- 底本
- Plutarch. Moralia, Vol. IV. Babbitt, Frank Cole, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1936 (printing).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg084a.humanitext-grc3:41-44
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者探讨了古罗马钱币图案的渊源、萨图尔努斯神庙用作国库及外国使节登记处的原因,以及朱庇特祭司被禁止起誓的规矩。
διὰ τί τὸ παλαιὸν νόμισμα πῇ μὲν εἶχεν Ἰανοῦ διπρόσωπον εἰκόνα, πῇ δὲ πλοίου πρύμναν ἢ πρῷραν ἐγκεχαραγμένην; πότερον ὡς οἱ πολλοὶ λέγουσιν ἐπὶ τιμῇ τοῦ Κρόνου πλοίῳ διαπεράσαντος εἰς Ἰταλίαν; ἢ τοῦτο μὲν ἔστιν ἐπὶ πολλῶν λέγειν, καὶ γὰρ Ἰανὸς καὶ Εὔανδρος καὶ Αἰνείας ἐκ θαλάττης προσεκομίσθησαν, ἐκεῖνο δʼ.ʼ ἄν τις μᾶλλον εἰκάσειεν ὅτι τὰ μὲν καλὰ ταῖς πόλεσίν ἐστι τὰ δʼ ἀναγκαῖα· καὶ μέγιστον τῶν μὲν καλῶν ἡ εὐνομία, τῶν δʼ ἀναγκαίων ἡ εὐπορία· ἐπεὶ τοίνυν εὐκοσμίαν μὲν Ἰανὸς κατέστησεν αὐτοῖς ἐξημερώσας τὸν βίον, ἀφθονίαν δὲ παρέχει, τῶν ἀναγκαίων ὁ ποταμὸς πλόιμος ὢν καὶ τὰ μὲν ἐκ θαλάττης τὰ δʼ ἀπὸ τῆς χώρας κατακομίζων, σύμβολον ἔσχε τὸ νόμισμα τοῦ μὲν νομοθέτου τὸ δίμορφον ὡς εἴρηται διὰ τὴν μεταβολήν, τοῦ δὲ ποταμοῦ τὸ πορθμεῖον. ἑτέρῳ δʼ ἐχρήσαντο νομίσματι βοῦν ἔχοντι καὶ πρόβατον καὶ ὗν παράσημον, εὐποροῦντες ἀπὸ τῶν θρεμμάτων μάλιστα καὶ τὴν περιουσίαν ἀπὸ τούτων ἔχοντες· διὸ καὶ τῶν ὀνομάτων πολλὰ τοῖς παλαιοῖς, Συίλλιοι καὶ Βουβολκοὶ καὶ Πόρκιοι ἦσαν, ὡς Φενεστέλλας εἴρηκεν.
为什么古钱币一面铸有雅努斯双面的肖像,另一面铸有船尾或船首? 难道真如大众所说,是为了纪念乘船渡海来到意大利的萨图尔努斯? 抑或这一点可以适用于许多人——因为雅努斯、埃万德尔和埃涅阿斯也都是从海上来的——人们更应当作如下推测:城邦之事,有者美好,有者必需;在美好之事中最首要的是良好的法度,而在必需之事中最首要的是物资的充裕。既然雅努斯通过教化他们的生活方式为他们建立了秩序,而适于航行的河流通过从海上运进一部分、从内陆运进另一部分物资,提供了生活必需品的丰足,因此钱币以二重形象作为立法者的象征,正如前文所言,是因生活之转变;而以渡船作为河流的象征。 他们还曾使用过另一种铸有牛、羊、猪图案的钱币,因为他们的财富主要来源于牲畜,其家产亦在于此;因此正如费内斯泰拉所述,古人有许多名字叫苏伊利乌斯、布布尔库斯和波尔基乌斯。
