← 普鲁塔克

罗马问题

§45-49

维纳斯节献酒诸神庙与无内袍竞选的习俗

探讨了维纳斯节倾倒葡萄酒、霍尔塔神庙常年敞开、赫菲斯托斯神庙建于城外、孔苏斯节给马与驴歇息,以及候选人不穿内袍竞选的原因。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§45

διὰ τί τῶν Οὐενεραλίων τῇ ἑορτῇ πολὺν οἶνον ἐκχέουσιν ἐκ τοῦ ἱεροῦ τῆς Ἀφροδίτης; πότερον, ὡς οἱ πλεῖστοι λέγουσι, Μεζέντιος ὁ Τυρρηνῶν στρατηγὸς ἔπεμψε πρὸς Αἰνείαν σπενδόμενος ἐπὶ τῷ λαβεῖν1 τὸν ἐπέτειον οἶνον; ἀρνησαμένου δʼ ἐκείνου, τοῖς Τυρρηνοῖς ὑπέσχετο κρατήσας μάχῃ δώσειν τὸν οἶνον Αἰνείας δὲ τὴν ὑπόσχεσιν αὐτοῦ πυθόμενος τοῖς θεοῖς τὸν οἶνον καθιέρωσε, καὶ μετὰ τὸ νικῆσαι συναγαγὼν τὸ καρπευθὲν ἐξέχεε πρὸ τοῦ ἱεροῦ τῆς Ἀφροδίτης. ἢ καὶ τοῦτο σύμβολόν ἐστι τοῦ χρῆναι νήφοντας ἑορτάζειν ἀλλὰ μὴ μεθύοντας, ὡς τῶν θεῶν μᾶλλον τοῖς ἐκχέουσι χαιρόντων τὸν πολὺν ἄκρατον ἢ τοῖς πίνουσι;

为什么在维纳斯节那天,人们要从阿佛洛狄忒神庙中倾倒出大量的葡萄酒? 难道真如大多数人所说,是因为伊特鲁里亚人的统帅梅曾提乌斯向埃涅阿斯派去使者,提出以获取当年的葡萄酒为条件订立和约;而在埃涅阿斯拒绝后,梅曾提乌斯向伊特鲁里亚人许诺若在战斗中获胜便将葡萄酒赐予他们,但埃涅阿斯获悉了他的诺言,遂将葡萄酒奉献给诸神,并在获胜之后将收获之物汇聚一处,倾倒在阿佛洛狄忒神庙前? 抑或这也是一种象征,表明应当清醒而非沉醉地庆祝节日,因为诸神更悦纳倾倒大量纯酒的人,而非饮用它的人?

§46

διὰ τί τὸν τῆς Ὅρτας ναὸν ἀνεῳγμένον εἶχον οἱ παλαιοὶ διὰ παντός; πότερον, ὡς Ἀντίστιος Λαβεὼν ἱστόρηκε, τοῦ παρορμᾶν ὁρτάρι λεγομένου, τὴν οἷον ἐγκελευομένην πρὸς τὰ καλὰ καὶ παρορμῶσαν θεὸν Ὅρταν λεγομένην ᾤοντο δεῖν ὡς ἐνεργὸν ἀεὶ μηδέποτε μέλλειν μηδʼ ἀποκεκλεῖσθαι μηδʼ ἐλινύειν; ἢ μᾶλλον ὡς νῦν ὀνομάζουσιν αὐτὴν Ὥραν μηκυνομένης τῆς προτέρας συλλαβῆς, ἐπιστρεφῆ τινα καὶ πολυωρητικὴν θεόν, ἣν διαφυλακτικὴν καὶ φροντιστικὴν οὖσαν οὐδέποτε ῥᾴθυμον οὐδʼ ὀλίγωρον εἶναι τῶν ἀνθρωπίνων ἐνόμιζον; ἤ, καθάπερ ἄλλα πολλά, καὶ τοῦτο τῶν Ἑλληνικῶν ὀνομάτων ἐστὶ καὶ δηλοῖ θεὸν ἐπισκοποῦσαν καὶ ἐφορῶσαν; ὅθεν ὡς ἀκοιμήτου καὶ ἀύπνου διὰ παντὸς ἀνεῳγμένον ἦν τὸ ἱερὸν αὐτῆς. εἰ μέντοι τὴν ὥραν ὀρθῶς ὁ Λαβεὼν ἀπὸ τοῦ παρορμᾶν ὠνομάσθαι δέδειχε, σκόπει μὴ τὸν ὡράτωρα προτρεπτικόν τινα καὶ παρορμητικὸν ὄντα σύμβουλον ἢ δημαγωγὸν οὕτως ὠνομάσθαι φατέον,2 οὐκ ἀπὸ τῆς ἀρᾶς καὶ εὐχῆς ὡς ἔνιοι λέγουσι.

为什么古人总是将霍尔塔的神庙敞开? 难道是因为,正如安提斯提乌斯·拉贝奥所记载的,激励被称为“hortari”,而人们认为被称为霍尔塔的女神仿佛是在劝勉并激励人们行善,既然永远充满活力,便绝不应当拖延,不应当被锁闭,也不应当懈怠? 抑或更应当如人们现在将第一个音节读作长音而称她为“霍拉”那样,认为她是一位专注而极为体贴关照的神明,由于她守护且充满关怀,人们便坚信她对人间事务绝不疏忽也不轻慢? 或者像许多其他名称一样,这同样源于希腊语名称,指的是一位监察与守望的女神?因此,作为一位不眠不休的神明,她的神庙始终敞开? 不过,如果拉贝奥确实正确地证明了“霍拉”之名源于激励,不妨考虑一下是否应当说,“orator”〔雄辩家〕作为一种鼓动且激励人的谋士或民众领袖,是因此而得名的,而不是如某些人所说源自祈祷与恳求。

