- 底本
- Plutarch. Moralia, Vol. IV. Babbitt, Frank Cole, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1936 (printing).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg084a.humanitext-grc3:1-4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
普鲁塔克探讨了罗马婚礼中触火水之仪与点燃五支火把的缘由,随后记述了贵族巷阿耳忒弥斯神庙禁止男子入内的传说,以及阿文提诺山神庙供奉牛角之由来的典故。
διὰ τί τὴν γαμουμένην ἅπτεσθαι πυρὸς καὶ ὕδατος κελεύουσι; πότερον τούτων ὡς ἐν στοιχείοις καὶ ἀρχαῖς1 τὸ μὲν ἄρρεν ἐστὶ τὸ δὲ θῆλυ, καὶ τὸ μὲν ἀρχὰς κινήσεως ἐνίησι τὸ δʼ ὑποκειμένου καὶ ὕλης δύναμιν. ἤ διότι τὸ πῦρ καθαίρει καὶ τὸ ὕδωρ ἁγνίζει, δεῖ δὲ καθαρὰν καὶ ἁγνὴν διαμένειν τὴν γαμηθεῖσαν; ἢ ὅτι, καθάπερ τὸ πῦρ χωρὶς ὑγρότητος ἄτροφόν ἐστι καὶ ξηρὸν τὸ δὲ ὕδωρ ἄνευ θερμότητος ἄγονον καὶ ἀργόν, οὕτω καὶ τὸ ἄρρεν ἀδρανὲς καὶ τὸ θῆλυ χωρὶς ἀλλήλων, ἡ δὲ σύνοδος ἀμφοῖν ἐπιτελεῖ τοῖς γήμασι τὴν συμβίωσιν; ἢ οὐκ ἀπολειπτέον καὶ κοινωνητέον ἁπάσης τύχης,2 κἂν ἄλλου μηδενὸς ἢ πυρὸς καὶ ὕδατος μέλλωσι κοινωνεῖν ἀλλήλοις;
为什么他们吩咐新娘触摸火和水? 是因为在这些事物中,如同在元素与本原中一样,一者为阳,另一者为阴,一者注入运动的本原,而另一者提供基质和质料的能力? 还是因为火能净化,水能洁净,而已婚妇人必须保持清白与圣洁? 抑或正如火没有湿气便缺乏养分且干燥,水没有热量便不育且滞止,男女若彼此分离也同样无能为力,而两者的结合才能为成婚者圆满共同的生活? 还是因为不得离弃,必须共担一切祸福,哪怕他们彼此所能分享的除水火之外别无他物?
διὰ τί οὐ πλείονας οὐδʼ ἐλάττονας ἀλλὰ πέντε λαμπάδας ἅπτουσιν ἐν τοῖς γάμοις, ἃς κηρίωνας ὀνομάζουσιν; πότερον, ὡς Βάρρων ἔλεγεν, ὅτι τῶν στρατηγῶν τρισὶ χρωμένων, εἰσὶ τοῖς ἀγορανόμοις πλείονας, παρὰ δὲ τῶν ἀγορανόμων ἅπτουσι τὸ πῦρ οἱ γαμοῦντες; ἤ διότι πλείοσι χρωμένων ἀριθμοῖς, πρός τε τὰ ἄλλα βελτίων καὶ τελειότερος ὁ περιττὸς ἐνομίζετο καὶ πρὸς γάμον ἁρμοδιώτερος; ὁ γὰρ ἄρτιος διάστασίν τε δέχεται καὶ ἴσον αὐτοῦ μάχιμόν ἐστι καὶ ἀντίπαλον, ὁ δὲ περιττὸς οὐ δύναται διασχισθῆναι παντάπασιν, ἀλλʼ ὑπολείπει τι κοινὸν ἀεὶ μεριζόμενος. τοῦ δὲ περιττοῦ μάλιστα γαμήλιος ἡ πεντάς ἐστι· τὰ γὰρ τρία πρῶτος περιττὸς καὶ τὰ δύο πρῶτος ἄρτιος· ἐκ δὲ τούτων ὥσπερ ἄρρενος καὶ θήλεος ἡ πεντὰς μέμεικται. ἢ μᾶλλον, ἐπεὶ τὸ φῶς γενέσεώς ἐστι σημεῖον, γυνὴ δʼ ἄχρι πέντε τίκτειν ὁμοῦ τὰ πλεῖστα πέφυκε, τοσαύταις χρῶνται λαμπάσιν; ἢ ὅτι πέντε δεῖσθαι θεῶν τοὺς γαμοῦντας οἴονται, Διὸς τελείου καὶ Ἥρας τελείας καὶ Ἀφροδίτης καὶ Πειθοῦς, ἐπὶ πᾶσι δʼ Ἀρτέμιδος, ἣν ταῖς λοχείαις καὶ ταῖς ὠδῖσιν αἱ γυναῖκες ἐπικαλοῦνται;
为什么在婚礼上他们既不多点也不少点,偏偏点燃五支被称为蜡烛的火把? 正如瓦罗所说,是因为裁判官使用三支,而市政官拥有更多,成婚者是从市政官那里引火? 还是因为,尽管人们使用许多数字,奇数在其他方面被认为更优秀、更完满,也更适合婚姻?因为偶数接受分剖,其均等的部分相互争斗对立;而奇数则不能被完全分开,在分割时总会留下一处共有之物。在奇数中,五最具婚媾之性:因为三是第一个奇数,二是第一个偶数,而五正是由这两者如同由男与女一般混合而成。 或者更确切地说,由于光明是生育的象征,而妇人生性一胎最多可育五子,因此他们才使用这么多火把? 抑或因为他们认为成婚者需要五位神祇:圆满的宙斯、圆满的赫拉、阿佛洛狄忒、珀伊托,以及最重要的阿耳忒弥斯——妇人们在分娩和阵痛时所呼求的女神?
διὰ τί, πολλῶν ὄντων ἐν Ῥώμῃ ναῶν Ἀρτέμιδος, εἰς μόνον τὸν ἐν τῷ καλουμένῳ Πατρικίῳ στενωπῷ ἄνδρες οὐκ εἰσίασιν; ἢ διὰ τὸν λεγόμενον μῦθον; γυναῖκα γὰρ αὐτόθι τὴν θεὸν σεβομένην βιαζόμενός τις ὑπὸ τῶν κυνῶν διεσπάσθη, καὶ ἀπὸ τούτου δεισιδαιμονίας γενομένης ἄνδρες οὐκ εἰσίασιν.
为什么罗马有许多阿耳忒弥斯神庙,唯独在所谓贵族巷的那座神庙男人们不得入内? 是因为流传的故事吗?因为曾有人试图在那里强暴一位敬拜女神的妇人,结果被狗撕成了碎片,由此产生了敬畏与禁忌,男人们便不再入内。
διὰ τί τοῖς ἄλλοις Ἀρτεμισίοις ἐπιεικῶς ἐλάφων κέρατα προσπατταλεύουσι, τῷ δʼ ἐν Ἀβεντίνῳ βοῶν; ἢ τοῦ παλαιοῦ συμπτώματος ἀπομνημονεύοντες; λέγεται γὰρ ἐν Σαβίνοις Ἄντρωνι Κορατίῳ βοῦς ἐκπρεπὴς ὄψει καὶ μεγέθει διαφέρουσα τῶν ἄλλων γενέσθαι· μάντεως δέ τινος αὐτῷ φράσαντος, ὅτι τοῦ καθιερεύσαντος Ἀρτέμιδι τὴν βοῦν ἐκείνην ἐν Ἀβεντίνῳ πέπρωται