διὰ τί τῷ τοῦ Κρόνου ναῷ χρῶνται ταμιείῳ τῶν δημοσίων χρημάτων, ἅμα δὲ καὶ φυλακτηρίῳ τῶν συμβολαίων; πότερον ὅτι δόξα κατεῖχε καὶ λόγος οὐκ εἶναι πλεονεξίαν ἐν ἀνθρώποις οὐδʼ ἀδικίαν Κρόνου βασιλεύοντος, ἀλλὰ πίστιν καὶ δικαιοσύνην; ἢ ὅτι καρπῶν εὑρετὴς καὶ γεωργίας ἡγεμὼν ὁ θεός; ἡ γὰρ ἅρπη τοῦτο σημαίνει καὶ οὐχ ὡς γέγραφεν Ἀντίμαχος Ἡσιόδῳ πειθόμενος "λέχρις δὲ δρεπάνῳ τέμνων ἀπὸ μήδεα πατρὸς οὐρανοῦ Ἀκμονίδεω λάσιος Κρόνος ἀντιτέτυκτο.1" καρπῶν δʼ ἀφθονία καὶ διάθεσις γένεσίς ἐστι νομίσματος· · διὸ τὸν αἴτιον καὶ φύλακα ποιοῦνται τῆς εὐδαιμονίας. μαρτυρεῖ δὲ τούτῳ τὸ τὰς ἀγομένας διʼ ἐννέα ἡμερῶν ἐπʼ ἀγορὰν συνόδους, νουνδίνας δὲ καλουμένας, ἱερὰς τοῦ Κρόνου νομίζεσθαι· πράσεως γὰρ καὶ ὠνῆς περιουσία καρπῶν ἀρχὴν παρέσχεν. ἤ ταῦτα μέν ἐστι παλαιά, πρῶτος δὲ ταμιεῖον ἀπέδειξε τὸ Κρόνιον, τῶν βασιλέων καταλυθέντων, Οὐαλέριος Ποπλικόλας πειθόμενος εὐερκῆ καὶ καταφανῆ καὶ δυσεπιβούλευτον εἶναι τὸν τόπον;
为什么他们把萨图尔努斯神庙用作公共财物的国库,同时又作为契约文书的保管所? 难道是因为有这样一种观点和传说盛行:在萨图尔努斯统治时期,人间既无贪婪,亦无不公,唯有诚信与正义? 抑或因为这位神明是庄稼的发现者和农耕的启蒙者?镰刀正象征着这一点,而非如安提马库斯遵从赫西俄德所写的那样: “手持镰刀侧身割下其父阿克蒙之子乌拉诺斯的私处,多毛的萨图尔努斯严阵以待。” 作物的充裕与流通乃是货币诞生的渊源;因此他们将带来繁荣者也奉为其守护者。每隔九天举行的集市集会——被称为nundinae——被视为萨图尔努斯的圣日,也证明了这一点;因为作物的过剩提供了买卖的开端。 抑或这些都是古老的传说,而在废除王政之后,是瓦勒里乌斯·波普利科拉坚信该处坚固、醒目且不易遭暗算,才首创将萨图尔努斯神庙定为国库的?
διὰ τί δʼ οἱ πρεσβεύοντες εἰς Ῥώμην ὁποθενοῦν ἐπὶ τὸν τοῦ Κρόνου ναὸν βαδίζοντες ἀπογράφονται πρὸς τοὺς ἐπάρχους τοῦ ταμιείου; πότερον ὡς ξένου τοῦ Κρόνου γενομένου καὶ διὰ τοῦτο τοῖς ξένοις χαίροντος, ἢ καὶ τοῦτο λύεται τῇ ἱστορίᾳ; τὸ γὰρ παλαιὸν, ὡς ἔοικεν, οἱ ταμίαι ξένια τοῖς πρεσβεύουσιν ἔπεμπον ἐκαλεῖτο δὲ λαύτια τὰ πεμπόμενα, καὶ νοσούντων ἐπεμέλοντο καὶ τελευτήσαντας ἔθαπτον ἐκ δημοσίου· νῦν δʼ ὑπὸ πλήθους τῶν ἀφικνουμένων πρέσβεων ἐκλέλειπται τὸ τῆς δαπάνης, μένει δʼ ἔτι τὸ τοῖς ἐπάρχοις τοῦ ταμιείου προεντυγχάνειν διὰ τῆς ἀπογραφῆς.
