以前提宾格提至句首(前置垫置/先取构式 prolepsis),充当主句非人称动词 ἀπείρηται 所带不定式短语(λέγειν, ζητεῖν, ὀνομάζειν)的逻辑宾语,构成“谈论、探寻并指名那位神祇是被禁止的”的结构。

  3. 279bὡς τελειοτέρου τῶν ἄλλων ὄντος συμβέβηκε πατέρα κεκτημένῳ πατρὶ γενέσθαι

    由 ὡς 引出表理由的独立属格(ὡς τελειοτέρου τῶν ἄλλων ὄντος),其后接非人称动词 συμβέβηκε 配与格分词 πατέρα κεκτημένῳ(“对于拥有父亲的人而言”)及不定式 πατρὶ γενέσθαι(“成为父亲”),其中表语名词 πατρί 在格上与与格补足语 κεκτημένῳ 保持一致。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg084a.humanitext-grc3:58-63