μεγίστην γενέσθαι καὶ βασιλεῦσαι τῆς Ἰταλίας ἁπάσης τὴν πόλιν,3 ἐλθεῖν μὲν εἰς Ῥώμην τὸν ἄνθρωπον ὡς θύσοντα τὴν βοῦν· οἰκέτου δὲ κρύφα τῷ βασιλεῖ Σερουίῳ τὸ μάντευμα φράσαντος, ἐκείνου δὲ Κορνηλίῳ τῷ ἱερεῖ, προστάξαι τὸν Κορνήλιον τῷ Ἄντρωνι λούσασθαι πρὸ τῆς θυσίας ἀπὸ τοῦ Θύμβρεως· νενομίσθαι γὰρ οὕτω τοὺς καλλιεροῦντας. ἐκεῖνον μὲν οὖν ἀπελθόντα λούεσθαι, τὸν δὲ Σερούιον φθάσαντα θῦσαι τῇ θεῷ τὴν βοῦν καὶ τῷ ἱερῷ τὰ κέρατα προσπατταλεῦσαι. ταῦτα καὶ ὁ Ἰόβας ἱστόρηκε καὶ Βάρρων, πλὴν ὅτι τοὔνομα τοῦ Ἄντρωνος Βάρρων οὐ γέγραφεν, οὐδʼ ὑπὸ Κορνηλίου φησὶ τοῦ ἱερέως ἀλλʼ ὑπὸ τοῦ νεωκόρου παρακρουσθῆναι τὸν Σαβῖνον.
为什么在其他的阿耳忒弥斯神庙中他们通常钉上鹿角,而在阿文提诺山的那座却钉上牛角? 是因为纪念古代的那桩事件吗?相传在萨宾人中,安特罗·科拉提乌斯家里生了一头母牛,外貌出众,体型胜过其他牛只。一位预言者告诉他,命定谁在阿文提诺山把那头母牛献祭给阿耳忒弥斯,谁的城邦就将变得最为伟大并统治整个意大利。于是那人来到罗马打算献祭这头母牛。但一个家奴悄悄将神谕告诉了国王塞尔维乌斯,国王又告诉了祭司科尔内利乌斯。科尔内利乌斯便命安特罗在献祭前先用台伯河水洗浴,因为依照惯例,求致吉兆之祭者当如此行。于是当他离开去洗浴时,塞尔维乌斯抢先一步将母牛献祭给了女神,并将牛角钉在了神庙上。尤巴和瓦罗都记载了这些事,只是瓦罗没有写出安特罗的名字,并且说是庙祝而非祭司科尔内利乌斯欺骗了那个萨宾人。
- 263eπότερον τούτων ὡς ἐν στοιχείοις καὶ ἀρχαῖς
τούτων 为部分属格,引导随后的 τὸ μὲν ... τὸ δέ。ὡς 表比较(“正如在元素与本原之中一样”),将火与水置于自然哲学概念中进行类比,表明一者提供能动的运动本原(阳性),另一者提供受动的质料力量(阴性)。
- 263eἢ οὐκ ἀπολειπτέον καὶ κοινωνητέον ἁπάσης τύχης
这是由动词性形容词 ἀπολειπτέον 和 κοινωνητέον 构成的非人称结构,省略了系动词 ἐστί,表示应当遵循的义务(“不得离弃,而必须分担”)。属格 ἁπάσης τύχης 由表示“分享”的 κοινωνητέον(源自 κοινωνέω)所支配。
- 264cτοῦ καθιερεύσαντος Ἀρτέμιδι τὴν βοῦν ἐκείνην ἐν Ἀβεντίνῳ πέπρωται μεγίστην γενέσθαι καὶ βασιλεῦσαι τῆς Ἰταλίας ἁπάσης τὴν πόλιν
非人称动词 πέπρωται(“注定”)统摄以 τὴν πόλιν 为主语、以 γενέσθαι 与 βασιλεῦσαι 为不定词的宾格不定词结构。句首的属格分词短语 τοῦ καθιερεύσαντος... 通过倒装跨度修饰后置的名词 τὴν πόλιν(“在阿文提诺山献祭了那头母牛之人的城邦”)。分词短语前置在修辞上突出了预言得以应验的决定性条件。