为什么无论从何处出使罗马的使节,都要前往萨图尔努斯神庙向国库长官进行登记? 难道是因为萨图尔努斯曾是异邦人,因此喜好异邦人?或者这个问题亦可借由历史来解答?因为看来在古时,财务官们会向使节赠送款待的礼物——所赠之物被称为lautia——且在使节患病时予以照料,在他们去世时由公费安葬;但如今由于抵埠使节人数众多,这项开支已被废除,然而通过登记先拜会国库长官的规矩依然保留了下来。
διὰ τί τῷ ἱερεῖ τοῦ Διὸς οὐκ ἔξεστιν ὀμόσαι; πότερον ὅτι βάσανός τις ἐλευθέρων ὁ ὅρκος ἐστί, δεῖ δʼ ἀβασάνιστον εἶναι καὶ τὸ σῶμα καὶ τὴν ψυχὴν τοῦ ἱερέως; ἢ ὅτι περὶ μικρῶν ἀπιστεῖσθαι τὸν τὰ θεῖα καὶ μέγιστα πεπιστευμένον οὐκ εἰκός ἐστιν; ἢ ὅτι πᾶς ὅρκος εἰς κατάραν τελευτᾷ τῆς ἐπιορκίας,2 κατάρα δὲ δύσφημον καὶ σκυθρωπόν; ὅθεν οὐδʼ ἄλλοις ἐπαρᾶσθαι νομίζεται τοὺς ἱερεῖς. ἐπῃνέθη γοῦν Ἀθήνησιν ἡ ἱέρεια μὴ θελήσασα καταράσασθαι τῷ Ἀλκιβιάδῃ τοῦ δήμου κελεύοντος· ἔφη γὰρ εὐχῆς οὐ κατάρας ἱέρεια γεγονέναι. ἢ κοινὸς ὁ τῆς ἐπιορκίας κίνδυνος, ἂν ἀνὴρ ἀσεβὴς καὶ ἐπίορκος εὐχῶν κατάρχηται καὶ ἱερῶν ὑπὲρ τῆς πόλεως;
为什么朱庇特的祭司不被允许发誓? 难道是因为誓言对自由人而言是一种严刑拷问,而祭司的肉体与灵魂皆应当免受拷问? 抑或因为一个受托掌管神圣且至关重大之事的人,在微不足道的小事上受到怀疑是极不合理的? 或者说,所有的誓言终究归结为针对伪誓的诅咒,而诅咒乃是不祥与阴郁之事?因此,依惯例祭司甚至也不得对他人施加诅咒。至少在雅典,那位在民众命令之下仍不愿诅咒阿尔喀比亚德的女祭司受到了赞扬;因为她说她是祈福的女祭司,而非诅咒的女祭司。 抑或倘若一个不敬且违背誓言之人代表城邦主持祈祷与祭礼,伪誓的危险便具有公共性?
- 275aλέχρις δὲ δρεπάνῳ τέμνων ἀπὸ μήδεα πατρὸς οὐρανοῦ Ἀκμονίδεω λάσιος Κρόνος ἀντιτέτυκτο
史诗风格的引文。副词 λέχρις(侧身、倾斜地)修饰分词短语 τέμνων ἀπό(分离前置词 ἀπό 与动词结合,意为“割下”)。Ἀκμονίδεω 是爱奥尼亚方言的属格单数形式,与 πατρὸς οὐρανοῦ 构成同位语。主句动词 ἀντιτέτυκτο 是 ἀντιτεύχω 的过去完成时被动/中动态,意为“严阵以待/迎面准备着”。
- 275dεἰς κατάραν τελευτᾷ τῆς ἐπιορκίας
动词短语 τελευτᾷ εἰς 意为“归结为/以……告终”。属格 τῆς ἐπιορκίας 作 κατάραν 的宾格性属格(或表示条件的限定属格),意为“针对伪誓的诅咒”或“在违背誓言情况下的诅咒”,指誓言中所包含的一旦背誓便自食其果的诅咒性质。
