← 普鲁塔克

罗马问题

§54-57

肉市词源与笛手、卡尔门塔及鲁米娜的祭仪

本段讨论了肉市(马凯卢姆)一词的由来、笛手们在1月的伊杜斯日身着女装游行的习俗起源、母亲们崇奉卡尔门塔的缘由,以及在向鲁米娜女神献祭时为何浇灌乳汁而非奉献葡萄酒。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§54

διὰ τί τὰ κρεοπώλια μάκελλα καὶ μακέλλας καλοῦσι; πότερον ἀπὸ τῶν μαγείρων τοὔνομα διαφθαρέν, ὥσπερ ἄλλα πολλά, τῇ συνηθείᾳ κεκράτηκε; καὶ γὰρ τὸ κάππα πρὸς τὸ γάμμα συγγένειαν ἔχει παρʼ αὐτοῖς· ὀψὲ γὰρ ἐχρήσαντο τῷ γάμμα Καρβιλίου Σπορίου προσεξευρόντος· καὶ τὸ λάμβδα πάλιν τοῖς ἀπολισθάνουσι τοῦ ρ διʼ ἀμβλύτητα τῆς γλώττης ὑπόκειται τραυλιζόμενον.1 ἢ καὶ τοῦτο λυτέον τῇ ἱστορίᾳ; λέγεται γὰρ ἐν Ῥώμῃ βίαιον ἄνδρα καὶ λῃστρικὸν γενόμενον καὶ περικόψαντα πολλοὺς, Μάκελλον τοὔνομα, μόγις ἁλῶναι καὶ κολασθῆναι· ἐκ δὲ τῶν χρημάτων αὐτοῦ δημόσιον οἰκοδομηθῆναι κρεοπώλιον ἀπʼ ἐκείνου κτησάμενον τὴν προσηγορίαν.

为什么人们将肉市称为马凯卢姆或马凯拉?难道是因为这个名称由厨师一词讹变而来,正如许多其他词语一样,因习惯而得以确立?因为在他们那里卡帕与伽玛具有亲缘关系(因为他们在斯普利乌斯·卡尔维利乌斯补创伽玛之后才较晚地使用它);而兰姆达又因舌头的迟钝而在发音滑脱于柔字母的人口中被大舌头地用作替代。抑或此事也应当根据历史来解决?因为据说在罗马曾有一个凶暴如匪盗之人,名叫马凯卢斯,曾劫掠了许多人,最终艰难地被捕并被惩处;用他的财产建造了一座公共肉市,并因他而获得了这一称谓。

§55

διὰ τί ταῖς Ἰανουαρίαις εἰδοῖς περιιέναι δέδοται τοῖς αὐληταῖς τὴν πόλιν ἐσθῆτας γυναικείας φοροῦντας; ἢ διὰ τὴν λεγομένην αἰτίαν; μεγάλας γάρ, ὡς ἔοικε, τιμὰς ἐκαρποῦντο, τοῦ βασιλέως Νομᾶ δόντος αὐτοῖς διὰ τὴν πρὸς τὸ θεῖον ὁσιότητα· ταύτας δʼ ὕστερον ἀφαιρεθέντες ὑπὸ τῆς ἀνθυπατικῆς δεκαδαρχίας2 ἀπεχώρησαν ἐκ τῆς πόλεως. ἦν οὖν ἐπιζήτησις αὐτῶν καί τις ἥπτετο δεισιδαιμονία τῶν ἱερέων ἄναυλα θυόντων. ἐπεὶ δʼ οὐκ ἐπείθοντο μεταπεμπομένοις ἀλλʼ ἐν τῷ Τιβοῦρι διέτριβον, ἀνὴρ ἀπελεύθερος κρύφα τοῖς ἄρχουσιν ἐπηγγείλατο κατάξειν αὐτούς. καὶ παρασκευάσας θοίνην ἄφθονον ὡς τεθυκὼς θεοῖς ἐκάλεσε τοὺς αὐλητάς· καὶ γύναια παρῆν ἅμα τῷ πότῳ καὶ παννυχὶς συνεκροτεῖτο παιζόντων καὶ χορευόντων. εἶτʼ ἐξαίφνης ὁ ἄνθρωπος ἐμβαλὼν λόγον ὡς τοῦ πάτρωνος ἐπιόντος αὐτῷ καὶ ταραττόμενος συνέπεισε τοὺς αὐλητὰς ἀναβάντας ἐφʼ ἁμάξας δέρρεσι κύκλῳ περικαλυπτομένας εἰς τὸ Τίβουρι κομίζεσθαι. τοῦτο δʼ ἦν ἀπάτη· περιαγαγὼν γὰρ τὰς ἁμάξας οὐ συνορῶντας αὐτοὺς διὰ τὸν οἶνον καὶ τὸ σκότος ἔλαθεν εἰς Ῥώμην καταγαγὼν ἅπαντας ἕωθεν· ἐτύγχανον δʼ οἱ πολλοὶ διὰ τὴν παννυχίδα καὶ τὸν πότον ἐν ἐσθῆσιν ἀνθιναῖς καὶ γυναικείαις ὄντες. ὡς οὖν ἐπείσθησαν ὑπὸ τῶν ἀρχόντων καὶ διηλλάγησαν, ἐνομίσθη τὴν ἡμέραν ἐκείνην οὕτως ἀμπεχομένους σοβεῖν διὰ τῆς πόλεως.

