← 普鲁塔克

罗马问题

§50-53

朱庇特祭司丧妻离任与古老祭礼考

本节探讨了朱庇特祭司在丧妻后为何必须离任、守护神普赖斯提忒斯身着狗皮且有犬相伴的原因、献祭赫尼塔·玛娜之犬及特殊祈祷词的含义,以及卡皮托尔节上拍卖“萨狄斯人”这一古老嘲弄仪式的渊源。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§50

διὰ τί ὁ ἱερεὺς τοῦ Διός, ἀποθανούσης αὐτῷ τῆς γυναικὸς, ἀπετίθετο τὴν ἀρχήν, ὡς Ἀτήιος ἱστόρηκε; πότερον ὅτι τοῦ μὴ λαβόντος ὁ λαβὼν εἶτʼ ἀποβαλὼν γυναῖκα γαμετὴν ἀτυχέστερος; ὁ μὲν γὰρ τοῦ γεγαμηκότος οἶκος τέλειος, ὁ δὲ τοῦ γήμαντος εἶτʼ ἀποβαλόντος οὐκ ἀτελὴς μόνον ἀλλὰ καὶ πεπηρωμένος. ἤ συνιερᾶται μὲν ἡ γυνὴ τῷ ἀνδρί, ὡς καὶ πολλὰ τῶν ἱερῶν οὐκ ἔστι δρᾶσαι μὴ γαμετῆς συμπαρούσης, τὸ δὲ γαμεῖν εὐθὺς ἑτέραν ἀποβαλόντα τὴν προτέραν οὔτʼ ἴσως δυνατὸν οὔτʼ ἄλλως ἐπιεικές; ὅθεν οὐδʼ ἀποπέμψασθαι πρότερον ἐξῆν, οὐδὲ νῦν, ὡς ἔοικεν, ἔξεστιν, ἀλλʼ ἐφʼ ἡμῶν ἐπέτρεψεν ἐντευχθεὶς Δομετιανός. οἱ δʼ ἱερεῖς παρεγένοντο τῇ τοῦ γάμου διαλύσει, πολλὰ φρικώδη καὶ ἀλλόκοτα καὶ σκυθρωπὰ δρῶντες. ἧττον δʼ ἄν τις τοῦτο θαυμάσειε προσιστορήσας ὅτι1 καὶ τῶν τιμητῶν θατέρου τελευτήσαντος ἔδει καὶ τὸν ἕτερον πεπαῦσθαι τῆς ἀρχῆς· ἀποθανόντος δὲ τιμητοῦ Λιβίου Δρούσου Σκαῦρος Αἰμίλιος συνάρχων οὐκ ἐβούλετο τὴν ἀρχὴν ἀπείπασθαι, μέχρι οὗ τῶν δημάρχων τινὲς αὐτὸν ἐκέλευον εἰς τὸ δεσμωτήριον ἀπάγεσθαι.

为什么朱庇特的祭司在妻子去世后便卸去神职,正如阿特尤斯所记载的那样? 难道是因为比起从未娶妻者,娶了明媒正娶之妻而后失去的人更为不幸?因为娶妻者的家庭是完满的,而娶妻后又失去者,其家不仅不完满,甚至可以说是残缺的。 抑或因为妻子与丈夫共同分担神职,以致许多祭仪在正妻不在场时便无法举行,而失去前妻后立即另娶他人,或许既不可能也不得体?因此古时不准离弃妻子,甚至如今看来也是不准许的,但在我们这个时代,图密善在受到请愿后准许了此事。然而祭司们出席了这桩婚姻的解除仪式,举行了许多令人毛骨悚然、离奇且阴郁的礼仪。 如果得知在两位监察官中若有一人去世,另一人也必须卸任,人们对此事的惊异或许就会减少:当监察官利维乌斯·德鲁苏斯去世时,同僚斯考鲁斯·埃米利乌斯不肯辞去官职,直到一些保民官下令将他押入监牢为止。