§47

διὰ τί τὸ τοῦ Ἡφαίστου ἱερὸν ἔξω πόλεως ὁ Ῥωμύλος ἱδρύσατο; πότερον διὰ τὴν μυθολογουμένην πρὸς Ἄρη ζηλοτυπίαν τοῦ Ἡφαίστου διʼ Ἀφροδίτην υἱὸς εἶναι δοκῶν Ἄρεος οὐκ ἐποιήσατο σύνοικον οὐδʼ ὁμόπολιν αὐτόν; ἢ τοῦτο μὲν ἀβέλτερον, ᾠκοδομήθη δʼ ὁ ναὸς ἐξ ἀρχῆς συνέδριον καὶ βουλευτήριον ἀπόρρητον αὐτῷ μετὰ Τατίου τοῦ συμβασιλεύσαντος, ὅπως συνιόντες ἐνταῦθα μετὰ τῶν γερόντων ἄνευ τοῦ παρενοχλεῖσθαι καθʼ ἡσυχίαν βουλεύοιντο περὶ τῶν πραγμάτων; ἢ πρὸς ἐμπρησμὸν ἄνωθεν ἐπισφαλῶς τῆς Ῥώμης ἐχούσης,3 ἔδοξε τιμᾶν μὲν ἐξοικίσαι δὲ τῆς πόλεως τὸν θεόν;

为什么罗慕路斯将赫菲斯托斯的神庙建在城外? 难道是因为神话中所述赫菲斯托斯因阿佛洛狄忒而对阿瑞斯怀有的嫉妒,使得被视为阿瑞斯之子的罗慕路斯不愿让他与自己同住一室或同处一城? 抑或这种说法实属荒谬,而该神庙从一开始就是他与共同称王的塔提乌斯的一处隐秘的议事所和会堂,以便他们与长老们在此会合,在不受打扰的情况下从容商议国政? 或者是因为罗马自古以来就极易遭受火灾之危,因而决定在尊崇这位神明的同时将他安置在城外?

§48

διὰ τί τῇ τῶν Κωνσυαλίων ἑορτῇ καὶ τοὺς ἵππους καὶ τοὺς ὄνους στεφανοῦσι καὶ σχολάζειν ἐῶσι; πότερον ὅτι Ποσειδῶνι μὲν ἄγουσιν Ἱππείῳ τὴν ἑορτήν, ὁ δʼ ὄνος τῷ ἵππῳ συναπολαύει καὶ συμμετέχει τῆς ἀδείας; ἢ ὅτι, ναυτιλίας φανείσης καὶ κομιδῆς κατὰ θάλατταν, ὑπῆρξέ τις ἀμωσγέπως ῥᾳστώνη καὶ ἀνάπαυσις τοῖς ὑποζυγίοις;

为什么在孔苏斯节时,人们既给马也给驴戴上花冠并让它们歇息? 难道是因为他们是为马神波塞冬举行这一节日,而驴跟随马一同享受并分担了这一免役的特权? 抑或因为随着航海和海运的出现,在某种程度上使驮畜获得了轻松与歇息?

§49

διὰ τί τοὺς παραγγέλλοντας ἀρχὴν ἔθος ἦν ἐν ἱματίῳ τοῦτο ποιεῖν ἀχίτωνας, ὡς Κάτων ἱστόρηκε; πότερον ἵνα μὴ δεκάζωσιν ἀργύριον ἐν τῷ κόλπῳ κομίζοντες; ἢ μᾶλλον ὅτι τοὺς ἀξίους ἄρχειν οὐ γένεσιν οὐδὲ χρήμασιν οὐδὲ δόξαις ἀλλὰ τραύμασι καὶ ὠτειλαῖς ἔκρινον; ὅπως οὖν ταῦτα καθορῷτο τοῖς ἐντυγχάνουσιν, ἀχίτωνες ἐπὶ τὰς παραγγελίας κατῄεσαν; ἢ καθάπερ τῷ δεξιοῦσθαι καὶ παρακαλεῖν καὶ ὑποπίπτειν, οὕτω τῇ γυμνότητι ταπεινοῦντες ἑαυτοὺς ἐδημαγώγουν;

为什么正如加图所记载的,竞选官职的人习惯只穿外袍而不着贴身短袍去进行竞选? 难道是为了防止他们把钱放在怀里去行贿? 或者毋宁说是因为他们评判谁配统治并非依据出身、财富或声誉,而是依据战伤和疤痕?因此,为了让遇见他们的人能够看清这些,他们才不着内袍去进行竞选? 抑或是如同执手、恳求和俯首帖耳一样,他们用这种袒露身体贬低自己的方式来讨好民众?

语法注3 条
  1. 275eἐπὶ τῷ λαβεῖν

    前置词 ἐπί 接带冠词的不定式与格(τῷ λαβεῖν),表示协议的条件(“以获得……为条件”)。

  2. 276aσκόπει μὴ τὸν ὡράτωρα ... φατέον

    句式 σκόπει μὴ ... φατέον 并非表达担忧,而是委婉提出建议或思考(“请考虑是否应当说……”)。动词性形容词 φατέον 统辖宾格加不定式结构,其中 τὸν ὡράτωρα 为不定式结构的主语。

  3. 276bἄνωθεν ἐπισφαλῶς τῆς Ῥώμης ἐχούσης

    属格独立结构。副词 ἄνωθεν 在此并非指空间上的“自上”,而是作时间副词解(“自古以来”或“从一开始”),修饰表状态的 ἐπισφαλῶς ἐχούσης(“处于危险状态”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg084a.humanitext-grc3:45-49