为什么在1月的伊杜斯日,笛手们被准许身着女装在城内巡游?难道是因为人们所说的那种缘由?因为他们似乎享有重大的荣誉,这些荣誉是国王努马因其对神明的虔敬而赐予他们的;但后来他们被代执政官的十人委员会剥夺了这些荣誉,便离开了该城。于是人们开始四处寻找他们,而祭司们在没有笛声伴奏下献祭时也感到某种宗教恐慌。当他们不听从召回而逗留在蒂布尔时,一位被释自由人暗中向长官们保证能将他们带回。他备办了丰盛的宴席,伪称向诸神献祭而邀请了笛手们;饮酒时有妇人作伴,在嬉戏跳舞中彻夜狂欢。随后那人突然散布其保护人即将前来的消息,并假装慌乱,说服笛手们登上四周蒙着兽皮的马车运往蒂布尔。但这纯属骗局;因为他将马车掉转方向,笛手们因酒醉和黑暗未能察觉,天明时他已悄然将他们全数带回罗马;而大多数人因彻夜狂欢与豪饮,恰好身穿带有花纹的女性衣裳。因此,当他们受到长官们的劝说并达成和解后,便形成了在这一天如此穿戴穿行过全城的习俗。

§56

διὰ τί τὸ τῆς Καρμέντης ἱερὸν ἐξ ἀρχῆς δοκοῦσιν αἱ μητέρες ἱδρύσασθαι3 καὶ νῦν μάλιστα σέβονται; λέγεται γάρ τις λόγος, ὡς ἐκωλύθησαν ὑπὸ τῆς βουλῆς αἱ γυναῖκες ὀχήμασι χρῆσθαι ζευκτοῖς· συνέθεντο οὖν ἀλλήλαις μὴ κυΐσκεσθαι μηδὲ τίκτειν, ἀμυνόμεναι τοὺς ἄνδρας, ἄχρις οὗ μετέγνωσαν καὶ συνεχώρησαν αὐταῖς· γενομένων δὲ παίδων εὐτεκνοῦσαι καὶ πολυτεκνοῦσαι τὸ τῆς Καρμέντης ἱερὸν ἱδρύσαντο. τὴν δὲ Καρμένταν οἱ μὲν Εὐάνδρου μητέρα λέγουσιν οὖσαν ἐλθεῖν εἰς Ἰταλίαν ὀνομαζομένην Θέμιν, ὡς δʼ ἔνιοι, Νικοστράτην· ἐμμέτρους δὲ χρησμοὺς ᾄδουσαν ὑπὸ τῶν Λατίνων Καρμένταν ὀνομάζεσθαι· τὰ γὰρ ἔπη κάρμινα καλοῦσιν. οἱ δὲ Μοῖραν ἡγοῦνται τὴν Καρμένταν εἶναι καὶ διὰ τοῦτο θύειν αὐτῇ τὰς μητέρας. ἔστι δὲ τοῦ ὀνόματος τὸ ἔτυμον ἐστερημένη νοῦ διὰ τὰς θεοφορήσεις. ὅθεν οὐ τὰ κάρμινα τῇ Καρμέντῃ τοὔνομα παρέσχεν, ἀλλὰ μᾶλλον ἀπʼ ἐκείνης ἐκλήθη διὰ τὸ τοὺς χρησμοὺς ἐν ἔπεσι καὶ μέτροις ἐνθουσιῶσαν ᾄδειν.