§51

διὰ τί τῶν Λαρητῶν, οὓς ἰδίως πραιστίτεις καλοῦσι, τούτοις κύων παρέστηκεν, αὐτοὶ δὲ κυνῶν2 διφθέραις ἀμπέχονται; ἢ πραιστίτεις μὲν οἱ προεστῶτές εἰσι, τοὺς δὲ προεστῶτας οἴκου φυλακτικοὺς εἶναι προσήκει, καὶ φοβεροὺς μὲν τοῖς ἀλλοτρίοις, ὥσπερ ὁ κύων ἐστίν, ἠπίους δὲ καὶ πράους τοῖς συνοικοῦσιν; ἢ μᾶλλον, ὃ λέγουσιν ἔνιοι Ῥωμαίων, ἀληθές ἐστι καί, καθάπερ οἱ περὶ Χρύσιππον οἴονται φιλόσοφοι φαῦλα δαιμόνια περινοστεῖν, οἷς οἱ θεοὶ δημίοις χρῶνται καὶ κολασταῖς ἐπὶ τοὺς ἀνοσίους καὶ ἀδίκους ἀνθρώπους, οὕτως οἱ Λάρητες ἐριννυώδεις τινές εἰσι καὶ ποίνιμοι δαίμονες, ἐπίσκοποι βίων καὶ οἴκων; διὸ καὶ κυνῶν δέρμασιν ἀμπέχονται, καὶ κύων πάρεδρός ἐστιν, ὡς δεινοῖς οὖσιν ἐξιχνεῦσαι καὶ μετελθεῖν τοὺς πονηρούς.

为什么在拉雷斯神中,那些被特称为“普赖斯提忒斯”的神像旁立着一条狗,而他们自己则裹着狗皮? 难道是因为普赖斯提忒斯意为居于前位者(守护者),而居于一家前位者应当善于看守,并且像狗一样,对陌生人显得可怕,而对同住的人却温和友善? 或者更应当说,某些罗马人所言是真实的,并且正如克律西波斯一派的哲学家认为有低劣的神灵四处巡游,诸神用它们作为刽子手和刑罚官来对付不敬和不义之人那样,拉雷斯神也是某种类似于复仇女神的惩戒性神灵,是生活和居所的监察者?因此他们披着狗皮,身旁立着一条狗,仿佛他们极善于追踪并惩治恶人。

§52

διὰ τί τῇ καλουμένῃ Γενείτῃ Μάνῃ κύνα θύουσι καὶ κατεύχονται μηδένα χρηστὸν ἀποβῆναι τῶν οἰκογενῶν; ἢ ὅτι δαίμων ἐστὶν ἡ Γενείτα περὶ τὰς γενέσεις καὶ τὰς λοχείας τῶν φθαρτῶν; ῥύσιν γάρ τινα σημαίνει τοὔνομα καὶ γένεσιν ἢ ῥέουσαν γένεσιν. ὥσπερ οὖν οἱ Ἕλληνες τῇ Ἑκάτῃ, καὶ τῇ Γενείτῃ κύνα Ῥωμαῖοι θύουσιν ὑπὲρ τῶν οἰκογενῶν. Ἀργείους δὲ Σωκράτης φησὶ τῇ Εἰλιονείᾳ κύνα θύειν διὰ τὴν ῥᾳστώνην τῆς λοχείας. τὸ δὲ τῆς εὐχῆς πότερον οὐκ ἐπʼ ἀνθρώπων ἐστὶν οἰκογενῶν, μηδένα χρηστὸν γενέσθαι ἀλλὰ κυνῶν; χαλεποὺς γὰρ εἶναι δεῖ καὶ φοβεροὺς τοὺς κύνας. ἤ διὰ τὸ χρηστοὺς κομψῶς λέγεσθαι τοὺς τελευτῶντας αἰνιττόμενοι, διὰ τῆς εὐχῆς αἰτοῦνται μηδένα τῶν συνοίκων ἀποθανεῖν; οὐ δεῖ δὲ τοῦτο θαυμάζειν· καὶ γὰρ Ἀριστοτέλης ἐν ταῖς Ἀρκάδων πρὸς Λακεδαιμονίους συνθήκαις γεγράφθαι φησὶ μηδένα χρηστὸν ποιεῖν βοηθείας χάριν τοῖς λακωνίζουσι τῶν Τεγεατῶν, ὅπερ εἶναι μηδένα ἀποκτιννύναι.3

为什么人们向被称为赫尼塔·玛娜的女神献祭一条狗,并祈求家中出生的人没有一个变得“良好”? 难道是因为赫尼塔是主管凡人繁衍与分娩的神灵?因为这个名字意味着某种流注与生育,或是流动着的生育。因此,正如希腊人为赫卡忒献祭狗一样,罗马人也为了家中出生者向赫尼塔献祭狗。苏格拉底说阿尔戈斯人为了分娩的顺利而向厄勒梯亚献祭狗。至于那个祈祷,难道指的不是家中出生的人,而是指狗,祈求它们没有一只变得温顺?因为狗应当凶猛且可怕。 抑或因为人们巧妙地将死者称作“善良者”,因而在祈祷中以此隐语祈求同住者中没有一人死去?对此不必感到奇怪,因为亚里士多德也说,在阿卡迪亚人与拉栖代梦人的条约中写着:为了援助帖该亚人中的亲斯巴达派,不得将任何人“变为善良者”,这意思就是不得杀死任何人。

§53

διὰ τί τοῖς Καπετωλίοις θέας ἄγοντες ἔτι νῦν κηρύττουσι Σαρδιανοὺς ὠνίους, καὶ γέρων τις ἐπὶ χλευασμῷ προάγεται παιδικὸν ἐναψάμενος περιδέραιον, ὃ καλοῦσι βοῦλλαν; ἢ ὅτι Ῥωμύλῳ πολὺν χρόνον ἐπολέμησαν οἱ λεγόμενοι Οὐήιοι Τυρρηνῶν, καὶ ταύτην τὴν πόλιν ἐσχάτην εἷλε, καὶ πολλοὺς αἰχμαλώτους ἀπεκήρυξε μετὰ τοῦ βασιλέως ἐπισκώπτων αὐτοῦ τὴν ἠλιθιότητα καὶ τὴν ἀβελτερίαν; ἐπεὶ δὲ Λυδοὶ μὲν ἦσαν οἱ Τυρρηνοὶ ἐξ ἀρχῆς, Λυδῶν δὲ μητρόπολις αἱ Σάρδεις, οὕτω τοὺς Οὐηίους ἀπεκήρυττον· καὶ μέχρι νῦν ἐν παιδιᾷ τὸ ἔθος διαφυλάττουσι.

为什么在卡皮托尔节举行游艺表演时,至今仍高喊“萨狄斯人待售”,并且为了嘲弄而将一位戴着被称为“布拉”的儿童颈饰的老人带出来? 难道是因为伊特鲁里亚人中被称为维埃人的一支同罗慕路斯进行了长期的战争,他最后攻下了这座城,将许多俘虏连同他们的国王一起公开拍卖,以此嘲笑他的愚蠢与鲁钝?又因为伊特鲁里亚人最初是吕底亚人,而萨狄斯是吕底亚人的母邦,所以他们才如此叫卖维埃人;并且直到今天他们仍在戏谑中保留着这一习俗?

语法注3 条
  1. 276eἧττον δʼ ἄν τις τοῦτο θαυμάσειε προσιστορήσας ὅτι

    主节中使用带有 ἄν 的潜在希求法(ἧττον ἄν θαυμάσειε),与充当条件从句的分词(προσιστορήσας)搭配:“若有人进一步获知……,便会对这件事不那么惊异”。ὅτι 引导的名词性从句作 προσιστορήσας 的宾语。

  2. 276eτὸ δὲ τῆς εὐχῆς πότερον οὐκ ἐπʼ ἀνθρώπων ἐστὶν οἰκογενῶν, μηδένα χρηστὸν γενέσθαι ἀλλὰ κυνῶν;

    τὸ τῆς εὐχῆς 为句首提示话题的关涉对格(“至于祈祷之事”)。在 πότερον 引导的疑问句中,不定式短语 μηδένα χρηστὸν γενέσθαι 作同位语说明祈祷的内容,受 ἐπʼ ἀνθρώπων ... ἀλλὰ κυνῶν(并非适用于人,而是适用于狗)所限定。

  3. 277bμηδένα χρηστὸν ποιεῖν ... ὅπερ εἶναι μηδένα ἀποκτιννύναι

    关系从句 ὅπερ εἶναι 中的不定式 εἶναι 是间接引语同化现象(受主句 φησί 支配)。上下文解释了 χρηστός(字面义为“善良、有用”)作为死者的委婉称呼(“故人”)的特殊用法(即“使某人成为善良者”=“处决某人”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg084a.humanitext-grc3:50-53