为什么卡尔门塔的神庙最初似乎是由母亲们所建立,且如今尤其受到她们的崇敬?因为相传妇女们曾被元老院禁止使用双套马车;于是她们为了报复丈夫们而彼此相约既不受孕也不分娩,直到丈夫们改变心意并向她们让步为止;在生下孩子后,因得享健全而众多的子嗣,她们便建立了卡尔门塔的神庙。至于卡尔门塔,有人说她是埃万德罗斯的母亲,来到意大利时名叫忒弥斯,抑或如某些人所言叫尼科斯特拉忒;因为她用诗律唱出神谕,被拉丁人称为卡尔门塔;因为他们把诗篇称为卡尔米纳。另一些人则认为卡尔门塔是命运女神莫伊拉,因此母亲们向她献祭。该名称的本义是因神灵附体而意为“丧失理智者”。由此,并非卡尔米纳一词赋予了卡尔门塔名称,而是诗篇更可能是从她得名,因为她在神灵附体狂热之时用诗行和韵律唱出神谕。

§57

διὰ τί τῇ Ῥουμίνῃ θύουσαι γάλα κατασπένδουσι τῶν ἱερῶν,4 οἶνον δʼ οὐ προσφέρουσιν; ἢ ῥοῦμαν Λατῖνοι τὴν θηλὴν καλοῦσι, καὶ Ῥουμινᾶλιν ὀνομασθῆναι λέγουσιν, παρʼ ὅσον ἡ λύκαινα τῷ Ῥωμύλῳ τὴν θηλὴν παρέσχεν; ὥσπερ οὖν ἡμεῖς τὰς τρεφούσας τὰ παιδία γάλακτι θηλονὰς ἀπὸ τῆς θηλῆς καλοῦμεν, οὕτως ἡ Ῥουμῖνα θηλώ τις οὖσα καὶ τιθήνη καὶ κουροτρόφος οὐ προσίεται τὸν ἄκρατον ὡς βλαβερὸν ὄντα τοῖς νηπίοις.

为什么妇女们在向鲁米娜献祭时,将奶浇在祭品上,却不奉献酒?难道是因为拉丁人将乳房称作鲁玛,并说由于母狼曾将乳房提供给罗慕路斯,所以〔那棵树〕被称为鲁米纳里斯?因此,正如我们把用乳汁哺育幼童的人因乳房而称作哺乳者一样,鲁米娜作为某种乳母、抚育者和育儿之神,不接纳未掺水的纯酒,因为这对婴儿是有害的。

语法注4 条
  1. 54τοῖς ἀπολισθάνουσι τοῦ ρ διʼ ἀμβλύτητα τῆς γλώττης ὑπόκειται τραυλιζόμενον

    动词 ὑπόκειται 在此意为“被用作替代”或“充当代用”,支配与格 τοῖς ἀπολισθάνουσι。分词 τραυλιζόμενον 与主语 τὸ λάμβδα 一致,表示发音的方式(含混或大舌头地发音)。

  2. 277eταύτας δʼ ὕστερον ἀφαιρεθέντες ὑπὸ τῆς ἀνθυπατικῆς δεκαδαρχίας

    支配双宾格(剥夺类动词 ἀφαιρέω)的被动结构。转换为被动语态后,人作为主语变为被动分词 ἀφαιρεθέντες 的主格,而被剥夺的事物(ταύτας,指代 τιμάς)则作为保留宾格保留在宾格形式中。

  3. 278bδοκοῦσιν αἱ μητέρες ἱδρύσασθαι

    动词 δοκέω 的人称构式(Personal construction)。代替了带宾格加不定词的无人称构式(δοκεῖ τὰς μητέρας ἱδρύσασθαι),语义上的主语 αἱ μητέρες 成为动词 δοκοῦσιν 的语法主语,并与不定词 ἱδρύσασθαι 连用。

  4. 278cγάλα κατασπένδουσι τῶν ἱερῶν

    复合动词 κατασπένδω 在此以宾格 γάλα 作为直接宾语,并支配属格 τῶν ἱερῶν 来表示浇灌的对象(即“在祭品/牺牲之上浇灌乳汁”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg084a.humanitext-grc3:54-57